← キリキアのシンプリキオス

アリストテレス『カテゴリー論』注解

§80.27-82.14

第一実体の呼称の根拠と個物の規定をめぐる議論

アリストテレスが個物(感覚的複合体)を「第一実体」「最も本来的」「とりわけ」と呼ぶ理由を三つの述語づけ様態(同名異義・同名同義・比喩)などから論証し、次いで実体の否定的規定に対する反論への弁護と、第一実体と個物(ἄτομος)の概念規定をめぐるアレクサンドロスとイアンブリコスの見解の相違を検討する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.1#4

διελὼν δὲ νῦν τὰς οὐσίας, καθόσον αἱ μὲν πρῶται, αἱ δὲ δεύτεραι λέγονται, πρώτας μὲν τὰς ἀτόμους οὐσίας ἔθετο, δευτέρας δὲ τὰς κοινὰς καὶ ἁπλᾶς, διότι πρώτοις τοῖς συνθέτοις καὶ ἀτόμοις, ἔπειτα τοῖς ἁπλοῖς καὶ κοινοῖς ἐπιβάλλομεν, καὶ ὅτι ἐν τῇ ἀτόμῳ καὶ τὴν κοινὴν ἔχειν τὸ εἶναί φησιν.1 πρώτως μὲν οὖν οὐσία διὰ τοῦτο ἡ ἄτομος λέγεται, κυριώτατα δέ, ὅτι καθ’ αὑτὴν αὕτη ἐστὶν ἡ οὐσία, αἱ δὲ ἄλλαι καθ’ ὑποκειμένης αὐτῆς λέγονται. μάλιστα δέ ἐστιν αὕτη οὐσία, ὅτι κατὰ τὸ ὑποκεῖσθαι ἡ οὐσία χαρακτηρίζεται, αὕτη δὲ ὑπόκειται τοῖς μὲν ὡς καθ’ ὑποκειμένου αὐτῆς λεγομένοις τοῖς εἴδεσι καὶ γένεσιν, τοῖς δὲ ὡς ἐν ὑποκειμένῳ αὐτῇ οὖσιν τοῖς συμβεβηκόσιν. καὶ ἄλλως δὲ ἂν τὸ κυριώτατα καὶ πρώτως καὶ μάλιστα τῇ ἀτόμῳ καὶ συνθέτῳ οὐσίᾳ ἐφαρμόττειν λέγοις. τὰ γὰρ τοῦ αὐτοῦ ὀνόματος μετέχοντα ἢ ὁμωνύμως μετέχει ἢ συνωνύμως ἢ κατὰ μεταφοράν. εἴτε οὖν ὁμωνύμως λέγοιντο οὐσίαι ἥ τε νοητὴ καὶ ἡ αἰσθητή, πρώτως αὕτη οὐσία ὡς πρὸς ἡμᾶς λέγεται· εἴτε κατὰ μεταφορὰν ἡ νοητὴ ἀπὸ τῆς αἰσθητῆς, ὡς ἀπὸ τῶν τοῦ ζῴου ποδῶν οἱ τοῦ ὄρους λέγονται, κυρίως μὲν ἔσται οὐσία ἡ αἰσθητή, κατὰ μεταφορὰν δὲ ἡ νοητή· εἴτε συνωνύμως2 οὐσίαι λέγονται τό τε εἶδος καὶ τὸ γένος καὶ τὸ ἄτομον, μάλιστα οὐσία ἡ ἄτομος τὸ καθ’ αὑτὸ εἶναι καὶ τὸ ὑποκεῖσθαι μάλιστα παραδεικνῦσα. Ἀλλ’ ἐπεὶ καὶ πρὸς τὰ περὶ τῆς πρώτης οὐσίας εἰρημένα πολλά ἐστιν τὰ ἀπορούμενα, ἴδωμεν πάλιν, τίνα ταῦτά ἐστιν καὶ τίνες αἱ προσφόρως αὐταῖς ἐπαγόμεναι λύσεις. οὐ διδάσκει διὰ τούτων, φασίν, τί ἐστιν οὐσία, ἀλλὰ τί οὐκ ἔστιν, ὡς εἴ τις τὸν ἄνθρωπον ἀποδιδοὺς μήτε ἵππον εἴποι μήτε κύνα. ἀλλ’ ἰστέον ὅτι πρῶτον μὲν οὐκ ἔστιν ὅρος τὸ τοιοῦτον, ἀλλ’ ὑπογραφή· ἔπειτα καὶ ὅροι τινὲς δι’ ἀποφάσεως ἀποδίδονται. ἀλλ’ οὐ καλῶς τὸ παράδειγμα ἐπήγαγεν ὁ ἀπορῶν λόγος· εἰ μὲν γὰρ τρία ταῦτα μόνα ἦν εἴδη, ἵππος καὶ κύων καὶ ἄνθρωπος, ἀληθὲς ἦν εἰπεῖν ὅτι ὃ μή ἐστι κύων μηδὲ ἵππος, τοῦτο ἄνθρωπός ἐστιν, καὶ ἐγνωσμένων τῶν δύο ἐγινώσκετο καὶ τὸ τρίτον, ὥστε ἐπειδὴ τρία ταῦτα ἐστιν, τὸ ἀγαθὸν καὶ τὸ κακὸν καὶ τὸ ἀδιάφορον, ἀληθὲς τὸ ἀδιάφορον σημαίνοντα εἰπεῖν ‘ὃ μήτε ἀγαθὸν μήτε κακόν ἐστιν’, καὶ ἐγνωσμένων τῶν δύο γινώσκεται καὶ τὸ ἀδιάφορον. καὶ ἐνταῦθα οὖν τριῶν τούτων πάντα περιειληφότων, τοῦ τε ἐν ὑποκειμένῳ καὶ τοῦ καθ’ ὑποκειμένου καὶ τοῦ μηδέτερα ἔχοντος, διὰ τοῦτο προεδίδαξεν περὶ τοῦ ἐν ὑποκειμένῳ καὶ καθ’ ὑποκειμένου, ἵνα διὰ τῆς ἀποφάσεως αὐτῶν τὴν κυριωτάτην οὐσίαν σημάνῃ. καὶ οὐδὲ ἠρκέσθη μόνῃ τῇ ἀποφάσει, ἀλλὰ καὶ παράδειγμα προσέθηκεν, ὥσπερ εἴ τις λέγων τὸν ἄνθρωπον μήτε ἵππον μήτε βοῦν εἶναι προσθείη ἐφεξῆς ‘οἷον Σωκράτης’. Ἀλλὰ διὰ τί, φασίν, ἐνταῦθα μὲν πρώτην οὐσίαν τὴν αἰσθητὴν λέγει, ἀλλαχοῦ δὲ δευτέραν ὡς μετὰ τὴν ἀσώματον τεταγμένην; ἢ ὅτι οὐ πρόκειται αὐτῷ περὶ τῶν νοητῶν οὐσιῶν νῦν εἰπεῖν, ἀλλὰ τῶν αἰσθητῶν τὴν φύσιν καὶ τάξιν παραδοῦναι, ὅπερ καὶ διὰ τοῦ λεγομένη ἐνεδείξατο· οὐ γὰρ λέγεται ἐν τῇ συνηθείᾳ οὐδὲ ἔγνωσται τοῖς πολλοῖς ἐκείνη, ἀλλ’ αὕτη μᾶλλον ἡ αἰσθητή. ὁ μέντοι Ἀλέξανδρος καὶ τὸ νοητὸν καὶ χωριστὸν εἶδος ἄτομον οὐσίαν λέγεσθαί φησιν, καὶ ἴσως οἰκεῖον τοῦτο τῷ Περιπάτῳ, εἴπερ τὰ κοινὰ οὐδέ ἐστιν ὅλως καθ’ ἑαυτὰ ἐν ὑποστάσει, ἀλλ’ ἐν τοῖς ἀτόμοις ἔχει τὸ εἶναι· εἰ οὖν τὰ χωριστὰ εἴδη πάντων μάλιστά ἐστιν ἐν ὑποστάσει, ἄτομα ἂν εἴη καὶ οὐ κοινά. ὁ μέντοι Ἰάμβλιχος ἐπισκήπτει τῷ Ἀλεξάνδρῳ ὡς ἀγνοοῦντι πῶς λέγεται ἐνταῦθα ἄτομος οὐσία· δῆλον γὰρ ὅτι οὕτως, φησίν, ὡς ἀδιαίρετος εἰς ἄλλα εἴδη. εἴποι δὲ ἂν οἶμαι Ἀλέξανδρος, ὅτι καὶ ἡ χωριστὴ καὶ ἡ νοητὴ οὐσία, εἴπερ μή ἐστιν κοινή, ἀδιαίρετός ἐστιν εἰς ἄλλα εἴδη.

今や彼は実体を、一方が第一実体、他方が第二実体と呼ばれる限りにおいて区分し、個別的実体を第一実体とし、普遍的かつ単純な実体を第二実体とした。それは、私たちがまず複合的かつ個別的なものに、次いで単純かつ普遍的なものに到達するからであり、また普遍的な実体も個別的な実体のうちに存在を有すると彼が語るからである。それゆえ、個別的実体はこのゆえに「第一に」実体と呼ばれるのであり、「最も本来的」と呼ばれるのは、これこそがそれ自体として実体であり、他の実体は基底にあるものとしてのこれについて語られるからである。そして、これが「とりわけ」実体であるのは、実体が「基底に横たわること」によって特徴づけられるからであり、この実体は、種や類という基底にあるものとしてのこれについて語られるものたちに対してはそのようなものとして、付帯性という基底にあるものとしてのこれのうちにあるものたちに対してはそのようなものとして基底に横たわっているからである。また別の観点からも、「最も本来的」「第一に」「とりわけ」ということが個別的かつ複合的な実体に適合すると言うことができよう。というのも、同一の名を分け持つものは、同名異義的に分け持つか、同名同義的に分け持つか、あるいは比喩に従って分け持つかのいずれかだからである。したがって、もし叡智的実体と感覚的実体が同名異義的に実体と呼ばれるとすれば、この感覚的実体は私たちにとって「第一に」実体と呼ばれる。もし叡智的実体が感覚的実体からの比喩に従って、動物の足から山の「足」[麓]が言われるように語られるとすれば、感覚的実体が「本来的」に実体であり、叡智的実体は比喩に従って実体である。そして、もし種と類と個物が同名同義的に実体と呼ばれるとすれば、個別的実体はそれ自体として存在することと基底に横たわることとを最もよく明示するゆえに「とりわけ」実体である。 しかし、第一実体について語られたことに対しても多くの難問が出されているので、これらがどのようなものであり、それらに適切にもたらされる解決がどのようなものであるかを再び見てみよう。彼らは言う、「これらの言葉によって彼は実体が何であるかを教えているのではなく、何でないかを教えているのであり、それはあたかも誰かが人間を定義するのに馬でもなく犬でもないと言うようなものだ」。しかし知るべきは、第一に、このようなものは定義ではなく概説的記述であるということ、次いで、ある種の定義もまた否定を通じて与えられるということである。さらに、難問を提起する議論は不適切に実例を導入した。というのも、もし馬と犬と人間というこれら三つの種だけが存在したならば、犬でも馬でもないものが人間であると言うことは真であり、二つが知られれば第三のものも知られたからである。したがって、善と悪と中格的なものというこれら三つが存在するので、中格的なものを意味する者が「善でも悪でもないもの」と言うのは真であり、二つが知られれば中格的なものも知られるのである。それゆえここでも、基底にあるもののうちにあるもの、基底にあるものについて語られるもの、そしてそのどちらも持たないものというこれら三つがすべてのものを包摂しているので、それらの否定を通じて最も本来的な実体を指示するために、彼は前もって基底にあるもののうちにあることと基底にあるものについて語られることについて教えたのである。そして彼は否定だけで満足したのではなく、実例をも付け加えたのであり、それはあたかも人間が馬でも牛でもないと言った誰かが、続けて「例えばソクラテス」と付け加えたようなものである。 「しかしなぜ」、彼らは言う、「彼はここでは感覚的実体を第一実体と呼び、他の場所では非身体的なものの後に配置されたものとして第二実体と呼んでいるのか」。それは、彼にとって今や叡智的実体について語ることが課題なのではなく、感覚的実体の自然本性と序列を引き渡すことが課題だからであり、このことは彼が「語られる」という語を通じても示したことである。というのも、あの叡智的実体は慣習のうちで語られてもおらず大衆に知られてもいないが、むしろこの感覚的実体こそが知られているからである。もっともアレクサンドロスは、叡智的で分離した形相も個別的実体と呼ばれると主張しており、もし普遍的なものがまったくそれ自体として独立に存立することはなく個別的なもののうちに存在を持つのだとすれば、おそらくこのことは逍遙学派にとっても親和的である。したがって、もし分離した形相があらゆるものの中でとりわけ独立に存立しているならば、それらは普遍的なものではなく個別的なものであろう。しかしイアンブリコスは、ここで個別的実体がどのように語られているかを知らないとしてアレクサンドロスを咎めている。なぜなら、彼が言うには、個別的実体とは他の種へと分割不可能であるという意味で語られていることが明白だからである。しかしアレクサンドロスなら思うに、分離した叡智的実体もまた、もし普遍的なものでないとするならば、他の種へと分割不可能であると述べるであろう。

構文注2 件
  1. 2.1διότι πρώτοις τοῖς συνθέτοις καὶ ἀτόμοις, ἔπειτα τοῖς ἁπλοῖς καὶ κοινοῖς ἐπιβάλλομεν, καὶ ὅτι ἐν τῇ ἀτόμῳ καὶ τὴν κοινὴν ἔχειν τὸ εἶναί φησιν

    διότι 節と καὶ ὅτι 節が並列されて、個別的実体を先に置いた理由を述べている。後者の ὅτι 節内では主語が不特定の第三人称単数(アリストテレス)であり、対格不定詞構文において τὴν κοινήν(普遍的実体)が意味上の主語、τὸ εἶναι が不定詞 ἔχειν の直接目的語となっている。

  2. 2.1εἴτε οὖν ὁμωνύμως λέγοιντο... εἴτε κατὰ μεταφορὰν... εἴτε συνωνύμως...

    εἴτε... εἴτε... εἴτε... による三段の仮定節は、アリストテレスのレンマにある三つの副詞(πρώτως, κυριώτατα, μάλιστα)にそれぞれ対応している。すなわち、叡智的実体と同名異義ならば感覚的実体が「第一に(πρώτως)」、比喩ならば感覚的実体が「本来的・主導的に(κυρίως)」、種や類と同名同義ならば個物が「とりわけ(μάλιστα)」実体であるという照応関係をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:80.27-82.14