← キリキアのシンプリキオス

アリストテレス『自然学』注解

§1191.23-1192.35

動物の運動連鎖と円運動の真の永遠性

シンプリキオスは、動物の自己運動と環境による因果の連鎖についての議論を検討し、個別の運動の連鎖それ自体が連続的かつ永遠な一つの運動を構成するのではなく、それらに先行する円運動こそが真に不生・永遠な運動であることを論じる。また、運動の永遠性が問われる一方でなぜ静止の永遠性が問われないのかを、欠如態の性質と円運動の留まりの観点から解明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8.20#2

ὅπως δὲ ταῦτα ἔχει τε καὶ γίνεται, φανερὸν ἔσται, φησίν, ἐκ τῶν ἑπομένων. δείξει γάρ, πῶς κινεῖται τὰ ζῷα καὶ ὑπὸ τίνος καὶ τίνα τρόπον ὅλως κινεῖται τὰ αὐτοκίνητα. Ἐπιστῆσαι δὲ ἄξιον ἐν τούτοις, εἰ μηδεμιᾶς κινήσεως τοπικῆς ἀρχὴ τὸ ζῷόν ἐστιν, ἀλλ’ ἔξωθεν τὴν ἀρχὴν ἔχουσι πᾶσαι· οὐ γὰρ μόνον ἐπὶ ποτὸν ἢ βρῶσιν ἤ τι τῶν τοιούτων κινούμεθα διὰ τὴν ἐν τῷ σώματι θερμότητα καὶ διαφόρησιν, ἀλλὰ καὶ μαθημάτων ἕνεκα καὶ χρηματισμοῦ καὶ τιμῆς καὶ δυναστείας καὶ διὰ καθήκοντος ἀποπλήρωσιν κινούμεθα πολλὰς κινήσεις κατὰ τόπον, καὶ οὐχ ἡμεῖς μόνον, ἀλλὰ καὶ τὰ ἄλογα ζῷα φαντασίας κινηθείσης ἐπὶ τόπους ὁρμᾷ τινας. ἀλλὰ καὶ τούτων, φαίη ἄν τις, ἔξωθέν ἐστιν ἡ ἀρχὴ τῆς κινήσεως· τὸ γὰρ ὀρεκτὸν κινοῦν τὴν φαντασίαν ἢ τὴν διάνοιαν ἐγείρει πρὸς τὴν κατὰ τόπον τοῦ ζῴου κίνησιν, τὸ δὲ ὀρεκτὸν ἀκίνητον ὂν κινεῖ. ὅλως δὲ ὁ τὴν ἀπὸ τῶν ζῴων ἔνστασιν λύσας τί ἄρα βούλεται δεῖξαι; ὅτι τῆς κατὰ τόπον τῶν ζῴων κινήσεως προηγεῖται ἄλλη κίνησις, ἡ τῆς διανοίας ἢ φαντασίας καὶ ἐκείνης ἡ ἐν τῷ σώματι καὶ ἐκείνης ἡ τοῦ περιέχοντος; καὶ τί τοῦτο; οὐδὲ γὰρ μία καὶ συνεχὴς ἡ τοιαύτη κίνησις ἐκ διαφόρων εἰδῶν συνεστῶσα, τῆς κατὰ τόπον καὶ τῆς φανταστικῆς καὶ ἀλλοιωτικῆς· οὔτε μέντοι ἀΐδιος ἡ τοιαύτη· οὐ πάντως γὰρ ἡ τοῦ σώματος ἀλλοίωσις κινεῖ τὴν διάνοιαν ἢ τὴν ὄρεξιν, οὐδὲ αὕτη κινηθεῖσα πάντως κινεῖ κατὰ τόπον τὸ ζῷον, οὐδὲ ἡ κατὰ τόπον τούτου κίνησις πάντως ἄλλο τι κινεῖ. πῶς οὖν ἐκ τούτων βεβαιοῦται τὸ ἀγένητον καὶ ἀΐδιον εἶναι τὴν κίνησιν μίαν οὖσαν καὶ συνεχῆ; μήποτε οὖν οὐ τοῦτο πρόκειται διὰ τῆς τῶν ἐνστάσεων τούτων λύσεως τὸ τὰς μερικὰς πάσας κινήσεις μίαν συνεχῆ δεῖξαι κίνησιν ἀγένητον καὶ ἀνέκλειπτον· καὶ γὰρ σαφῶς ἐν τῇ λύσει τῆς προτέρας ἐνστάσεως ἐνδέδωκε μὴ εἶναι τῷ ἀριθμῷ μίαν τὴν εἰς τὰ ἐναντία κίνησιν, καὶ ἀναγκαῖον εἰπὼν εἶναι τοῦτο, εἴπερ μὴ ἀεὶ μίαν καὶ τὴν αὐτὴν εἶναι δυνατὸν τὴν τοῦ ἑνὸς κίνησιν. ἀλλ’ ἐπειδὴ αἱ πρὸς τὸ ἄναρχον τῆς κινήσεως ἐνστάσεις μερικάς τινας κινήσεις προέφερον ἀπ’ ἀρχῆς τινος γινομένας, τὰς λύσεις, οἶμαι, πρὸς τοῦτο μόνον ὑπαντῆσαι δεικνύσας,1 ὅτι αἱ προβληθεῖσαι ὡς ἄναρχοι κινήσεις οὐκ εἰσὶν ἄναρχοι, ἀλλ’ ἔχουσί τινας ἀρχάς, οὐ μέντοι ὅτι εἰς μίαν ἄναρχόν εἰσι συντεταγμέναι· οὐδὲ γὰρ τὴν ἐκ τούτων βούλεται ἀγένητον καὶ ἄφθαρτον δεῖξαι, ἀλλ’ ἐκείνην, ἣν ἐνδείκνυται, ὅτε ἔλεγεν, ὅτι κἂν αἱ εἰς τὰ ἐναντία κινήσεις μὴ ὦσι συνεχεῖς καὶ μία, ἀλλ’ ὅμως οὐδὲν κωλύει εἶναί τινα τὴν αὐτὴν τῷ συνεχῆ εἶναι καὶ ἀΐδιον. αὕτη δέ ἐστιν ἡ κυκλοφορία, εἰς ἣν ὁ πᾶς αὐτῷ λόγος τείνει ὁ περὶ τῆς μιᾶς ἀνάρχου καὶ ἀτελευτήτου κινήσεως, ὡς ἐκείνης προηγουμένης πασῶν τῶν ἐχουσῶν ἀρχὴν κινήσεων, καὶ δι’ ἐκείνην καὶ πρὸ πάσης μερικῆς κινήσεως2 καὶ μετὰ πᾶσαν οὔσης ἄλλης κινήσεως, διότι εἰς ἐκείνην ἀναφέρονται, ἔσται δὲ τοῦτο ἐν τοῖς ἑξῆς σαφέστερον, ὅταν ἡ μία κίνησις ἡ ἀΐδιος ζητῆται. τέως δὲ ἀγένητον καὶ ἄναρχον μέχρι νῦν τὴν κίνησιν ἔδειξεν οὐχ ὡς μίαν οὖσαν καὶ συνεχῆ, ἀλλ’ ὅτι πρὸ πάσης κινήσεώς ἐστιν ἄλλη καὶ μετὰ πᾶσαν ἄλλη. ἀπὸ ταύτης δὲ ὁρμώμενος ἐν τοῖς ἑξῆς εὑρήσει τὴν μίαν καὶ συνεχῆ καὶ ἀΐδιον τὴν τῆς κυκλοφορίας, ἥτις καὶ τούτων τῶν ἀδιαλείπτων κινήσεών ἐστιν αἰτία. ἀλλὰ διὰ τί περὶ κινήσεως μὲν προὐβάλετο ζητεῖν, εἴτε ἀΐδιος ἡ κίνησις εἴτε οὔ, περὶ δὲ ἠρεμίας οὐκέτι; ἢ ὅτι ἡ ἠρεμία στέρησίς ἐστι κινήσεως, οὐδεμία δὲ στέρησις ἀΐδιος, ὅτι μηδὲ ἀϊδίου πράγματος εἶναι δύναται· οὐδὲ γὰρ συνυπάρχει ἡ στέρησις τῇ ἕξει, ἀλλὰ τὰς γινομένας καὶ φθειρομένας κινήσεις διαδέχεται. ἡ μέντοι στάσις καὶ μονὴ οὐκέτι στέρησις οὖσα, ἀλλ’ ἐναντία τῇ κινήσει, ἄναρχός ἐστι καὶ αὕτη καὶ ἀΐδιος ὥσπερ ἡ κύκλῳ κίνησις. περὶ μένον γὰρ αὕτη γίνεται πάντως.3

これらがどのようにあり、どのように生じるかは、彼が言うには、以下の事柄から明らかになるであろう。なぜなら彼は、動物たちがどのように、また何によって動かされるか、そして全体として自ら動くものたちがどのような仕方で動くかを示すであろうからである。ところでこれらにおいて考察に値するのは、動物はいかなる場所的運動の始元でもなく、すべての[運動]が外部に始元をもつのかどうか、ということである。なぜなら我々は、身体における熱や発散のために飲み物や食べ物、あるいはその類のものへと動かされるだけでなく、学問のため、金儲けのため、名誉のため、権力のため、また義務の完遂のためにも、場所に従って多くの運動を動かされるのであり、そして我々だけでなく、理性を欠いた動物たちも、表象が動かされた時にある場所へと向かうからである。しかしこれらについても、運動の始元は外部にある、と誰かが言うかもしれない。なぜなら欲求の対象が表象や思考を動かすことによって動物の場所的運動へと目覚めさせるのであり、欲求の対象は不動でありながら動かすからである。しかし全体として、動物に由来する異論を解消した彼は、いったい何を示そうとしているのか。動物たちの場所的運動に別の運動、すなわち思考や表象の運動が先行し、その運動に身体における運動が、そしてその運動に取り巻く環境の運動が先行するということか。そしてそれが何だというのか。なぜなら、そのようないろいろな種、すなわち場所的なもの、表象的なもの、変容的なものから合成された運動は、一つでも連続したものでもないからである。もっとも、そのような[運動]は永遠でもない。なぜなら身体の変容が思考や欲求を動かすとは限らず、またこれ[欲求]が動かされたからといって必ず動物を場所に従って動かすわけでもなく、またこの[動物]の場所的運動が必ず他の何かを動かすわけでもないからである。それならいかにして、これらから運動が一つであり連続的であって不生かつ永遠であることが確証されるのか。それなら、これら異論の解消を通じて目指されているのは、すべての個別の運動を、不生で絶えることのない一つの連続した運動として示すことではないのではないか。実際、先行する異論の解消において彼[アリストテレス]は、対立するものへ向かう運動は数において一つではないことを明確に認めており、もしある一つのものの運動が常に一つかつ同一であることが可能でないならば、これは必然であると述べている。しかし運動が無始であることに対する諸異論が、何らかの始元から生じるある個別の運動を持ち出したので、諸解消は、無始なものとして提出された運動は無始なのではなく何らかの始元をもっていることを示して、ただこの[点]にのみ対応したのであり(私はそう考える)、それらが一つの無始な運動へと組織されていることを示したのではない。なぜなら彼はこれらから成る[運動]を不生不滅として示そうと望んでいるのではなく、彼が、対立するものへ向かう運動が連続的で一つではないとしても、それでも連続的であることによって同一でありかつ永遠であるような何らかの運動が存在することを妨げるものは何もない、と述べていた時に指し示していたあの運動を示そうとしているからである。そしてこれこそが円運動であり、一つの無始かつ無終の運動についての彼の議論全体がそれへと向けられているのであって、それはあの[円運動]が始元をもつすべての運動に先行し、あの運動のゆえに、あらゆる個別的運動の前にも後にも別の運動が存在する(それらの運動があの運動へと還元されるがゆえに)からである。そしてこのことは、後続の箇所において、一つの永遠な運動が探求される時により明白となるであろう。しかし当面の間、今までのところ彼は運動が不生かつ無始であることを、それが一つであり連続的であるとして示したのではなく、あらゆる運動の前に別の運動があり、あらゆる運動の後に別の運動があるということによって示したのである。そしてこれを出発点として、彼は後続の箇所で、一つで連続的かつ永遠な円運動の運動を発見するであろう。そしてこれこそが、これら途切れのない運動の原因でもあるのである。ところでなぜ彼は運動については、運動が永遠であるか否かを探求することを提起したのに、静止についてはもはや提起しなかったのか。それは、静止は運動の欠如態であり、いかなる欠如態も、永遠の事物の欠如態であることもできないがゆえに永遠ではないからか。なぜなら欠如態は所有態と共存するのではなく、生起し消滅する運動たちを交代で引き継ぐからである。しかしながら、もはや欠如態ではなく運動に対立するものとしての停止や留まりは、円運動と同様にそれ自身も無始であり永遠である。なぜなら円運動は、留まるものの周りに必ず生じるからである。

構文注3 件
  1. 8.20τὰς λύσεις, οἶμαι, πρὸς τοῦτο μόνον ὑπαντῆσαι δεικνύσας

    挿入的に置かれた οἶμαι が対格不定詞構文(τὰς λύσεις ... ὑπαντῆσαι)を支配しており、δεικνύσας は τὰς λύσεις に一致する現在能動態分詞の女性複数対格。先行する ἐπειδή 節の理由を受け、「諸解消は…を示してただこの点にのみ対応したのだ、と私は考える」という構文骨格をなしている。

  2. 8.20ὡς ἐκείνης προηγουμένης πασῶν τῶν ἐχουσῶν ἀρχὴν κινήσεων, καὶ δι’ ἐκείνην καὶ πρὸ πάσης μερικῆς κινήσεως καὶ μετὰ πᾶσαν οὔσης ἄλλης κινήσεως

    接続詞 ὡς に導かれた二つの属格絶対構文(ἐκείνης προηγουμένης と οὔσης ἄλλης κινήσεως)が並列され、アリストテレスの議論全体が円運動へと向かう理由・根拠を述べている。

  3. 8.20περὶ μένον γὰρ αὕτη γίνεται πάντως

    代名詞 αὕτη は文脈上、直前の「円運動(ἡ κύκλῳ κίνησις)」を指す。円運動が常に留まっているもの(中心軸など)の周りに生じるという物理的事実が、留まり(μονή)が無始かつ永遠である根拠として提示されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1191.23-1192.35