← キリキアのシンプリキオス

アリストテレス『自然学』注解

§1173.3-1174.16

一挙的な消滅と広義の運動を巡るピロポノス批判

シンプリキオスは、「無時間的・一挙的な生成や消滅があるため、すべての消滅が運動によるのではない」というフィロポノスの異論に対し、アリストテレスの言う「一挙」とは時間が存在しないことではなく変化の終点または全体的生起を指すこと、およびアリストテレスがここでの「運動」を生成・消滅を含む広義の「変化」と同義で用いていることを論じて反駁する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8.13#2

εἰ γὰρ μὴ πάντα διὰ κινήσεως γίνεται τὰ γινόμενα, ἀλλ’ ἔστιν ἀθρόα γένεσις κατὰ Ἀριστοτέλη χωρὶς κινήσεως καὶ χρονικῆς παρατάσεως, ἔστι καὶ φθορὰ τοιαύτη, ὡς ἡ τῶν τελείων εἰδῶν ἐν τοῖς ὑποκειμένοις παρουσία τε καὶ ἀναχώρησις καὶ ὡς τὰ σημεῖα γίνεται ἐν τῇ ἑνώσει καὶ ὡς αἱ ἁφαὶ καὶ ἀστραπαὶ καὶ ἡ τῆς ὀπτικῆς αἰσθήσεως ἀντίληψις. οὐ πᾶν ἄρα τὸ φθειρόμενον διὰ κινήσεως φθείρεται”. ὥστε φαίη ἄν (αὐτὸς γὰρ ἀσυμπέραντον, ὡς ἐμοὶ δοκεῖ, καταλέλοιπε τὸν λόγον), ὅτι1 κἂν φθείρηται τὸ φθεῖρον, οὐ πάντως διὰ κινήσεως φθείρεται. “καὶ εἰ ὁ θεός, φησίν, ὁ δημιουργὸς ἄνευ χρονικῆς παρατάσεως παράγει τὸν οὐρανὸν καὶ τὸν κόσμον ἀμέσως ὑπ’ αὐτοῦ παραγόμενα, καὶ ὅτε φθεῖραι τὸν κόσμον θελήσοι, ἄχρονος, φησίν, ἔσται αὐτοῦ καὶ ἡ φθορά”. ταῦτα μὲν οὖν εἶπεν οὗτος βουλόμενος μὴ πᾶν τὸ φθειρόμενον διὰ κινήσεως φθείρεσθαι. ἔδει δὲ καὶ τῶν ἐνταῦθα λεγομένων ὑπὸ τοῦ Ἀριστοτέλους ἀκούσαντα, ἐν οἷς φησι “καὶ γὰρ ἡ φθορὰ μεταβολή τίς ἐστι”, καὶ τῶν ἐν τῷ πέμπτῳ τῆσδε τῆς πραγματείας, ἐν οἷς φησι· “πᾶσα μεταβολὴ ἔκ τινος εἴς τι· δηλοῖ δὲ καὶ τοὔνομα (μετ’ ἄλλο γάρ τι καὶ τὸ μὲν πρότερον δηλοῖ, τὸ δὲ ὕστερον)” καὶ ὅτι ἡ γένεσις καὶ φθορὰ μεταβολαὶ κατ’ οὐσίαν εἰσί, τούτων οὖν ἀκούσαντα ἐχρῆν ἐννοεῖν,2 ὅτι ὅταν ὁ Ἀριστοτέλης ἀθρόαν τινὰ λέγῃ γένεσιν ἢ φθορὰν ἢ ἀλλοίωσιν, οὐχ οὕτω λέγει ὡς ἄνευ μεταβολῆς γινομένην καὶ χρόνου (ἄλλο γὰρ μετ’ ἄλλο καὶ ἐν ταύταις, καὶ πρότερον καὶ ὕστερον καὶ παράτασις ἔνεστι καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, καὶ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὂν μετάβασις), ἀλλὰ συνῃρημένη ἐν τούτοις ἡ παράτασις καὶ ἡ μεταβολὴ καὶ ὁ χρόνος.3 διὸ καὶ τὸ ἀθρόον αὐτοῖς προσεῖναι δοκεῖ οὐ κατὰ τὴν ὅλην μεταβολὴν ἐν τούτοις θεωρούμενον, ἀλλὰ κατὰ τὸ τέλος αὐτῆς. τίς γὰρ ἂν τὴν τῆς οἰκίας οἰκοδόμησιν ἄχρονον λέγοι; ἀλλὰ τὸ τέλος τοῦ εἴδους, οὐχὶ τὸ εἶδος ἁπλῶς, ἡ τῆς ἐσχάτης κεραμίδος ἐπίθεσις παρέχεται, ὥσπερ καὶ τὴν ἀρχὴν τῆς φθορᾶς ἡ ἀφαίρεσις αὐτῆς· καὶ οὕτω τὸ εἶδος ἀχρόνως παραγίνεσθαι καὶ ἀπογίνεσθαι λέγεται· καὶ ἡ τῆς γραμμῆς δὲ διαίρεσις καὶ ἕνωσις καὶ τὰ ἄλλα τὰ παρατεθέντα οὐκ ἂν γένοιτο μὴ πρότερον κινηθέντων τινῶν τινα κίνησιν, ἧς ἐν τῷ πέρατι ταῦτα ὑφίσταται. καὶ εἴ τις εἰς τὰ ἐκφανῆ πέρατα ἀποβλέπων ἄχρονα νομίζοι, καὶ τὰ ζῷα ἂν ἀχρόνως γίνεσθαι λέγοι καὶ τὰ φυτὰ τῷ τέλει τὴν κίνησιν χαρακτηρίζων· καίτοι ἄλλο τὸ γίνεσθαί ἐστι καὶ ἄλλο τὸ γεγονέναι. καὶ ἐν τῷ γίνεσθαι μάλιστα ἡ γένεσις θεωρεῖται, ἀλλ’ οὐκ ἐν τῷ γεγονέναι, καὶ ἐν τῷ κινεῖσθαι ἡ κίνησις, ἀλλ’ οὐκ ἐν τῷ κεκινῆσθαι. εἰ δὲ ἔν τισι συνῄρηται μᾶλλον ἡ τῆς γενέσεως καὶ ἀλλοιώσεως παράτασις ὡς ἐπὶ τῆς ἀστραπῆς καὶ τῆς ἁφῆς καὶ τῆς τοῦ γάλακτος πήξεως λέγεται καὶ τοῦ ὕδατος, ἐφ’ ὧν ἀθρόα λέγεται ἡ μεταβολή, οὐ κατὰ τὸ ἄχρονον λέγεται τὸ ἀθρόον, ἀλλὰ κατὰ τὸ καθ’ ὅλον αὐτὴν γίνεσθαι καὶ μὴ κατὰ μέρος. ὅλως δὲ οὐ δεῖ νομίζειν ἄνευ τοῦ γίνεσθαι γεγονέναι· καίτοι καὶ τὸ γεγονέναι, εἰ μὴ ὄνομα μόνον ἐστὶν ἄσημον, τὸ διὰ γενέσεως ὑποστῆναι δηλοῖ καὶ τὸ ἐφθάρθαι τὸ διὰ φθορᾶς ὁδεῦσαι. Μήποτε δὲ οὗτος τὸ μὲν διὰ γενέσεως καὶ φθορᾶς δίδωσι,4 τὸ δὲ διὰ κινήσεως οὐ συγχωρεῖ μὴ ἐννοῶν, ὅτι τὴν κίνησιν ἀίδιον ὁ Ἀριστοτέλης φησὶν ἐν τούτοις τὴν κοινῶς καὶ τῆς γενέσεως καὶ τῆς φθορᾶς κατηγορουμένην καὶ εἰς ταὐτὸν ἰοῦσαν τῇ μεταβολῇ. διὸ καὶ οὕτως εἶπεν “καὶ γὰρ ἡ φθορὰ μεταβολή τίς ἐστι” καὶ πρὸ τούτου “καθάπερ γὰρ ἐπὶ τοῦ γενέσθαι κίνησιν συνέβαινε προτέραν τινὰ εἶναι μεταβολὴν τῆς πρώτης, οὕτως ἐνταῦθα ὑστέραν τῆς τελευταίας”, ἀδιαφόρως χρώμενος τῷ τῆς κινήσεως καὶ τῆς μεταβολῆς ὀνόματι, μᾶλλον δὲ ἐνδεικνύμενος, ὅτι κἂν ἄλλο τι κινήσεως εἶδος ᾖ τὸ πρῶτον ἢ ὕστερον ὑποτιθέμενον, ἄλλο δὲ μεταβολῆς ὁποιονοῦν εἶδος τὸ πρὸ τῆς πρώτης καὶ μετὰ τὴν ὑστέραν, καὶ οὕτως ἀίδιος ἡ κίνησις, κἂν ἐν ἄλλῳ καὶ ἄλλῳ εἴδει ὑφεστήκῃ.

「なぜなら、生起するもののすべてが運動によって生起するのではなく、アリストテレスによれば運動や時間的持続を伴わない一挙の生起が存在するならば、そのような消滅もまた存在するからである。例えば、基体における完全な形相の臨在および退去のように、また結合において点が生じるように、あるいは接触や雷光、視覚的知覚の受容のように。したがって、消滅するもののすべてが運動によって消滅するわけではない。」それゆえ彼は(というのも彼自身は、私に思われるところでは、議論を結論づけぬまま遺したのであるが)、破壊するものが破壊されるとしても、必ずしも運動によって破壊されるのではない、と言うであろう。「そしてもし創造主たる神が」と彼は言う、「神によって直接に産出される天と宇宙を時間的持続なしに産出するならば、宇宙を消滅させようと欲するときにも、それの消滅もまた無時間的なものとなるであろう」と彼は言う。さて、この者は消滅するもののすべてが運動によって消滅するのではないことを望んで、これらのことを述べたのである。しかし、ここでアリストテレスによって語られていること、その中で彼が「なぜなら消滅もまた何らかの変化だからである」と述べていること、ならびに本論考の第5巻において、彼が「すべての変化は何ものかから何ものかへである。そして名前もまたそれを示している(なぜなら何らかの他のものの後ということであり、一方は先行するものを、他方は後続するものを意味するからである)」と述べていること、そして生起と消滅は実体に関する変化であるということを聞き知った上で、これらを聞き知った以上、アリストテレスがある種の生起や消滅や変異を一挙のものと呼ぶとき、変化や時間なしに生じるものとしてそのように言っているのではないということを思い及ぶべきであった(なぜなら、これらにおいても他なるものの後に他なるものがあり、先行と後続、持続が存在し、非存在から存在へ、また存在から非存在への移行が存在するからである)。むしろ、これらにおいては持続と変化と時間が縮減されているのである。それゆえ、一挙ということがそれらに付帯していると思われるのは、これらにおいて変化全体に従って考察されるのではなく、変化の完了の時点に従って考察されるからである。なぜなら、誰が家の建築を無時間的なものと呼ぶだろうか。しかし形相の終わり(端的に形相ではなく)を最後の瓦を載せることがもたらすのであり、ちょうどその取り去りが消滅の始まりをもたらすのと同様である。そしてこのようにして、形相が無時間的に訪れ、また立ち去ると言われるのである。また線の分割や結合、そして例示されたその他の事柄も、その極限においてこれらが成立するところの何らかの運動によって前もって何らかのものが運動させられていなければ、生じることはありえないであろう。そして、もし誰かが明白な極限に目を向けてそれらを無時間的なものであるとみなすならば、完了の時点によって運動を特徴づけつつ、動物たちも植物たちも無時間的に生起すると言うことになるであろう。もっとも、生起しつつあることと生起してしまったこととは別であり、生起しつつあることにおいて生起は最もよく考察されるのであって生起してしまったことにおいてではなく、運動しつつあることにおいて運動は[考察されるのであって]運動し終えてしまったことにおいてではない。もしあるものにおいて、生起と変異の持続がより縮減されており、変化が一挙であると言われる雷光や接触、そして乳や水の凝固について言われるようであるとしても、一挙ということは無時間性に従って言われているのではなく、変化が全体として生じるのであって部分ごとにではないということに従って言われているのである。総じて、生起しつつあることなしに生起してしまったとみなすべきではない。もっとも、生起してしまったということもまた、単なる無意味な名称でないとすれば、生起を通じて成立したことを示しており、消滅してしまったということは消滅を通じて歩み通したことを示している。おそらくこの者は、生起と消滅を通じてということは認めるものの、運動を通じてということは同意しないのであろうが、それはアリストテレスがこれらの議論において、生起と消滅の双方に共通して述語づけられ、変化と同一のものに帰着するような運動を永遠であると言っているのだと気づいていないからである。それゆえ彼は「なぜなら消滅もまた何らかの変化だからである」と述べ、またこれに先立って「なぜなら運動が生起することについて、第一のものの前に何らかの先行する変化が存在することが帰結したのと同様に、ここでも最後のものの後に後続する変化が存在するからである」と述べたのであり、運動と変化という名称を区別なく用いているのである。むしろ彼が示しているのは、仮定された第一のものあるいは最後のものが何らかの別の運動の種であり、第一のものの前および最後のものの後にあるものが変化のいかなる種であれ別の種であるとしても、このように運動は永遠であり、たとえ次々と異なる種において存立するとしても永遠であるということなのである。

構文注4 件
  1. 8.13ὥστε φαίη ἄν (αὐτὸς γὰρ ἀσυμπέραντον, ὡς ἐμοὶ δοκεῖ, καταλέλοιπε τὸν λόγον), ὅτι

    主節の動詞は潜在を表す φαίη ἄν(希求法+ἄν)であり、ὅτι 節を従える。括弧内の挿入節 αὐτὸς γὰρ ... καταλέλοιπε τὸν λόγον は、相手(フィロポノス)が結論を明示せずに前提だけを並べて放置したため、「[私が彼の代わりに補うならば]彼は…と言うであろう」という話者の補足理由を述べている。

  2. 8.13ἔδει δὲ καὶ τῶν ἐνταῦθα λεγομένων ὑπὸ τοῦ Ἀριστοτέλους ἀκούσαντα ... τούτων οὖν ἀκούσαντα ἐχρῆν ἐννοεῖν

    対格分詞 ἀκούσαντα は非人称構文 ἔδει / ἐχρῆν(不定詞 ἐννοεῖν を伴う)の意味上の主語として機能している。文頭で提示された ἔδει ... ἀκούσαντα が複数の引用節(ἐν οἷς φησι ...)によって中断されたため、長い挿入の後に τούτων οὖν ἀκούσαντα ἐχρῆν で同一構文が再開(reprise)されている。

  3. 8.13συνῃρημένη ἐν τούτοις ἡ παράτασις καὶ ἡ μεταβολὴ καὶ ὁ χρόνος

    述語の完了分詞 συνῃρημένη(女性単数)は、後ろに続く3つの主語(ἡ παράτασις[女性]、ἡ μεταβολή[女性]、ὁ χρόνος[男性])のうち、最も直近の主語に性・数を一致させる結合の一致(constructio ad proximum)をとっている。

  4. 8.13Μήποτε δὲ οὗτος τὸ μὲν διὰ γενέσεως καὶ φθορᾶς δίδωσι

    μήποτε+直説法現在は、断定を避けて控えめに推測・主張を述べる慣用表現(「おそらく…なのであろう」「あるいは…なのかもしれない」)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1173.3-1174.16