← キリキアのシンプリキオス

アリストテレス『自然学』注解

§1180.8-1181.22

循環的生成と現実態的無限の混同批判

シンプリキオスは、火の生成や過去の諸運動が現実態において無限ではなく「現在」や循環的生成によって有限化されていることを論じ、ピロポノスがアリストテレスの言う「無限に進むもの」と「現実態における無限」を混同して誤謬に陥っていることを『自然学』第3巻および『生成消滅論』第2巻を引いて論駁する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8.13#7

ὥστε τῆς τοῦ μερικοῦ τοῦδε πυρὸς κινήσεως οὐ προϋπάρχει ἄπειρος ἐνεργείᾳ κίνησις· πεπέρανται γοῦν ἡ μέχρι νῦν τῷ νῦν τούτῳ. οὐδὲ κωλύεται γίνεσθαι τοδὶ τὸ πῦρ διὰ τὰς προϋπαρχούσας κινήσεις, ὅτι πεπερασμέναι εἰσὶν ἐπὶ τὸ γινόμενον· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰ ὑπάρχοντα αἴτια τοῦ πυρὸς πεπερασμένα ἐστίν, εἴπερ ἡ γένεσις τοῖς τέτρασι στοιχείοις ἐξ ἀλλήλων ἐστὶ κύκλῳ περιοῦσα. πῦρ γὰρ ἐξ ἀέρος καὶ ἀὴρ ἐξ ὕδατος καὶ ὕδωρ ἐκ γῆς καὶ γῆ ἐκ πυρός, καὶ πάλιν πῦρ ἐξ ἀέρος καὶ τοῦτο ἐπ’ ἄπειρον. ἔδει δὲ τὴν τοῦ ἐπ’ ἄπειρον φύσιν, καὶ τίνι διαφέρει τοῦτο τοῦ κατ’ ἐνέργειαν ἀπείρου παρὰ τοῦ Ἀριστοτέλους μαθόντα, οὕτως εἴ τι πρὸς αὐτὴν εἶχεν ἀπορεῖν, ἀλλ’ οὐχὶ τὰ ἐπὶ τοῦ κατ’ ἐνέργειαν ἀπείρου συναγόμενα ἄτοπα τῷ ἐπ’ ἄπειρον προσάγειν.1 λέγει δὲ περὶ τοῦ τοιούτου ἀπείρου τοῦ ἐπ’ ἄπειρον ὁ Ἀριστοτέλης ἐν τῷ τρίτῳ ταύτης τῆς πραγματείας τάδε· “ὅλως μὲν γὰρ οὕτως ἐστὶ τὸ ἄπειρον τῷ ἀεὶ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι, καὶ τὸ λαμβανόμενον μὲν ἀεὶ πεπερασμένον, ἀλλ’ ἀεί γε ἕτερον καὶ ἕτερον.” ἔτι τὸ εἶναι πλεοναχῶς λέγεται. “ὥστε τὸ ἄπειρον οὐ δεῖ λαμβάνειν ὡς τόδε τι, οἷον ἄνθρωπον ἢ οἰκίαν, ἀλλ’ ὡς ἡ ἡμέρα λέγεται καὶ ὁ ἀγών, οἷς τὸ εἶναι οὐχ ὡς οὐσία γέγονεν, ἀλλ’ ἀεὶ ἐν γενέσει καὶ φθορᾷ πεπερασμένον, ἀλλ’ ἀεὶ ἕτερον καὶ ἕτερον.” κἂν πρὸ ἐμοῦ οὖν ὁ πατήρ, καὶ πρὸ τοῦ ἐμοῦ πατρὸς ὁ ἐκείνου, καὶ τοῦτο ἐπ’ ἄπειρον ἀναλύοιμεν ὡς μὴ οὔσης ἀρχῆς, ἀλλ’ οὐκ ἔστιν ἄπειρα τὰ προγεγονότα· πεπέρανται γοῦν τέως εἰς ἐμὲ ἀλλ’ οὐκ ἔστη, ἀλλ’ ἀεὶ ἕτερον καὶ ἕτερον διαδέχεται ἀεὶ πεπερασμένον. Τοιαύτη μὲν οὖν ἐστιν ἡ τῶν ἀτόμων γένεσις καὶ φθορὰ οὐδέποτε μὲν ἐπιλείπουσα, ἀεὶ δὲ ἐν πέρατι οὖσα διὰ τὴν τοῦ ἐπ’ ἄπειρον φύσιν. ὁ δὲ Γραμματικὸς ἐπὶ τοῦ κατ’ ἐνέργειαν ἀπείρου τὰ ἀξιώματα λαβὼν ἀληθεύοντα τοῦ μηδὲ ὑφεστηκότος ὅλως, ὡς καὶ αὐτὸς ὁμολογεῖ· “εἴ τινος, φησίν, εἰς γένεσιν ἄπειρα δέοι προυποστῆναι ἓν ἐξ ἑνὸς γινόμενον, τοῦτο ἀδύνατον γενέσθαι, ὅτι ἀπείρους αὐτῆς κινήσεις ἀναγκαῖον ἦν προϋπάρχειν”, σαφῶς τὸ ἀδύνατον τὸ τῷ ἐνεργείᾳ ἅμα ὄντι ὅλῳ ἀπείρῳ καὶ πανταχόθεν ἀπείρῳ ἑπόμενον τῷ ἐπ’ ἄπειρον προσάγων,2 ἐν ᾧ πᾶν τὸ λαμβανόμενον ἐστὶ πάντως, ἀλλ’ ἀεὶ ἕτερον καὶ ἕτερον. ἀπείρων μὲν γὰρ ὄντων κατ’ ἐνέργειαν τῶν προγεγονότων οὐκ ἄν τι ὄντως ἐξ αὐτῶν γένοιτο οὐ μόνον, ὅτι οὐδέν ἐστιν ἔξω τοῦ ἀπείρου, ἀλλ’ ὅτι οὐκ ἔστι συναφθῆναι τῷ ἀπείρῳ τὸ γινόμενον μήτε ἀρχὴν ἔχοντι μήτε τέλος. ὁ δὲ Ἀριστοτέλης ἐν τῷ δευτέρῳ τῆς Περὶ γενέσεως, ἐπειδὴ καὶ ἐκείνων οὗτος ἐμνήσθη, μηδὲν τῶν ἐκεῖ λεγομένων νοήσας, οὐχὶ τῇ ἐπ’ ἄπειρον ὑποτιθεμένῃ τῶν γινομένων καὶ φθειρομένων προόδῳ ἀκολουθεῖν φησι τὸ μὴ γίνεσθαι τὰ στοιχεῖα, ὡς οὗτος ᾠήθη, μηδὲ τοῦτο δυνηθεὶς ἐννοῆσαι, ὅτι αὐτὸ τοῦτο προὔκειτο ἐν ἐκείνοις τῷ Ἀριστοτέλει ἐπ’ ἄπειρον μὲν καὶ ἀίδιον δεῖξαι τῶν στοιχείων τὴν εἰς ἄλληλα μεταβολὴν ἀνακυκλουμένην, ἀλλ’ οὐ τῷ ἀπείρους κατ’ ἐνέργειαν ὑποτεθῆναι τὰς εἰδοποιοὺς τῶν στοιχείων ἐναντιώσεις. τοῦτο δὲ ἀκολουθεῖ τοῖς λέγουσιν οὐκ ἐπ’ ἄπειρον ἁπλῶς, ὥσπερ ἡμεῖς λέγομεν, ἀνακυκλούμενα τῷ εἴδει, ἀλλὰ κατ’ εἶδος ἐπ’ ἄπειρον ἐξαλλάττεσθαι τὰ γινόμενα ἐπ’ εὐθείας προϊόντα, οἷον ἐκ πυρὸς ἀέρα καὶ ἐξ ἀέρος ὕδωρ καὶ ἐξ ὕδατος γῆν καὶ ἐκ γῆς ἄλλο τι κἀξ ἐκείνου πάλιν ἄλλο ἐπ’ ἄπειρον, οὕτω τῷ εἴδει διαφέροντα. εἰ δὲ τοῦτο, ἀνάγκη ἀπείρους εἶναι κατ’ ἐνέργειαν ἐν τῇ φύσει τῶν ὄντων τὰς εἰδοποιοὺς τῶν στοιχείων ἐναντιώσεις, καθ’ ἃς ἡ μεταβολὴ γίνεται· ὡς γὰρ οὐκ ἂν ἦν τοῦ λευκοῦ εἰς τὸ μέλαν μεταβολή, εἰ μὴ ἦν τὸ μέλαν ἐν τοῖς οὖσιν, οὕτως οὐκ ἂν ἦν ἐπ’ ἄπειρον κατ’ εἶδος ἐξαλλάττεσθαι, εἰ μὴ ἦν ἄπειρα τῷ ἀριθμῷ εἴδη. πεπερασμένων γὰρ ὄντων ἀδύνατον ἦν ἐπ’ ἄπειρον τὴν κατ’ εἶδος ἐξαλλαγὴν γίνεσθαι· ἐπέλιπε γὰρ ἄν.

したがって、この個別的な火の運動に先立って現実態において無限である運動が存在しているわけではない。少なくとも、現在に至るまでの運動はこの現在によって有限化されているからである。また、先行して存在する諸運動によってこの火が生じるのを妨げられることもない。それらは生じつつあるものに至るまで有限であるからである。そしてこれだけでなく、火の現に存在する原因たちも有限である、もし四元素の生成が循環して互いから生じるものであるとするならば。なぜなら、空気から火が、水から空気が、土から水が、火から土が、そして再び空気から火が生じ、これが無限に続くからである。しかし、無限に進むものの本性と、これが現実態における無限と何において異なっているかをアリストテレスから学んだ上で、そうしてもしそれに対して何らかのアポリアを呈すべきものを持っていたなら呈すべきであったのであり、現実態における無限について帰結する不条理を、無限に進むものに適用すべきではなかったのである。そしてアリストテレスはこの著作の第三巻において、無限に進むものというこのような無限について次のように述べている。「一般に、無限とは常に次々と別のものが取られることによってこのように存在し、取られるものは常に有限であるが、常に次から次へと別のものなのである」。さらに、存在は多義的に言われる。「それゆえ、無限を、人間や家のような特定のこれとして受け取るべきではなく、昼や競技の勝負が言われるように受け取るべきである。これらにとっては、その存在は実体として生じたのではなく、常に生成と消滅のうちにあって有限であるが、常に次から次へと別のものなのである」。それゆえ、私の前に父があり、私の父の前に彼の父があり、このようにして始元が存在しないものとして無限に遡及するとしても、先行して生じた諸々のものが無限であるわけではない。少なくとも現時点では私に至るまで有限化されているが、止まったわけではなく、常に有限である別のものが次から次へと引き継いでいくのである。それゆえ、個物の生成と消滅はこのようなものであり、決して途絶えることはないが、無限に進むものの本性ゆえに、常に限界の内にあるのである。しかし文法学者は、まったく存立しさえしない現実態における無限について公理が真実を語っていると受け取った(このことは彼自身も認めている通りである。「もし何ものかの生成のために、一つから一つが生じつつ無限なものが先行して存立しなければならないとすれば、そのようなものが生じることは不可能である。なぜならそれ〔生成〕に無限の運動が先行して存在することが必然であったからである」と彼は言う)が、彼は現実態において同時に存在する全体として無限でありあらゆる点で無限であるものに伴う不可能性を、無限に進むものに明らかに当てはめており、無限に進むものにおいては、取られるものはすべてまったく有限であるが、常に次から次へと別のものなのである。なぜなら、先行して生じた諸々のものが現実態において無限であるとするなら、真にそれらから何かが生じることはあり得ないだろうが、それは無限の外には何ものもないという理由だけでなく、生じつつあるものが、始まりも終わりも持たない無限なものに接続することはあり得ないからである。そしてアリストテレスは『生成消滅論』第二巻において(この者がそこでの議論をも想起したものの、そこで語られていることを何一つ理解しなかったためであるが)、この者が考えたように、生成し消滅するものの無限への前進が想定されることに元素が生じないということが帰結する、と述べているのではなく、この者は、まさに元素の相互への転化が循環して無限かつ永遠であることを示すことこそがそこでのアリストテレスの目的であったのであり、元素の種形成的な対立が現実態において無限であると仮定されることによるのではない、ということすら理解することができなかったのである。しかしこのこと[=元素が生じないこと]は、私たちが言うように種において循環しながら単に無限に進むのではなく、生じるものどもが直線的に進みつつ種において無限に別のものへと変わると述べる者たち、例えば火から空気、空気から水、水から土、土から別の何か、そしてそれからさらに別の何かへと無限に、このように種において異なるものへとなっていくと述べる者たちに帰結するのである。そしてもしそうであるなら、転化が生じる拠り所となる元素の種形成的な諸対立が、存在するものの本性において現実態において無限であることが必然である。なぜなら、白から黒への転化が存在するものの中に黒がなかったとしたら存在しなかったであろうように、もし種が数において無限でなかったとしたら、種において無限に別のものへと変わることはあり得なかったであろうからである。というのも、もし種が有限であるなら、種における変化が無限に生じることは不可能であったはずであり、途絶えてしまったであろうからである。

構文注2 件
  1. 8.13ἔδει δὲ τὴν τοῦ ἐπ’ ἄπειρον φύσιν, καὶ τίνι διαφέρει τοῦτο τοῦ κατ’ ἐνέργειαν ἀπείρου παρὰ τοῦ Ἀριστοτέλους μαθόντα, οὕτως εἴ τι πρὸς αὐτὴν εἶχεν ἀπορεῖν, ἀλλ’ οὐχὶ τὰ ἐπὶ τοῦ κατ’ ἐνέργειαν ἀπείρου συναγόμενα ἄτοπα τῷ ἐπ’ ἄπειρον προσάγειν

    非人称構文 ἔδει に動詞 μαθόντα(対格分詞)が意味上の主語として結びつき、不定詞 ἀπορεῖν(εἴ τι ... εἶχεν ἀπορεῖν で条件文的帰結を含む)とそれに続く ἀλλ’ οὐχὶ ... προσάγειν が並列して統語されている。文脈上「〜を学んだ上で疑念を呈すべきであったのであり、不条理を当てはめるべきではなかった」という批判の対比構造をなす。

  2. 8.13ὁ δὲ Γραμματικὸς ἐπὶ τοῦ κατ’ ἐνέργειαν ἀπείρου τὰ ἀξιώματα λαβὼν ἀληθεύοντα τοῦ μηδὲ ὑφεστηκότος ὅλως, ὡς καὶ αὐτὸς ὁμολογεῖ· ... σαφῶς τὸ ἀδύνατον τὸ τῷ ἐνεργείᾳ ἅμα ὄντι ὅλῳ ἀπείρῳ καὶ πανταχόθεν ἀπείρῳ ἑπόμενον τῷ ἐπ’ ἄπειρον προσάγων

    文頭の主格 ὁ δὲ Γραμματικός に対する定動詞が存在せず、分詞 λαβών と προσάγων が連続して主節の述語の機能を担う破格構文(アナコロウトン)となっている。長い引用挿入句(εἴ τινος ... προϋπάρχειν)を挟んだ後、分詞 προσάγων が実質的な述語として文を締めくくっている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1180.8-1181.22