← キリキアのシンプリキオス

アリストテレス『自然学』注解

§1302.34-1303.33

直線上の折り返し運動がもたらす不合理と反論

シンプリキオスは、直線上を折り返して連続的に動くという仮定から、現在ある地点へ向けて動くことになるという第二の不合理と、まだ存在しない地点から動くことになるという第三の不合理が帰結することを示し、中間点の通過に関する異議に答えた上で、アフロディシアスのアレクサンドロスによる自然な運動と反自然的な運動の対立に基づく付加的論証を紹介する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8.86#2

ἕπεται δέ τι καὶ ἄλλο ἄτοπον τῷ τὸ ἐπ’ εὐθείας κινούμενον συνεχῶς κινεῖσθαι καὶ ἀνακάμπτειν.1 εἰ γὰρ τὸ κάτωθεν κινούμενον ἀπὸ τοῦ Α ἐπὶ τὸ κάτω πάλιν τὸ Α συνεχῶς καὶ καθ’ ὁρμὴν οἰκείαν ἐνεχθήσεται, ἐπὶ τὸ γενέσθαι ἐν ᾧ ἐστι κινηθήσεται· τοῦτο δὲ ἄτοπον. οὐδὲν γὰρ κινεῖται διὰ τὸ γενέσθαι ἐν ᾧ ἐστι. τὸ γὰρ κινούμενον ποθέν ποι κινεῖται. εἶτα καὶ τρίτον ἄλλο ἄτοπον ἐπάγει τῷ συνεχῶς κινεῖσθαι τὰ ἐπὶ τῆς εὐθείας ἀνακάμπτοντα, τὸ μεταβάλλειν τι ἐκ τούτου, ἐν ᾧ οὐδέπω ἐστίν. εἰ γὰρ τὸ φερόμενόν ποι εὐθὺ τῷ τῆς κινήσεως ἄρξασθαι ἐπ’ ἐκεῖνο φέρεται, ἐφ’ ὃ ἐλεύσεται τὸ κάτωθεν κινούμενον, εὐθὺς ἂν κινοῖτο οὐ μᾶλλον τὴν εἰς τὸ ἄνω ἢ τὴν ἐπὶ τὸ κάτω· ἀλλὰ ἡ κάτω γινομένη κίνησις ἐκ τοῦ ἄνω γίνεται· κινηθήσεται ἄρα τὸ κάτωθεν κινούμενον καὶ ἐκ τοῦ ἄνω, ἐν ᾧ οὔπω ἐστίν· οὐ γὰρ ἐξ ἄλλου τινὸς ἡ εἰς τὸ κάτω φορά· ἀλλὰ μὴν ἀδύνατον τὸ ποθὲν κινούμενον ἐκεῖθεν κινεῖσθαι μὴ ὂν ἐν ἐκείνῳ, ἐξ οὗ ἐκείνην τὴν κίνησιν κινήσεται. εἰ γάρ τις αὐτὸ λέγοι τότε τὴν κάτω κινεῖσθαι, ὅταν ἐν τῷ ἄνω γένηται, ὁμολογήσει αὐτὸ πρῶτον ἐν τῷ ἄνω γίνεσθαι· γινόμενον δὲ ἐν τῷ ἄνω καὶ ἀπογίνοιτο ἂν ἀπ’ αὐτοῦ, οὕτω δὲ οὐκέτι ἂν κινοῖτο συνεχῶς. Ἀλλ’ ἐρεῖ τις ἴσως ἐνιστάμενος, ὅτι κατὰ τοῦτον τὸν λόγον, οὐδὲ κάτωθεν ἄνω κινούμενον συνεχῶς κινήσεται· τὸ γὰρ κάτωθεν ἀρχόμενον ἐπὶ τὸ ἄνω κινεῖσθαι δεῖ πρῶτον ἐπὶ τὸ μέσον ἐνεχθῆναι, εἶθ’ οὕτως ἀπὸ τοῦ μέσου ἐπὶ τὸ ἄνω, ὥστε ἀπὸ τοῦ ἐν ᾧ οὔπω ἐστὶ κινεῖται· οὐδὲ τοῦτο ἄρα συνεχῶς κινήσεται καίτοι μὴ ἀνακάμπτον. ἀλλὰ ῥητέον, ὅτι πρῶτον μὲν ἡ ἄνω κίνησις οὐκ ἀπὸ ἡμίσεως ἢ μέσου λέγεται γίνεσθαι, ἀλλὰ κάτωθεν, ἔπειτα οὐ δεῖ τὸ συνεχῶς εἰς τὸ ἄνω κινούμενον ἐν τῷ ἡμίσει γενέσθαι· γινόμενον γὰρ ἐκεῖ ἀνάγκη καὶ ἀπογίνεσθαι καὶ ἐνεργείᾳ τὸ ἥμισυ διαιροῦν μεταξὺ ἠρεμεῖν·2 ἀλλ’ εἶναι μὲν ῥηθήσεται κατὰ τὸ ἥμισυ τὸ κινούμενον συνεχῶς ἐπὶ τὸ ἄνω, οὐ μέντοι γίνεσθαι, ἐν μέντοι τῷ ἄνω ἀνάγκη πρότερον γίνεσθαι τὸ ἐπὶ τὸ κάτω κινεῖσθαι μέλλον. οὐ γὰρ ἁπλοῦ τινος ἡ ἐπὶ τὸ κάτω κίνησις, ὥστε ἐν ᾧ οὔπω γέγονεν ὀφεῖλον γενέσθαι ἐκ τούτου ἂν ἤδη κινοῖτο. εἰ οὖν ταῦτα ἀδύνατα τό τε ἅμα τὰς ἐναντίας κινεῖσθαι καὶ τὸ ἐπὶ τὸ γενέσθαι ἐν ᾧ ἐστι κινεῖσθαι. καὶ τρίτον τὸ ἐκ τούτου κινεῖσθαί τι ἐν ᾧ οὔπω ἐστί· ταῦτα δὲ ἕπεται τῷ συνεχῆ λέγοντι τὴν ἐπὶ τῆς εὐθείας ἀδύνατον τὸ συνεχῆ αὐτὴν εἶναι. ὁ δὲ Ἀλέξανδρος καὶ ταύτην ταῖς εἰρημέναις προστίθησι τὴν ἐπιχείρησιν3 οὐκ ἀπὸ τοῦ αὐτοῦ ἀξιώματος ὁρμωμένην· “εἰ γὰρ ἀδύνατον, φησί, τῇ κατὰ φύσιν κινήσει τὴν παρὰ φύσιν εἶναι συνεχῆ καὶ μίαν, τῷ δὲ ἐπὶ τῆς εὐθείας κινουμένῳ καὶ ἀνακάμπτοντι ἀνάγκη, εἰ τὴν ἑτέραν κινεῖται κατὰ φύσιν, τὴν ἑτέραν παρὰ φύσιν κινεῖσθαι, οὐκ ἔστι δὴ συνεχὴς ἡ ἐκ τῆς κατὰ φύσιν καὶ παρὰ φύσιν συγκειμένη.”

直線の上を動くものが連続的に動きかつ折り返すということには、何か別の不合理もまた帰結する。なぜなら、もし下から動くものがΑから下方のΑへと再び連続的かつ固有の衝動にしたがって運ばれるならば、それは自らが現にあるところのものへと来るために動くことになるだろう。しかしこれは不合理である。なぜなら、何ものも自らが現にあるところのものへと来るためには動かないからである。動くものは何らかの場所から何らかの場所へと動くからである。次いで彼[アリストテレス]は、直線の上を折り返すものが連続的に動くということに対して、第三の別の不合理をも付け加える。すなわち、未だそこにいないところのものから何かが変化するということである。なぜなら、何らかの場所へと運ばれるものが運動の開始と同時に、下から動くものがそこへと来るであろうところのものへと運ばれるならば、[そのものは]上への運動を直ちに動くことは下への運動を直ちに動くことより多くはないだろうからである。だが、下に向かう運動は上から生じる。したがって、下から動くものは、未だそこにいないところの上からも動くことになるだろう。なぜなら、下への場所移動は他のいかなる場所からでもないからである。しかし実に、何らかの場所から動くものが、自らがその運動を動くことになるであろう元の場所の中に存在していないのにそこから動くことは不可能である。なぜなら、もし誰かが、そのものが上に来たその時に下への運動を動くのだと言うならば、その人はそのものがまず上に来るということを認めることになるだろう。そして上に来るならば、そこから離れ去りもするだろうし、そうであればもはや連続的には動かないだろうからである。しかしおそらく誰かが異議を唱えて、この議論によれば、下から上へと動くものさえも連続的には動かないことになる、と言うだろう。なぜなら、下から上へと動き始めるものは、まず中間へと運ばれ、次いでこのように中間から上へと運ばれねばならず、その結果、未だそこにいないところのものから動くことになるからである。したがってこれもまた、折り返さないにもかかわらず、連続的には動かないことになる、と。だが、次のように言われねばならない。すなわち第一に、上への運動は半分または中間から生じると言われるのではなく、下から生じる[と言われる]のであり、第二に、連続的に上へと動くものが半分において生じる[到達する]必要はないということである。なぜなら、そこに来る[到達する]ならば、離れ去ること、そして現勢において半分を分割して中間で静止することが必然だからである。むしろ、連続的に上へと動くものは半分において「ある」とは言われるだろうが、しかし決して「来る[到達する]」とは言われない。しかし、下へと動くはずのものは、前もって上に来る[到達する]ことが必然である。なぜなら、下への運動は単一の単純な[運動]のものではないので、未だ来ていないにもかかわらず来るべきであったところのものから、すでに動いていることになるからである。それゆえ、もしこれら、すなわち同時に反対の運動を動くこと、および現にあるところのものへと来るために動くこと、そして第三に未だそこにいないところのものから何かが動くことが不可能であり、他方でこれらのことが直線の上の[運動]が連続的であると語る者に帰結するならば、それが連続的であることは不可能である。そしてアレクサンドロスは、同じ公理から出発するのではない次の論証をも、すでに述べられた論証に付け加えている。「なぜなら彼が言うには、もし本性に反する運動が本性に即した運動と連続的かつ単一であることが不可能であり、他方で直線の上を動いて折り返すものにとって、一方〔の運動〕を本性に即して動くならば、他方〔の運動〕を本性に反して動くことが必然であるとすれば、本性に即した[運動]と本性に反する[運動]から合成された運動は決して連続的ではないからである。」

構文注3 件
  1. 8.86ἕπεται δέ τι καὶ ἄλλο ἄτοπον τῷ τὸ ἐπ’ εὐθείας κινούμενον συνεχῶς κινεῖσθαι καὶ ἀνακάμπτειν

    ἕπεται に後続する τῷ τὸ ἐπ’ εὐθείας κινούμενον συνεχῶς κινεῖσθαι καὶ ἀνακάμπτειν は名詞化された不定詞句の与格で、帰結の対象・前提(動詞 ἕπεται の支配する間接目的語)を表す。文頭の τι καὶ ἄλλο ἄτοπον が主語である。

  2. 8.86γινόμενον γὰρ ἐκεῖ ἀνάγκη καὶ ἀπογίνεσθαι καὶ ἐνεργείᾳ τὸ ἥμισυ διαιροῦν μεταξὺ ἠρεμεῖν

    対格分詞 γινόμενον と διαιροῦν は、非人称構文 ἀνάγκη [ἐστίν] に従属する不定詞 ἀπογίνεσθαι および ἠρεμεῖν の意味上の主語(対格不定詞構文)に合わせて対格で置かれ、先行する τὸ συνεχῶς εἰς τὸ ἄνω κινούμενον を受けている。

  3. 8.86ὁ δὲ Ἀλέξανδρος καὶ ταύτην ταῖς εἰρημέναις προστίθησι τὴν ἐπιχείρησιν

    指示代名詞 ταύτην と名詞 τὴν ἐπιχείρησιν が間接目的語の与格句 ταῖς εἰρημέναις および動詞 προστίθησι を挟んで大きく離隔している(倒置・分離構文、hyperbaton)。文の構造は ὁ δὲ Ἀλέξανδρος προστίθησι καὶ ταύτην τὴν ἐπιχείρησιν ταῖς εἰρημέναις である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1302.34-1303.33