← キリキアのシンプリキオス

アリストテレス『カテゴリー論』注解

§70.14-72.9

普遍の調和的解釈と無結合に言われる事柄の意味

シンプリキオスは普遍についてのプラトンとアリストテレスの調和的解釈を説いた後、「結合を伴わずに言われる事柄」の「無結合」が音声ではなく意味・力能によって捉えられるべきであることを論じ、シュリアノスによる四区分と十区分の解釈を巡る問いを提起する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.11#7

ὅταν οὖν Σωκράτης διαλεγόμενος τὸ ἐν πᾶσιν καλὸν καὶ τὸ ἐν πᾶσιν ἴσον προφέρειν δοκῇ, οὐχ ὅτι ἐστὶ τὸ ἐν τοῖς πολλοῖς καλὸν παντελῶς ἀδιάφορον, ἀλλ’ ὅτι συμπεφυρμένην τέως ἡμῶν τὴν ἔννοιαν καὶ μὴ δυναμένην τὸ κοινὸν ἀπὸ τοῦ ἰδίου διιστᾶν ἡ διαλεκτικὴ μέθοδος διακρίνει καὶ τότε λοιπὸν τὰς διακεκριμένας ἐννοίας εἰς ἕνωσιν ἀντὶ τῆς συγχύσεως περιάγει (τοῦτο γάρ ἐστιν τὸ τῆς διαλεκτικῆς τέλος, ὡς καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης ἐδήλωσεν), μήτε οὖν τῷ Πλάτωνι ἤτοι τῷ Πλάτωνος διδασκάλῳ Σωκράτει μεμφώμεθα τὰ κοινὰ εἴδη πανταχοῦ διαλεκτικῶς ὑποδεικνύντι τὰ ἐν μεθέξει καὶ τὰ πρὸ τῆς μεθέξεως· ἔδει γὰρ τοὺς μόνας τὰς τῶν ἀτόμων διαφορὰς ἐννοοῦντας οὕτως τῆς τε ἐν τοῖς ἀτόμοις κοινότητος καὶ τῆς κοινῆς αἰτίας ὑπομιμνῄσκειν· μήτε δὲ τὸν Ἀριστοτέλη διαπαίζωμεν1 ὡς ἀγνοοῦντα τὰς κοινὰς φύσεις καὶ τὰς προϋπαρχούσας αἰτίας, τὸν λέγοντα μὴ γίνεσθαι ὅλως ἀπόδειξιν ἄνευ καθολικῆς προτάσεως, ἀλλ’ ἐπαινῶμεν μᾶλλον ὡς θαυμαστῶς κατανοήσαντα ὅτι τὰ κοινὰ ταῦτα καὶ πάντῃ ἀδιάφορα αὐτὰ καθ’ αὑτὰ οὐκ ἔστιν ἐν ὑποστάσει τῶν ὄντων, ἀλλ’ ἡμεῖς ἀφελόντες αὐτὰ ἐν ταῖς ἡμετέραις ἐννοίαις καθ’ ἑαυτὰ ὑπεστήσαμεν. ἀλλὰ ταῦτα μὲν μὴ καὶ πλείονα τοῦ δέοντος· εἴρηται δὲ διὰ τοὺς μάτην διιστάναι τοὺς κλεινοτάτους τῶν φιλοσόφων φιλονεικοῦντας. Ἐπειδὴ δὲ καὶ τῶν ἁπλῶν φωνῶν εἰσίν τινες, αἵτινες κἂν ἁπλαῖ εἰσιν, ἀλλ’ οὖν οὐδὲν σημαίνουσιν ἄνευ τῆς πρὸς ἄλληλα συμπλοκῆς, ὥσπερ οἱ σύνδεσμοι καὶ τὰ ἄρθρα καὶ αἱ προθέσεις, διὰ τοῦτο εἶπεν τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν σημαίνειν ἢ ποσὸν ἢ ποιόν, ἵνα μὴ μόνον ἐκείνης τῆς κατὰ συμπλοκὴν σημασίας τῆς καταφάσεις ποιούσης καὶ ἀποφάσεις εἶεν κεχωρισμέναι αἱ τῶν γενικῶν σημαντικαὶ φωναί, ἀλλὰ καὶ τῶν ἁπλῶν μέν, κατὰ συμπλοκὴν δὲ μόνην σημαινουσῶν, ὡς τῶν εἰρημένων. ἀλλὰ πῶς τὸ ἀσύμπλεκτον δεῖ θεωρεῖν; πότερον τῇ φωνῇ ἢ τῇ δυνάμει καὶ τῷ σημαινομένῳ;2 εἰ μὲν γὰρ τῇ φωνῇ, συμβήσεται μὴ πᾶσαν ἁπλῆν φωνὴν μίαν μόνην δηλοῦν κατηγορίαν· τὸ γὰρ ζῶ, ὡς εἴρηται πρότερον, καὶ τὸ ἐγὼ προσσημαῖνον οὐσίαν ἅμα καὶ ἐνέργειαν ἢ πάθος δηλοῖ, καὶ τὸ ὕει, ἐπειδὴ καὶ ὅτι ὁ Ζεὺς σημαίνει, εἴς τε οὐσίαν καὶ εἰς τὸ ποιεῖν ἀναχθήσεται. εἰ δὲ πρὸς τὴν δύναμιν τὸ ἀσύμπλεκτον ὑποθοίμεθα, τὴν αὐτὴν λέξιν διαφόρους ἔχουσαν δυνάμεις ὑπὸ διαφόρους κατηγορίας ἀνάξομεν, ὡς τὸ αἰκίζομαι ὑπὸ τὸ ποιεῖν καὶ τὸ πάσχειν καὶ πάντα τὰ μέσα ῥήματα· καὶ τὸ βορέας δὲ τό τε πνεῦμα δηλοῦν καὶ τὸ κλίμα ὑπὸ τὴν οὐσίαν ἀναχθήσεται καὶ τὸ ποῦ. μήποτε οὖν πρὸς μὲν τὰς δυνάμεις ἀφορᾶν δεῖ τὰς σημαντικάς, διελόμενον δὲ αὐτὰς οὕτως ἑκάστην ὑπὸ τὴν οἰκείαν ἀνάγειν κατηγορίαν, κἂν ἡ αὐτὴ λέξις ᾖ, μὴ διαφερόμενον· καὶ γὰρ καὶ αἱ λέξεις καθὸ σημαντικαί εἰσιν παραλαμβάνονται. εἰ δὲ τὰ ἄνευ συμπλοκῆς ταῦτά ἐστιν, δηλονότι κατὰ συμπλοκὴν ἐστι τὰ τούτοις ἀντικείμενα, τὰ ἐκ δυοῖν ἢ καὶ πλειόνων τελείων κατηγοριῶν συγκείμενα καὶ λόγον ποιοῦντα ὡς τὸ ‘ἄνθρωπος περιπατεῖ’. οὔτε οὖν τὰ ὁμώνυμα οὔτε τὰ συνώνυμα οὔτε τὰ παρώνυμα, κἂν πλειόνων ἐφάπτεται, κατὰ συμπλοκὴν λέγεται, ἀλλ’ οὐδὲ τὰ ὑποσύνθετα λεγόμενα κατὰ συμπλοκὴν ἂν εἴη, ὡς τὸ λιθοβολεῖ ψευδοδοξεῖ βουκολεῖ· οὐδὲ γὰρ ταῦτα ἐκ τελείων συνίσταται τῶν κατηγοριῶν· ἀλλ’ οὐδὲ τὸ ἐκ πλειόνων λέξεων, ὅταν ἓν ᾖ καὶ τὸ αὐτὸ σημαινόμενον,3 ὡς ἐπὶ τῶν ὁρισμῶν. τὸ γὰρ ‘ζῷον λογικὸν θνητόν’ λόγος μέν ἐστιν, ἀλλ’ οὔτε πλείονα σημαίνων, ἀλλ’ ἓν μόνον, τὸν ἄνθρωπον, οὔτε ἐκ πλειόνων κατηγοριῶν συγκείμενος· οὐσίαι γὰρ καὶ τὸ γένος καὶ αἱ οὐσιώδεις διαφοραί. δεῖ οὖν καὶ τὸ κατὰ συμπλοκὴν τῇ δυνάμει λαμβάνειν, ἀλλὰ μὴ τῇ λέξει, ὥστε ἐνίοτε μὲν ἁπλᾶς φωνὰς κατὰ συμπλοκὴν ῥητέον, ὅταν συμπεπλεγμένον εἴη νόημα ἐν αὐταῖς, ὡς ἐπὶ τοῦ ζῶ καὶ τοῦ ὕει, ἐνίοτε δὲ καὶ συνθέτους φωνὰς ἄνευ συμπλοκῆς ῥητέον, ὡς ἐπὶ τῶν ὁρισμῶν εἴρηται. Εἰ δὲ ταῦτα ἀληθῆ λέγομεν, ἐπιστῆσαι χρή, πῶς ὁ φιλόσοφος Συριανὸς τὴν εἰς τέσσαρα γενομένην πρότερον τῶν ὄντων διαίρεσιν τῶν κατὰ συμπλοκὴν εἶναί φησιν, ὅταν ἔλεγεν τὰ μὲν καθ’ ὑποκειμένου λέγεσθαι, ἐν ὑποκειμένῳ δὲ μηδενὶ εἶναι καὶ τὰ ἑξῆς, τὴν δὲ εἰς δέκα τῶν ἄνευ συμπλοκῆς.

それゆえ、ソクラテスが対話においてあらゆるものにおける美やあらゆるものにおける平等を提示するように思われるとき、多くのもののうちにある美が完全に差異のないものであるからではなく、それまで混淆していて共通のものを固有のものから分離できないでいた私たちの概念を弁証術的方法が区分し、そのとき初めて区分された概念を混同の代わりに統一へと導くからである(というのも、まさに『国家』におけるソクラテスが明らかにしたように、これが弁証術の目的だからである)。したがって私たちは、分有のうちにある共通の形相と分有に先立つ共通の形相を至るところで弁証術的に指し示しているプラトン、あるいはプラトンの師ソクラテスを咎めてはならない(個物の差異のみを考えている者たちに、個物のうちにある共通性と共通の原因をこのように想起させる必要があったのである)。また、全称命題なしにはいかなる証明も全く成り立たないと述べるアリストテレスを、共通の本性や先在する原因を知らない者として嘲笑してもならず、むしろ、これらの完全に無差別な共通のものはそれ自体としては事物の存立のうちにあるのではなく、私たちがそれらを自らの概念のうちに分離して自立させたのだということを驚嘆すべき仕方で認識した者として称賛すべきである。しかし、これらのことは必要以上に語られるべきではない。いわれなく最も著名な哲学者たちを対立させようと張り合う者たちのために語られたのである。 他方、単純な音声のうちにも、接続詞や冠詞や前置詞のように、たとえ単純であっても相互の結合なしには何も表示しないものがいくつかあるため、彼は「いかなる結合も伴わずに言われる事柄の各々は、実体を表示するか、量を表示するか、質を表示する」と言ったのであり、それは、類を表示する音声が、肯定や否定を作り出すあの結合による表示から分離されるだけでなく、言及されたものたちのように、単純ではありながら結合によってのみ表示するものたちからも分離されるためであった。しかし、結合を伴わないことをどのように考察すべきであろうか。音声によってか、それとも力能と表示されるものによってか。というのも、もし音声によるなら、すべての単純な音声がただ一つのカテゴリーのみを指し示すわけではないという事態が生じるであろう。なぜなら、以前に言われたように、「私は生きる」は「私」を共表示することで実体と同時に活動または受動を指し示し、「雨が降る」はゼウスが〔雨を降らせる〕ことをも表示するので、実体へと、また作ることへと還元されるであろうからである。だが、もし結合を伴わないことを力能に関して仮定するならば、同じ語句が相異なる力能を持つとき相異なるカテゴリーのもとへと還元することになり、例えば「虐待する/される」を作ることと受けることのもとへ、またすべての中態動詞も同様であり、「北風」も気流と方位を指し示すことによって実体と「どこで」のもとへと還元されるであろう。ではおそらく、表示の力能に目を向けねばならず、それらを区分した上で、たとえ同じ語句であっても意に介さず、各々を固有のカテゴリーのもとへと還元すべきなのであろう。実際、語句もまた有意味である限りにおいて取り扱われるのである。そして、もし結合なしにあるものがこれらのものであるなら、これらと対立するもの、すなわち二つまたはそれ以上の完全なカテゴリーから組み立てられ、「人間は歩行する」のように言論を作り出すものが結合によるものであることは明らかである。したがって、同名異義的なものも同名同義的なものも派生名辞的なものも、たとえ複数の事柄に触れるとしても結合によって言われるのではなく、また「石を投げる」「偽りの意見をもつ」「牛の番をする」のような、いわゆる不完全複合語も結合によるものではありえないであろう。なぜならこれらも完全なカテゴリーから成り立っているわけではないからである。しかし、定義の場合のように、表示されるものが単一かつ同一であるならば、複数の語句からなるものも[結合によるものでは]ない。なぜなら「理性的で死すべき動物」は言論ではあるが、複数のものを表示するのではなく単一のもの、すなわち人間のみを表示しており、また複数のカテゴリーから組み立てられているわけでもないからである。類も本質的差異も実体だからである。それゆえ、結合によるものもまた語句によってではなく力能によって捉えるべきであり、したがって、時には「私は生きる」や「雨が降る」におけるように、複合した思惟がそれらのうちにあるときには単純な音声を結合によるものと言わねばならず、他方、定義について言われたように、時には複合した音声を結合なしのものと言わねばならない。もし私たちがこれらを正しく語っているとすれば、哲学者シュリアノスが、かつてなされた諸存在の四つの区分について、あるものは基底体について言われ基底体のうちには全くない等々と言ったとき、それを結合によるものの区分であり、十の区分は結合なしのものの区分であると述べているのはいかにしてであるのかを検討せねばならない。

構文注3 件
  1. 1.11μήτε οὖν τῷ Πλάτωνι ... μεμφώμεθα ... μήτε δὲ τὸν Ἀριστοτέλη διαπαίζωμεν

    接続法現在第1人称複数による勧誘構文(hortatory subjunctive)。動詞の格支配において、μέμφομαι は与格(τῷ Πλάτωνι ἤτοι τῷ Πλάτωνος διδασκάλῳ Σωκράτει)を、διαπαίζω は対格(τὸν Ἀριστοτέλη)をとっており、後続する ἐπαινῶμεν も同じく対格を支配する接続法勧誘形である。

  2. 1.11πότερον τῇ φωνῇ ἢ τῇ δυνάμει καὶ τῷ σημαινομένῳ

    二者択一の直接疑問を導く πότερον ... ἤ ... 構文。τῇ φωνῇ および τῇ δυνάμει は「音声の観点において」「力能の観点において」を表す観点の与格(dative of respect / reference)。

  3. 1.11ἀλλ’ οὐδὲ τὸ ἐκ πλειόνων λέξεων, ὅταν ἓν ᾖ καὶ τὸ αὐτὸ σημαινόμενον

    先行する述語補語「結合によるもの(κατὰ συμπλοκὴν ἂν εἴη)」の省略。主語は中性単数定冠詞で名詞化された句 τὸ ἐκ πλειόνων λέξεων[συγκείμενον](複数の語句からなるもの)であり、条件節 ὅταν ἓν ᾖ... を伴って、「複数の語句からなるものも、表示されるものが一つであるなら結合によるものではない」という否定の文脈を継続している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:70.14-72.9