- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:403.26-405.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
シンプリキオスはアリストテレス『範疇論』13a37以下を注解し、矛盾対立のみが例外なく常に真偽を分割する固有の性質をもつこと、また反対や欠如の対立は非結合的語彙であり命題として結合された場合でも主語の非存在等により真偽を常に分かつわけではないことを論証する。
" Ὅσα δὲ ὡς κατάφασις καὶ ἀπόφασις ἀντίκειται ἕως τοῦ ὥστε ἐπὶ μόνων τούτων ἴδιον ἂν εἴη τὸ ἀεὶ θάτερον αὐτῶν ἢ ἀληθὲς ἢ ψεῦδος εἶναι." Ὅτι μὲν καὶ ταῦτα τῶν ἀντικειμένων ἐστὶν καὶ ἃ μάλιστα ἀντικείμενα, πρόδηλον· ἀναιρετικὰ γὰρ μάλιστα ἀλλήλων ἐστὶν καὶ ἀσυνύπαρκτα, ἡ μὲν καθόλου ἀποφατικὴ τῇ μερικῇ καταφατικῇ, ἡ δὲ καθόλου καταφατικὴ τῇ μερικῇ ἀποφατικῇ· οἱ γοῦν Στωικοὶ μόνα τὰ ἀποφατικὰ τοῖς καταφατικοῖς ἀντικεῖσθαι νομίζουσιν. τὴν δὲ διαφορὰν αὐτῶν τὴν πρὸς ἄλλους τρόπους τῶν ἀντιθέσεων σαφῶς παραδίδωσιν ἐκ τοῦ ἐπὶ μόνης ταύτης τῆς κατὰ ἀντίφασιν ἀντιθέσεως τὴν μὲν ἀληθῆ, τὴν δὲ ψευδῆ εἶναι τῶν προτάσεων·1 λαμβανέσθωσαν δὲ αἱ κυρίως ἀντικείμεναι προτάσεις, ὡς ἐν τῷ Περὶ ἑρμηνείας διορίζεται. ἐπὶ δὲ τῶν ἄλλων ἀντικειμένων οὐ διαιρεῖται ταῦτα· οὔτε γὰρ τῶν ἐναντίων τὸ μὲν ἀληθές ἐστιν, τὸ δὲ ψεῦδος, οὔτε τῶν πρὸς ἄλληλα λεγομένων οὔτε τῶν κατὰ ἕξιν καὶ στέρησιν ἀντικειμένων. τοῦτο δὲ πιστοῦται μὲν καὶ διὰ τῶν παραδειγμάτων, πιστοῦται δὲ καὶ ἀποδεικτικῶς οὕτως· τὰ κατὰ τοὺς τρεῖς τρόπους ἀντικείμενα ἄνευ συμπλοκῆς λέγεται· τῶν δὲ ἄνευ συμπλοκῆς λεγομένων οὐδὲν οὔτε ἀλήθειαν οὔτε ψεῦδος σημαίνει. καὶ γὰρ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐν προτάσει πάντως ἐστίν, πᾶσα δὲ πρότασις λόγος, ὁ δὲ λόγος ἐν συμπλοκῇ τινων. τῶν δὲ ἄλλων οὐδὲν κατὰ συμπλοκὴν λέγεται, ἀλλὰ ἐστιν ἁπλᾶ, οἷον λευκὸν μέλαν, διπλάσιον ἥμισυ, ὄψις τυφλότης. εἰπὼν δὲ ὅτι οὔτε ἐπὶ τῶν ἐναντίων ἀναγκαῖον ἀεὶ θάτερον ἀληθὲς εἶναι, θάτερον δὲ ψεῦδος, πρῶτον μὲν οὐχ οὕτως εἶπεν ὅτι οὐκ ἀναγκαῖον, ὡς ποτὲ τῶν ἐναντίων διαιρούντων τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καθ’ ἑαυτά, ἀλλ’ ὅπερ ἐφεξῆς ἐπέστησεν, δόξειεν ἄν τὸ τοιοῦτον συμβαίνειν,2 τὸ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἐπὶ τῶν κατὰ συμπλοκὴν λεγομένων ἐναντίων. τοιαῦτα δέ ἐστιν ἐν οἷς τοῦ αὐτοῦ τἀναντία κατηγορεῖται, οἷον τὸ νοσεῖν Σωκράτη καὶ τὸ ὑγιαίνειν Σωκράτη· ἄμεσα γὰρ ἐναντία τὸ ὑγιαίνειν καὶ νοσεῖν· ταῦτα δὲ καθ’ αὑτὰ μὲν πράγματα σημαίνει καὶ φάσεις εἰσὶ μόνον, εἰ δὲ συμπλακείη, λόγος γίνεται ὁ μὲν ἀληθής, ὁ δὲ ψευδής. δυνατὸν δὲ ταῦτα πρῶτον μὲν μηδὲ ἐναντία λέγειν, ἀλλὰ κατηγορεῖσθαι τοῦ αὐτοῦ τὰ ἐναντία. τὸ γὰρ αὐτὸ τῶν ἐναντίων ἐστὶ δεκτικόν· εἰ οὖν τοῦ Σωκράτη νοσεῖν καὶ τοῦ Σωκράτη ὑγιαίνειν μηδέν ἐστι δεκτικόν, οὐκ ἂν εἴη ταῦτα ἐναντία. κἂν συγχωρήσῃ δέ τις ἐναντία ταῦτα εἶναι, οὐδὲ οὕτως ἀναγκαῖόν ἐστιν τὸ μὲν αὐτῶν ἀληθὲς εἶναι, τὸ δὲ ψεῦδος· ὄντος μὲν γὰρ τοῦ Σωκράτους ἔσται τὸ μὲν ἀληθές, τὸ δὲ ψεῦδος, μὴ ὄντος δὲ ἀμφότερα ψευδῆ·3 ὁ γὰρ μὴ ὢν οὔτε νοσεῖν οὔτε ὑγιαίνειν ὀρθῶς ἂν λέγοιτο. ἡ μέντοι ἀντίφασις ἀεὶ μερίζει τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, καὶ ὄντος καὶ μὴ ὄντος τοῦ Σωκράτους. κατὰ γὰρ τοῦ μὴ ὄντος ἡ ἀπόφασις ἀληθὴς ἡ ‘Σωκράτης οὐχ ὑγιαίνει’ καὶ ἡ ‘Σωκράτης οὐ νοσεῖ’· οὐ γάρ ἐστιν ταὐτὸν τὸ μὴ νοσεῖν τῷ ὑγιαίνειν, ὥσπερ οὐδὲ τὸ μὴ ὁρᾶν τῷ τυφλὸν εἶναι· ἐπὶ γοῦν τοῦ τοίχου τὸ μὲν ‘οὐχ ὑγιαίνει οὐδὲ ὁρᾷ’ ἀληθὲς εἰπεῖν, τὸ δὲ ‘νοσεῖ καὶ τυφλός ἐστιν’ ψεῦδος. ταῦτα δὲ ῥητέον καὶ ἐπὶ τῶν κατὰ συμπλοκὴν τὴν στέρησιν καὶ ἕξιν ἐχόντων· καὶ γὰρ καὶ ἐπὶ τούτων δοκεῖ μὲν διαιρεῖσθαι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, οὐ μὴν ὄντως γε μερίζεται, ἀλλὰ μὴ ὄντος μὲν ψευδῆ ἄμφω, τό τε ὁρᾶν καὶ τὸ τυφλὸν εἶναι, ὄντος δὲ οὐκ ἀναγκαῖον θάτερον, ὅταν μὴ πεφυκὸς ᾖ ἐπιδέχεσθαι, ὡς ἐπὶ τοῦ τοίχου, ἢ μηδέπω πεφυκός, ὡς ἐπὶ τοῦ σκυλακίου.
「肯定と否定として対立するあらゆるもの……から、したがってこれらにおいてのみ、それらのうちの一方が常に真であるか偽であるかであることが固有であろう、まで。」 これらもまた対立するものに属し、とりわけ対立するものであることは明白である。というのも、全称の否定[命題]は部分の肯定[命題]と、全称の肯定[命題]は部分の否定[命題]と、互いに最も排斥し合い、共存不可能であるからである。実際ストア派の人々は、否定的なものだけが肯定的なものに対立すると考えている。そしてそれらの、対立の他の様式に対する差異を彼[アリストテレス]は明瞭に示している。それは、この矛盾による対立においてのみ、諸命題のうち一方が真であり他方が偽であるということからである。ただし、固有の意味で対立する諸命題が受け取られるべきであることは、『命題論』において規定されている通りである。しかし他の対立するものにおいては、これらは分割されない。なぜなら反対のものの一方が真で他方が偽であることもなければ、相関的に言われるものも、所有と欠如によって対立するものもそうではないからである。そしてこのことは例証を通じても信憑性を与えられるが、証明的にも次のように信憑性を与えられる。三つの様式によって対立するものは結合なしに言われる。しかし結合なしに言われるもののうちいかなるものも真も偽も意味しない。というのも、真と偽とは完全に命題のうちにあり、すべての命題は言明であり、言明は何らかのものの結合のうちにあるからである。他方、他の[対立する]もののうちいかなるものも結合によって言われるのではなく、単純なものである。例えば白・黒、二倍・半分、視覚・盲目である。彼[アリストテレス]は、反対のものにおいても常に一方が真で他方が偽であることは必然ではない、と言ったが、第一に、時には反対のものがそれら自体として真と偽を分割するかのように、「必然ではない」とこのように言ったのではなく、彼が引き続いて注意を促したように、真と偽を分割するというそのようなことが、結合によって言われる反対のものにおいて生じるように思われるかもしれないからである。そのようなものとは、同一のものについて反対のものが述語づけられる場合であり、例えばソクラテスが病むこととソクラテスが健康であることである。健康であることと病むこととは無媒介な反対のものであるからである。これらはそれら自体としては事物を意味しており単なる述語言明にすぎないが、もし結合されるならば、一方は真、他方は偽である言明が生じる。しかし第一にこれらを反対のものとさえ言わず、むしろ同一のものについて反対のものが述語づけられていると言うことが可能である。なぜなら同一のものが反対のものを受け入れ可能であるからである。したがって、もしソクラテスが病むこととソクラテスが健康であることとを受け入れるものが何もないならば、これらは反対のものではありえないであろう。また、仮に誰かがこれらを反対のものであると認めるとしても、そのようにしてもそれらの一方が真で他方が偽であることは必然ではない。なぜならソクラテスが存在するときには一方が真で他方が偽となるであろうが、存在しないときには双方が偽となるからである。実際、存在しない者が病むとも健康であるとも正しく言われないであろう。しかし矛盾は、ソクラテスが存在するときも存在しないときも、常に真と偽を配分する。なぜなら存在しないものについて「ソクラテスは健康ではない」および「ソクラテスは病んでいない」という否定が真であるからである。健康であることと病んでいないこととは同一ではなく、盲目であることと見ないこととが同一でないのと同様だからである。事実、壁について「健康でもなく見もしない」と言うことは真であるが、「病んでおり盲目である」は偽である。そしてこれらのことは、欠如と所有を結合によってもつものについても語られるべきである。なぜならこれらにおいても真と偽が分割されるように思われるが、決して真に配分されるわけではなく、むしろ存在しないときには、見ることと盲目であることの双方が偽であり、存在するとしても、壁におけるように受け入れるように自然づけられていないとき、あるいは子犬におけるようにまだ受け入れるように自然づけられていないときには、一方[が成立すること]は必然ではないからである。
- 11.7ἐκ τοῦ ἐπὶ μόνης ταύτης τῆς κατὰ ἀντίφασιν ἀντιθέσεως τὴν μὲν ἀληθῆ, τὴν δὲ ψευδῆ εἶναι τῶν προτάσεων
前置詞 ἐκ に冠詞属格 τοῦ と不定詞 εἶναι が導く名詞句が後続し、アリストテレスが差異を提示する論拠・出発点を示している。不定詞の意味上の主語は τὴν μὲν と τὴν δὲであり、属格 τῶν προτάσεων は全体属格としてこれらに係る。
- 11.7εἰπὼν δὲ ὅτι οὔτε ἐπὶ τῶν ἐναντίων ἀναγκαῖον ἀεὶ θάτερον ἀληθὲς εἶναι, θάτερον δὲ ψεῦδος, πρῶτον μὲν οὐχ οὕτως εἶπεν ὅτι οὐκ ἀναγκαῖον, ὡς ποτὲ τῶν ἐναντίων διαιρούντων τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καθ’ ἑαυτά, ἀλλ’ ὅπερ ἐφεξῆς ἐπέστησεν, δόξειεν ἄν τὸ τοιοῦτον συμβαίνειν
分詞 εἰπών で始まる導入部に対し、主節は οὐχ οὕτως εἶπεν ... ὡς ... ἀλλʼ ... δόξειεν ἄν の構造をとる。ὡς ποτὲ τῶν ἐναντίων διαιρούντων は理由を表す独立属格で、「反対のものがそれ自体で真偽を分けたことがあるかのように」という退けられるべき解釈を示す。続く ἀλλʼ 以下の節では、ὅπερ ἐφεξῆς ἐπέστησεν(彼が連記して注意を促したこと)が挿入的に置かれ、主動詞 δόξειεν ἄν(潜在の希求法)へと接続する。
- 11.7ὄντος μὲν γὰρ τοῦ Σωκράτους ἔσται τὸ μὲν ἀληθές, τὸ δὲ ψεῦδος, μὴ ὄντος δὲ ἀμφότερα ψευδῆ
ὄντος ... τοῦ Σωκράτους と μὴ ὄντος [τοῦ Σωκράτους] は条件を表す独立属格として対置されている。後節 μὴ ὄντος δὲ ἀμφότερα ψευδῆ においては、コピュラ(ἔσται)の省略がみられ、前節の述語構造を受けて簡潔に記述されている。
