← キリキアのシンプリキオス

アリストテレス『カテゴリー論』注解

§56.6-57.17

種差の述語づけと異なる類および従属する類

シンプリキオスは種差が複数の種に属するか否かをめぐるポルピュリオスとイアンブリコスの見解を対比し、次いで範疇的・位階的な「異なる類」と「互いの下に順序づけられた類」の定義および種差の承継関係(種における異理性を含む)を整理する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.10#2

τὴν δὲ διαφορὰν ὁ μὲν Πορφύριός φησιν ὡς ἐπὶ τὸ πολὺ κατὰ πλειόνων εἰδῶν λέγεσθαι, οὐ γὰρ ἀεί· ὁ δὲ Ἰάμβλιχος “κἄν τινες διαφοραὶ μὴ κατὰ πλειόνων εἰδῶν λέγωνται, ἀλλ’ οὕτως ἔχουσιν, φησίν, καὶ αὗται, ὥστε ὅσον ἐφ’ ἑαυταῖς κατὰ πλειόνων ἂν ῥηθῆναι·1 ἰδικωτέρα δέ, φησίν, ἐστὶν διαφορὰ καὶ τῇ ἐνύλῳ φύσει συγγενεστέρα ἡ καθ’ ἑνὸς εἴδους ὡρισμένως λεγομένη, ἀλλ’ ὅμως καίπερ οὕτως διακειμένη δύναμιν ἔχει κατὰ τὸν ἑαυτῆς λόγον πλείοσιν εἴδεσιν ἑαυτὴν ἐνδιδόναι· εἰ δὲ ἄλλη τις συντυχία πραγμάτων τὴν τῶν ὑποδεχομένων εἰς πλῆθος διάστασιν οὐκ εἴασεν γενέσθαι, οὐδὲν τοῦτο ἐμπόδιόν ἐστιν πρὸς τὸν οἰκεῖον τῆς διαφορᾶς λόγον”. Ἕτερα δὲ γένη ἐστὶν καὶ εἴδη καὶ διαφοραὶ τὰ ταῖς κατηγορίαις διαφέροντα, ὥστε καθ’ ἑκάστην κατηγορίαν καὶ γένη καὶ εἴδη εἶναι καὶ διαφοράς. καὶ ὑπάλληλα δὲ γένη, ὧν τὸ ἕτερον ὑπὸ τὸ ἕτερόν ἐστιν, ὡς ὑπὸ τὸ ζῷον τὸ πτηνόν ἐστιν· οὐχ ὑπάλληλα δέ, ὧν μηδέτερόν ἐστιν ὑπὸ τὸ ἕτερον, ὡς ζῷον καὶ ἐπιστήμη. ἐπειδὴ γὰρ τῶν γενῶν καὶ τῶν εἰδῶν τὰ μέν ἐστιν γένη μόνον, ὡς μὴ ἔχειν ὑπὲρ ἑαυτὰ γένος, ὥσπερ ἡ οὐσία· τὰ δὲ εἴδη μόνον, ὡς μὴ ἔχειν μεθ’ ἑαυτὰ εἶδος, ὥσπερ ὁ ἀετός· τὰ δὲ μεταξὺ τούτων, οἷον ζῷον καὶ ὄρνεον, ἃ καὶ εἴδη καὶ γένη ἐστίν, εἴδη μὲν ὡς πρὸς τὰ πρὸ ἑαυτῶν, γένη δὲ ὡς πρὸς τὰ μετὰ ταῦτα· τὸ γὰρ ὄρνεον εἶδος μέν ἐστιν τοῦ ζῴου, γένος δὲ τοῦ ἀετοῦ. ὑπάλληλα δὲ λέγεται, οὐχ ὅτι ἑκάτερον ὑπὸ τὸ ἕτερόν ἐστιν, ἐπεὶ οὕτω γε τὸ αὐτὸ τοῦ αὐτοῦ καὶ εἶδος ἔσται καὶ γένος, ἀλλ’ ὅτι τὸ ἕτερον μόνον ὑπὸ τὸ ἕτερον. ὅταν δὲ μηδέτερον ὑπὸ τὸ ἕτερον ᾖ, τότε οὐκ ἔστιν ὑπάλληλα, ὡς ζῷον καὶ ἐπιστήμη· ἑκάτερον μὲν γὰρ γένος ἐστίν, οὔτε δὲ ἡ ἐπιστήμη τοῦ ζῴου εἶδός ἐστιν οὔτε τὸ ζῷον τῆς ἐπιστήμης. ὄντων οὖν ἑτέρων γενῶν καὶ τῶν μεταξὺ τοῦ τε ἀνωτάτου γένους καὶ τοῦ κατωτάτου εἴδους καὶ μέντοι τῶν ἀνωτάτω τῶν κατὰ τὰς κατηγορίας, ὅταν λέγῃ τῶν ἑτέρων γενῶν, καὶ τὰ ἀνωτάτω ληπτέον ὡς ὄντα ἕτερα γένη καὶ τὰ μεταξύ, ὅταν μὴ ὑπάλληλα ᾖ,2 ὡς ζῷον καὶ ἐπιστήμη· καὶ γὰρ τὸ ζῷον μετὰ τὴν οὐσίαν τέτακται καὶ ἡ ἐπιστήμη μετὰ τὴν ποιότητα. τούτων οὖν τῶν ἑτέρων καὶ μὴ ὑπάλληλα γενῶν ἑτέρας εἶναι διαφοράς φησιν, οὐ μόνον τὰς διαιρετικάς, ἀλλὰ καὶ τὰς συστατικάς. ζῴου γὰρ διαφοραὶ διαιρετικαὶ τὸ λογικὸν καὶ τὸ ἄλογον ἢ πτηνὸν καὶ πεζόν, συστατικαὶ δὲ τὸ αἰσθητικὸν * * * τῆς δὲ ἐπιστήμης οὐκ εἰσιν αὗται διαφοραί. τῶν δὲ ὑπάλληλα αἱ μὲν τοῦ ἀνωτέρω συστατικαὶ πάντως εἰσὶν καὶ τοῦ κατωτέρω (συνωνύμως γὰρ κατηγορεῖται), τῶν δὲ τοῦ ἀνωτέρω διαιρετικῶν τινὲς μὲν συστατικαί εἰσιν τοῦ κατωτέρω, ὡς τοῦ ζῴου τὸ πτηνὸν συνίστησιν τὸ ὄρνεον, οὐκέτι μέντοι καὶ τὸ πεζόν· εἰσὶν δέ τινες αἱ αὐταὶ διαιρετικαὶ ἀμφοῖν· τῶν γὰρ ζῴων τὰ μέν ἐστιν ποηφάγα, τὰ δὲ σπερμοφάγα, τὰ δὲ σαρκοφάγα, καὶ τῶν ὀρνέων δὲ αἱ αὐταὶ ἂν εἶεν διαφοραί. ἑτέρας δὲ οὐχ ἁπλῶς εἶπεν τὰς διαφοράς, ἀλλὰ τῷ εἴδει ἑτέρας, ἐπειδὴ πολλάκις καὶ τῶν ἑτέρων γενῶν, οἷον ζῴου καὶ σκεύους, αἱ αὐταὶ δοκοῦσιν διαφοραί. καὶ γὰρ τῶν ζῴων τὰ μέν ἐστιν ὑπόποδα, τὰ δὲ ἄποδα, καὶ τῶν σκευῶν ὁμοίως ὑπόποδα μὲν κλίνη καὶ τράπεζα καὶ τρίπους καὶ τὰ τοιαῦτα, ἄποδα δὲ τὰ πολλά.

他方、種差についてポルピュリオスは、大抵の場合において多くの種について言われるのであって、常にではないと言う。これに対してイアンブリコスは言う、「たとえある種差が多くの種について言われないとしても、それらもまた、自らの本来のあり方に関する限り、多くのものについて言われうるような仕方で存立している」と彼は言う、「また、単一の種について規定されて言われる種差は、より特殊化されており、質料的自然とより親縁である」と彼は言う、「しかしそれにもかかわらず、そのような状態にあるとしても、それは自らの定義的言明に従って自らをより多くの種に与えうる能力を有している。もし事物の他の何らかの偶発的生起が、受容するものどもの多数への分散が生じることを許さなかったとしても、このことは種差の固有の定義的言明にとって何ら妨げとはならない」。 ところで、互いに異なる類や種や種差とは、諸範疇において異なるもののことであり、その結果、各々の範疇に従って類も種も種差も存在する。また互いの下に順序づけられた類とは、その一方が他方の下にあるものであり、例えば動物の下に有翼なものがあるようなものである。他方、互いの下に順序づけられていないものとは、そのいずれもが他方の下にないものであり、例えば動物と知識である。というのも、類と種のうち、あるものは、実体のように自らの上に類を持たないため、類であるにすぎず、他のものは、鷲のように自らの後に種を持たないため、種であるにすぎず、これらの中間にあるもの、例えば動物や鳥は、種でも類でもあり、自らに先立つものに対しては種であるが、これらに後続するものに対しては類であるからである。なぜなら鳥は、動物の種であるが、鷲の類だからである。そして互いの下に順序づけられていると言われるのは、両者の各々が他方の下にあるからではなく――そのようにすれば、同一のものが同一のものの種でも類でもあることになるから――一方のみが他方の下にあるからである。他方、いずれもが他方の下にないとき、そのときは、動物と知識のように、互いの下に順序づけられていない。なぜなら、各々は類であるが、知識は動物の種でもなく、動物も知識の種ではないからである。それゆえ、最高類と最下種の間の中間のものも、また諸範疇に応じた最高の諸類も、互いに異なる類であるのだから、彼[アリストテレス]が「互いに異なる諸類の」と言うとき、最高の諸類も互いに異なる類として受け取られねばならないし、動物と知識のように、互いの下に順序づけられていないときの中間の諸類もそう受け取られねばならない。というのも、動物は実体の下に配置されており、知識は性質の下に配置されているからである。 したがって彼[アリストテレス]は、これら互いに異なりかつ互いの下に順序づけられていない諸類の種差は、分割的種差だけでなく構成的種差もまた、互いに異なると言う。なぜなら、動物の分割的種差は「理性的」と「非理性的」、あるいは「有翼」と「徒歩」であり、構成的種差は「感覚的」である[……]が、これらは知識の種差ではないからである。他方、互いの下に順序づけられた諸類の場合、上位のものの構成的種差は必ず下位のもののそれでもある(同義的に述語づけられるからである)が、上位のものの分割的種差のうちのあるものは下位のものの構成的種差であり、例えば動物の「有翼」は鳥を構成するが、「徒歩」はもはやそうではない。だが、両者に対して同一の分割的種差であるものもある。なぜなら動物のうち、あるものは草食であり、あるものは種子食であり、あるものは肉食であり、鳥についても同一の種差が存在しうるからである。しかし彼[アリストテレス]は種差が単に異なると言ったのではなく、「種において異なる」と言った。なぜならしばしば、動物と器物のように、互いに異なる諸類においてさえ、同一の種差が存するように思われるからである。というのも、動物のうち、あるものは有足であり、あるものは無足であり、器物のうちでも同様に、寝台や食卓や鼎やそのようなものは有足であり、大部分のものは無足だからである。

構文注2 件
  1. 1.10ὥστε ὅσον ἐφ’ ἑαυταῖς κατὰ πλειόνων ἂν ῥηθῆναι

    結果節を導く ὥστε の後に、潜在を表す ἄν+不定詞 ῥηθῆναι が置かれた構文。ὅσον ἐφ’ ἑαυταῖς はイディオムで「それら自身に依存する限り/本来の能力に関する限り」という意味の限定的副詞句をなす。

  2. 1.10ὄντων οὖν ἑτέρων γενῶν καὶ τῶν μεταξὺ τοῦ τε ἀνωτάτου γένους καὶ τοῦ κατωτάτου εἴδους καὶ μέντοι τῶν ἀνωτάτω τῶν κατὰ τὰς κατηγορίας, ὅταν λέγῃ τῶν ἑτέρων γενῶν, καὶ τὰ ἀνωτάτω ληπτέον ὡς ὄντα ἕτερα γένη καὶ τὰ μεταξύ, ὅταν μὴ ὑπάλληλα ᾖ

    冒頭の ὄντων οὖν ἑτέρων γενῶν ... は独立属格(理由を表す)。主節は ληπτέον(動形容詞非人称構文で「〜と受け取らねばならない」の意)であり、その目的語として καὶ τὰ ἀνωτάτω と καὶ τὰ μεταξύ が並列されている。ὅταν λέγῃ はアリストテレス本文(1b16)の引用を前提とする挿入的条件・時間節。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:56.6-57.17