← キリキアのシンプリキオス

アリストテレス『カテゴリー論』注解

§413.16-414.19

反対のものが生じる基体と同一性の三分類

アリストテレスが『カテゴリー論』14a15で反対のものが本来生じる基体を類および種において同一のものに限定した点について、シンプリキオスは具体例を挙げつつ、数において同一の基体(個体)を明記しなかった理由をイアンブリコスの解釈と突き合わせながら検討している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§11.10

" Δῆλον δὲ ὅτι καὶ περὶ ταὐτὸν ἢ εἴδει ἢ γένει πέφυκεν γίνεσθαι τἀναντία ἕως τοῦ δικαιοσύνη δὲ καὶ ἀδικία ἐν ψυχῇ." Ἐπειδὴ περὶ τῶν ἐμμέσων καὶ ἀμέσων ἐναντίων λέγων ἐχρήσατο τῷ “ἐν ᾧ πέφυκεν γίνεσθαι ἢ ὧν κατηγορεῖσθαι”, διδάσκει, τίνα ἐστὶν τὰ ἐν οἷς πέφυκεν γίνεσθαι τὰ ἐναντία· τριχῶς δὲ τοῦ ταὐτοῦ λεγομένου, ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ, ἐν τοῖς αὐτοῖς τῷ γένει καὶ ἐν τοῖς αὐτοῖς τῷ εἴδει λέγει γίνεσθαι. ὅταν μὲν γὰρ τὸ σῶμα ἁπλῶς λάβωμεν περὶ ὃ τἀναντία λευκότης καὶ μελανία, γένος τὸ αὐτὸ ἐλάβομεν· ἐὰν δὲ ζῴου σῶμα ἐν ᾧ νόσος καὶ ὑγεία, εἶδος ἐλάβομεν ὑπὸ τὸ γένος. κἂν μὲν πάσας ψυχὰς ὡς τῷ γένει τὰς αὐτάς,1 ἔσται περὶ αὐτὰς ἐναντία τὸ λογικὸν καὶ τὸ ἄλογον· ἂν δὲ τὰς ἀνθρωπίνας ψυχὰς ὡς εἶδος, ἔσται περὶ αὐτὰς ἀρετὴ καὶ κακία. περὶ μέντοι τὸ αὐτὸ τῷ ἀριθμῷ γίνεσθαι τἀναντία οὐ προσέθηκεν· τινὲς μὲν γὰρ ὡρισμένως τήνδε τὴν φρόνησιν, οἷον τὴν Σόλωνος, τῇ αὐτοῦ ἀφροσύνῃ εἴπερ γένοιτο ἐναντίαν εἶναί φασιν καὶ τὴν τοῦδε ὑγείαν τῇ αὐτοῦ ἐκείνου νόσῳ ἀλλ’ οὐ τὴν τυχοῦσαν τῇ τυχούσῃ, οὐ μέντοι ὁ Ἀριστοτέλης οὕτως ἔοικεν τίθεσθαι· διὸ ἐν γένει μόνῳ καὶ ἐν εἴδει τῷ αὐτῷ εἶπεν γίνεσθαι τὰ ἐναντία. καὶ Ἰάμβλιχος δὲ ἀκολουθῶν φησιν μὴ λέγεσθαι κατὰ δεῖξιν τήνδε τὴν φρόνησιν τῇδε τῇ ἀφροσύνῃ ἐναντίαν, ἀμέσως δὲ φρόνησιν ἀφροσύνῃ. κἂν ἐπί τινος δὲ τῶν ἀτόμων ὡρισμένως τὰ ἐναντία λέγηται, ἀλλὰ κατὰ ἀναφορὰν τὴν ἐπὶ τὰ ἄμεσα· τί γὰρ μᾶλλον τῇ ἐν τούτῳ ἢ τῇ ἐν τούτῳ φρονήσει ἡ ἀφροσύνη ἐναντίον ἐστίν; μήποτε δὲ ἔστιν τις καὶ ἐν τούτοις ἀντίθεσις, εἴπερ καὶ αἱ ἀρεταὶ καὶ αἱ κακίαι πρὸς τὰς ἐχούσας ψυχὰς ἰδιοτροποῦνται, καὶ ὑγεῖαι καὶ νόσοι πρὸς τὰ ἔχοντα σώματα. πῶς δὲ ἂν οὐκ εἴποι ὁ Ἀριστοτέλης καὶ περὶ ταὐτὸν τῷ ἀριθμῷ γίνεσθαι τὰ ἐναντία, εἴπερ τῆς οὐσίας τὸ ἴδιον τοῦτο ἀφωρίσατο καὶ αὐτός, τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ μένουσαν τῶν ἐναντίων εἶναι δεκτικήν; ἢ οὐχὶ τὸ ὑποκείμενον τοῖς ἐναντίοις βούλεται ὁ Ἀριστοτέλης μὴ εἶναι ἓν ἀριθμῷ, ἀλλ’ ἴσως ὡς ἐν τοῖς περὶ τῆς οὐσίας λόγοις εἰρημένον σαφῶς νῦν παραλέλειπται, ἀλλ’ εἴπερ ἄρα [τὸ] τὰ ἐναντία κἂν ἐν τοῖς ἀτόμοις γένηται, μὴ κατὰ τὸ ἄτομον αὐτὰ τὴν ἐναντίωσιν ἔχειν·2 μὴ γὰρ ὅτι ἥδε ἡ φρόνησις καὶ ἥδε ἡ ἀφροσύνη, ἀλλ’ ὅτι φρόνησις, ἀφροσύνη. οὕτως δὲ καὶ τὸ παρὰ Ἰαμβλίχου λεγόμενον εὐθετιστέον. δῆλον δὲ ὅτι περὶ μὲν τὸ ταὐτὸν τῷ γένει καὶ περὶ τὸ ταὐτὸν τῷ εἴδει οὐ μόνον ἅμα γίνεται τὰ ἐναντία, ἀλλὰ καὶ ἔστιν ἅμα, διότι δυνατὸν ἐν ἄλλῳ καὶ ἄλλῳ συνεστάναι· περὶ δὲ τὸ αὐτὸ τῷ ἀριθμῷ ἀδύνατον εἶναι ἅμα, ἀλλ’ ἀνὰ μέρος.

「さらに、反対のものは種においてあるいは類において同一のものにおいて生じるのが本来の性質であることも明らかである[……]他方、正義と不正は魂において、まで。」 中間のある反対のものと無中間の反対のものについて論じるにあたって「そのうちに生じるのが本来の性質であるもの、あるいはそれらについて述語づけられるものにおいて」という表現を用いたので、彼は反対のものが生じるのが本来の性質であるものとは何であるかを教えている。そして「同一のもの」が三通りに、すなわち類において、種において、数において言われるなかで、類において同一のものと種において同一のものにおいて生じると彼は述べている。なぜなら、反対のものである白さと黒さが存する物体を端的に取るときは、我々は同一の類を取ったのであり、他方、病気と健康が存する動物の物体を取るならば、類の下にある種を取ったからである。また、あらゆる魂を類において同一のものとして[取る]ならば、それらに関して反対のものは理性的であることと非理性的であることであろうし、他方、人間の魂を種として[取る]ならば、それらに関して徳と悪徳が存在するであろう。もっとも、数において同一のものにおいて反対のものが生じる、とは付け加えなかった。というのも、ある人々は限定された仕方で、この思慮(たとえばソロンのそれ)が、もし生じるならば彼自身の無分別に反対であり、またこの人の健康がまさに彼自身の病気に対して反対であって、たまたまのものがたまたまのものに対して反対なのではないと主張するが、アリストテレスはそのようには措定していないと思われるからである。それゆえ彼は、反対のものは類において同一のもの、種において同一のものにおいてのみ生じると述べたのである。イアンブリコスもまたこれに従って、指示を伴って「この思慮」が「この無分別」に反対であると言われるのではなく、直截に思慮が無分別に反対であると言われるのだと主張している。たとえ個別のもののいずれかにおいて限定された仕方で反対のものが言われるとしても、それは直截なものへの還元によるのである。なぜなら、無分別がこれにおける思慮に対してであるのと、これにおける思慮に対してであるのとで、どちらに優って反対であると言えようか。しかし、徳と悪徳もそれらを有する魂たちに応じて個別の特質を帯び、健康と病気もそれらを有する物体たちに応じて個別の特質を帯びる以上、これら[個別のもの]においても何らかの対立があるのではないだろうか。また、もしアリストテレス自身も、数において同一かつ一であり続けながら反対のものを受け入れる余地があるということを実体の固有の属性として規定したのであるならば、数において同一のものに関しても反対のものが生じるとどうして言わないのであろうか。あるいは、アリストテレスは反対のものの基体が数において一ではないと欲しているのではなく、おそらく実体に関する議論において明白に述べられたこととして今は省略されたのであろうか。それともむしろ、たとえ反対のものが個別のものにおいて生じるとしても、それらは個別のものに即して反対性を持つのではない[と欲しているのだろうか]。なぜなら「この思慮」「この無分別」であるからではなく、「思慮」「無分別」であるからこそ[反対なのである]。イアンブリコスによって述べられていることもこのように整序されるべきである。類において同一のもの、種において同一のものに関しては、反対のものは同時に生じるだけでなく同時に存在することも明らかである。異なるものにおいて共存することが可能だからである。他方、数において同一のものに関しては、同時に存在することは不可能であり、交代で存在するのである。

構文注2 件
  1. 11.10κἂν μὲν πάσας ψυχὰς ὡς τῷ γένει τὰς αὐτάς

    直前の ὅταν μὲν γὰρ τὸ σῶμα ἁπλῶς λάβωμεν から動詞 λάβωμεν が省略されている。対格 πάσας ψυχάς はこの補われた動詞の目的語であり、続く ἂν δὲ τὰς ἀνθρωπίνας ψυχὰς ὡς εἶδος も同様の省略構造である。

  2. 11.10ἀλλ’ εἴπερ ἄρα [τὸ] τὰ ἐναντία κἂν ἐν τοῖς ἀτόμοις γένηται, μὴ κατὰ τὸ ἄτομον αὐτὰ τὴν ἐναντίωσιν ἔχειν

    不定詞 ἔχειν は、先行する反語的疑問文 ἢ οὐχὶ τὸ ὑποκείμενον τοῖς ἐναντίοις βούλεται ὁ Ἀριστοτέλης μὴ εἶναι ἓν ἀριθμῷ の主動詞 βούλεται(ないし λέγει)に統語上依存しており、代替の解決案を導く対格不定詞構文(間接話法)として機能している。主語は τὰ ἐναντία であり、αὐτά はそれを強める代名詞。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:413.16-414.19