← キリキアのシンプリキオス

アリストテレス『自然学』注解

§112.4-113.19

充満性と回転運動や変質に関する批判の検討

シンプリキオスは有るものの充満性と不動性を論じるメリッソスの引用を完結させた上で、アリストテレスが『自然学』186a16で提示した場所的運動(部分の相互置換による回転運動)および変質の可能性という批判を検討し、アレクサンドロスの解釈の不備を指摘しつつ両者の「一」の理解の差異を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.18#2

οὐδ’ ἂν τὸ ὑγιὲς ἀλγῆσαι δύναιτο· ἀπὸ γὰρ ἂν ὄλοιτο1 τὸ ὑγιὲς καὶ τὸ ἐόν, τὸ δὲ οὐκ ἐὸν γένοιτο. καὶ περὶ τοῦ ἀνιᾶσθαι ωὐτὸς λόγος τῷ ἀλγέοντι.2 Οὐδὲ κενεόν ἐστιν οὐδέν· τὸ γὰρ κενεὸν οὐδέν ἐστιν· οὐκ ἂν οὖν εἴη τό γε μηδέν. οὐδὲ κινεῖται· ὑποχωρῆσαι γὰρ οὐκ ἔχει οὐδαμῇ, ἀλλὰ πλέων ἐστίν. εἰ μὲν γὰρ κενεὸν ἦν, ὑπεχώρει ἂν εἰς τὸ κενόν· κενοῦ δὲ μὴ ἐόντος οὐκ ἔχει ὅκῃ ὑποχωρήσει. πυκνὸν δὲ καὶ ἀραιὸν οὐκ ἂν εἴη· τὸ γὰρ ἀραιὸν οὐκ ἀνυστὸν πλέων εἶναι ὁμοίως τῷ πυκνῷ, ἀλλ’ ἤδη τὸ ἀραιόν γε κενεώτερον γίνεται τοῦ πυκνοῦ. κρίσιν δὲ ταύτην χρὴ ποιήσασθαι τοῦ πλέω καὶ τοῦ μὴ πλέω·3 εἰ μὲν οὖν χωρεῖ τι ἢ εἰσδέχεται, οὐ πλέων· εἰ δὲ μήτε χωρεῖ μήτε εἰσδέχεται, πλέων. ἀνάγκη τοίνυν πλέων εἶναι, εἰ κενὸν μὴ ἔστιν. εἰ τοίνυν πλέων ἐστίν, οὐ κινεῖται.” ταῦτα μὲν οὖν τὰ τοῦ Μελίσσου. Ὁ δὲ Ἀριστοτέλης αἰτιᾶται πρῶτον μὲν διὰ τί ἀνάγκη, εἰ ἕν ἐστι μὴ κινεῖσθαι κατὰ τόπον, εἴπερ δύναται καὶ ὅλα ἐν ἑνὶ καὶ τῷ αὐτῷ τόπῳ μένοντα κινεῖσθαι τῇ τῶν μορίων ἀντιπεριστάσει, κενοῦ τινος μὴ δεόμενα, καθάπερ καὶ τόδε τὸ ὕδωρ ἐν ἑνὶ καὶ τῷ αὐτῷ μένον ἀγγείῳ δονούμενον. τί οὖν κωλύει καὶ τὸ πᾶν μήτε ἀπολιμπάνον τὸν τόπον μήτε ἐπιλαμβάνον κινεῖσθαι, τῶν ἐν αὐτῷ μορίων κινουμένων τῇ ἀντιπεριστάσει τῇ πρὸς ἄλληλα, καθάπερ καὶ ἡ ὅλη σφαῖρα περὶ μένοντας τοὺς πόλους καὶ τὸν ἄξονα κινουμένη φαίνεται, καὶ πᾶσα σφαῖρα καὶ κῶνος καὶ κύλινδρος; δύναται γὰρ κινεῖσθαί τι κατὰ τόπον καὶ μὴ ἀμεῖβον τόπον ἐκ τόπου, ὡς εἴρηται. ὥσπερ δέ φησι μέρος ὕδατος κινεῖται ἐν ἑαυτῷ, οὕτως τί κωλύει καὶ τὸ πᾶν ὄν; ἐπεὶ δὲ καὶ τὴν ἀλλοίωσιν ἀνεῖλεν ἐκ τοῦ ἓν εἶναι ὁ Μέλισσος, διὰ τί, φησίν, οὐκ ἂν εἴη ἀλλοίωσις ἑνὸς ὄντος, εἴπερ δυνατὸν τὸ αὐτὸ ἓν κατὰ τὴν οὐσίαν ὑπομένον ποιότητα ἄλλοτε ἄλλην μεταλαμβάνειν, οἷον ἐκ θερμοῦ ψυχρὸν γενόμενον ἢ ἐκ λευκοῦ μέλαν ἢ ἐξ ὑγιαίνοντος νοσοῦν. ἔοικε δὲ ἡ τοῦ Ἀριστοτέλους βραχυλογία σφάλλειν πολλαχοῦ τοὺς ἐξηγητάς· εἰπόντος γὰρ αὐτοῦ ἔπειτα ἀλλοίωσις διὰ τί οὐκ ἂν εἴη, ὁ Ἀλέξανδρος οὕτως ἐξηγεῖται “ὡς Μελίσσου διὰ τοῦ δεῖξαι μὴ δυνάμενον τὸ ὂν τὴν κατὰ τόπον κίνησιν κινεῖσθαι τὸ πάντῃ ἀκίνητον αὐτοῦ κατηγοροῦντος” (ταῦτα γὰρ αὐτῇ λέξει γέγραφεν ὁ Ἀλέξανδρος), καίτοι τοῦ Μελίσσου καὶ πρὸ τῆς κατὰ τόπον κινήσεως τὰς ἄλλας ἀναιροῦντος, ὡς ἡ προεκτεθεῖσα ῥῆσις δηλοῖ. ὡς δὲ τοῦ ἑνὸς ἀλλοιοῦσθαι καὶ ἑτεροιοῦσθαι δυναμένου καὶ μένοντος ἔτι ἑνὸς κατὰ τὴν οὐσίαν, οὕτως νῦν ὑπήντησεν ὁ Ἀριστοτέλης4 τὸ ἓν ὁλοσχερῶς κατὰ τὴν συνήθειαν λαβών (λέγομεν γὰρ ἕνα καὶ τὸν αὐτὸν μένοντα Σωκράτην ὀδυνᾶσθαί τε τὸ σκέλος καὶ ἀναπαύεσθαι), τοῦ Μελίσσου κυριώτερον τὸ ἓν λαβόντος ἀλλ’ οὐχ ὁλοσχερέστερον, ὡς δηλοῖ τά τε ἄλλα τὰ εἰρημένα καὶ οὐχ ἥκιστα τὸ “εἰ τοίνυν τριχὶ μιῇ μυρίοις ἔτεσιν ἑτεροῖον γίνοιτο τὸ πᾶν, ὀλεῖται ἂν ἐν τῷ παντὶ χρόνῳ”, ὡς δέον ὂν εἰ ἕν ἐστι, καὶ ὅμοιον καὶ ἀίδιον κυρίως· ὥστε κατὰ πάντα μένον οὐκ ἂν ἔχοι τι καθ’ ὃ μεταβολὴν ὑποδέξεται. ἀνάγκη γὰρ ἦν τὸ ἀλλοιούμενον καὶ τὸ ἑτεροιούμενον ὁπωσοῦν ἀπ’ ἄλλης διαθέσεως εἰς ἄλλην μεταβάλλειν. κατὰ τόπον δὲ εἰ κινοῖτο περιδινούμενον ὥσπερ τὸ ὕδωρ, κενοῦ μὴ ὄντος ἀνάγκη σχῆμα ἔχειν περιφερές, οἷον σφαιρικὸν ἢ κωνικὸν ἢ κυλινδρικόν· τὰ γὰρ ἄλλα σχήματα περιδινούμενα ἄλλοτε ἄλλον τόπον ἐπιλαμβάνει· ἐσχηματισμένον δὲ πεπερασμένον ἂν εἴη καὶ οὐκ ἄπειρον. εἰ δὲ ἀκίνητον πρότερον ὂν κινοῖτο ἐν τῷ αὐτῷ τόπῳ, ἀνάγκη πυκνουμένου καὶ ἀραιουμένου μέρους τινὸς γίνεσθαι τὴν ἀρχὴν τῆς κινήσεως. ὅλως δὲ σωμάτων κίνησις ἡ περιδίνησις· ἀσώματον δὲ δέδεικται τὸ ὂν ὑπὸ Μελίσσου.

健康なものが苦痛を受けることもできないであろう。なぜなら健康なものおよび有るものが滅び去り、有らぬものが生じることになるからである。また悩まされることについても、苦痛を受けるものと同じ議論が成り立つ。また空虚なものは何ひとつ存在しない。なぜなら空虚なものは無だからである。それゆえ無なるものが存在するはずはない。また動くこともない。なぜならどこにも退くことができないのであり、むしろ充満しているからである。なぜなら、もし空虚が存在したとすれば、空虚へと退いたであろうが、空虚が存在しない以上、どこへ退くべきか[その場所を]もたないからである。稠密なものと稀薄なものもありえないであろう。なぜなら稀薄なものが稠密なものと同様に充満していることはありえず、むしろ直ちに稀薄なものは稠密なものよりも空虚に富むことになるからである。そして充満しているものと充満していないものとの判定は次のように下さねばならない。すなわち、もし何らかの余地を与えるか[何かを]受け入れるなら充満しておらず、余地も与えず受け入れもしないなら充満している。それゆえ、もし空虚が存在しないなら、充満していることが必然である。それゆえ、もし充満しているなら動かない。」 これらがメリッソスの議論である。しかしアリストテレスはまず第一に、もし[有るものが]一であるなら、なぜ場所に従って動かないことが必然なのかと咎める。全体もまたひとつの同じ場所に留まりながら、部分の相互置換によって何らかの空虚を必要とせずに、まさにこの水がひとつの同じ器の中に留まりながら渦巻くように動くことができるからである。それゆえ、全体がその場所を離れもせず[新たな場所を]占めもしないで、その内部の部分たちが互いに対する相互置換によって動くことによって動くのを何が妨げようか。まさに球全体が留まっている両極と軸の周りを動くのが観察されるように、またすべての球や円錐や円柱がそうであるようにである。なぜなら、すでに述べられたように、場所から場所へと場所を変えることなしにも、何かが場所に従って動くことは可能だからである。また[アリストテレスが]言うように水の一部がそれ自身の内部で動くように、全体である有るものについても同様であるのを何が妨げようか。またメリッソスは一であることから変質をも取り去ったので、「もし一であるとすれば、なぜ変質がありえないのか」と[アリストテレスは]言う。同じものが実体においては一として留まりながら、たとえば熱いものから冷たいものになり、あるいは白いものから黒いものに、あるいは健康であるものから病むものになるように、時によって異なる性質を分有することが可能だからである。 ところでアリストテレスの簡潔さは、しばしば注釈者たちを誤らせるように思われる。なぜなら彼が「次に、なぜ変質がありえないのか」と述べたとき、アレクサンドロスは次のように注釈しているからである。「有るものが場所に従う運動をすることができないと示したことによって、メリッソスがそれについて全き不動性を述語づけているかのように」(アレクサンドロスはこのように言葉どおりに書いている)。もっとも、先に提示された言明が明らかにしているように、メリッソスは場所に従う運動の前にも他の運動を取り去っているのであるが。そして、一なるものが変質し異質になりうる一方で実体においてはなおも一に留まることができるとして、アリストテレスは今、一を慣用に従って大まかに捉えて反論したのである(なぜならわれわれは、一にして同一のまま留まっているソクラテスが脚を痛め、また休らうと言うからである)。これに対してメリッソスは、語られた他の事柄や、とりわけ「それゆえ、もし全体が一万年で一本の毛の分だけ異質になるとすれば、全時間のうちで滅び去るであろう」という言葉が明らかにしているように、一をより大まかにではなく、より本来的・厳密に捉えていた。それは、もし一であるなら、本来的・厳密に等質であり永遠でもあるべきだということであり、したがってすべての点において留まるものはいかなる変化も引き受けるような契機をもたないであろうからである。なぜなら、変質するものや何らかの仕方で異質になるものは、ある状態から別の状態へと変化することが必然であったからである。他方、もし水のように渦を巻いて場所に従って動くとするならば、空虚が存在しない以上、球状や円錐状や円柱状といった円周的な形をもつことが必然である。なぜなら他の形は渦を巻くとき時によって異なる場所を占めるからである。しかし形づくられたものは有限であり、無限ではないであろう。また、もし以前は不動であったものが同じ場所において動くとするならば、ある部分が稠密化し稀薄化することによって運動の始原が生じることが必然である。そもそも渦巻き運動は物体の運動であるが、有るものはメリッソスによって非物体的なものとして示されているのである。

構文注4 件
  1. 1.18ἀπὸ γὰρ ἂν ὄλοιτο

    複合動詞 ἀπόλλυμι の接頭辞 ἀπό と動詞部 ὄλοιτο が小辞 ἄν によって分離された分離(tmesis)の構文であり、意味上は ἀπόλοιτο ἄν(潜在・帰結を表す希求法過去+ἄν)として「滅び去るであろう」と解釈される。

  2. 1.18ωὐτὸς λόγος τῷ ἀλγέοντι

    ωὐτός は イオニア方言における ὁ αὐτός の縮合(crasis)形。ὁ αὐτός+与格(τῷ ἀλγέοντι)の構文で、「苦痛を受けるものと同じ論理・議論」を表す。

  3. 1.18κρίσιν δὲ ταύτην χρὴ ποιήσασθαι τοῦ πλέω καὶ τοῦ μὴ πλέω

    κρίσιν ποιήσασθαι(判断を下す)に後続する属格 τοῦ πλέω καὶ τοῦ μὴ πλέω は目的格的属格であり、「充満しているものと充満していないものに関する判断・区別」を意味する。πλέω は πλέως の中性属格形。

  4. 1.18ὡς δὲ τοῦ ἑνὸς ἀλλοιοῦσθαι καὶ ἑτεροιοῦσθαι δυναμένου καὶ μένοντος ἔτι ἑνὸς κατὰ τὴν οὐσίαν, οὕτως νῦν ὑπήντησεν ὁ Ἀριστοτέλης

    主文の骨格は οὕτως νῦν ὑπήντησεν ὁ Ἀριστοτέλης(このようにアリストテレスは今反論した)であり、それに先行する ὡς+属格絶対構文(τοῦ ἑνὸς ἀλλοιοῦσθαι ... δυναμένου καὶ μένοντος ...)は、アリストテレスがその論拠・前提とした考え(一なるものが実体において一にとどまりつつ変質しうるという前提)を示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:112.4-113.19