- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:355.25-357.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
イアンブリコスの引用を締めくくり、時間が連続的である根拠としての静止した「今」と、永遠の動く似像としての時間の定義をまとめた上で、プラトンおよびアルキュタスの時間論、魂における時間の起源、万物における秩序づけの効用、そしてなぜアルキュタスが時間を実在に比して儚いものとみなしたのかを論じる。
συνεχὴς δέ ἐστιν ὁ χρόνος, οὐ μέντοι διὰ πέρατος ἀεὶ γινομένου καὶ ἀπολλυμένου συνέχεται· ἕστηκεν γὰρ τοῦτο ἐν τῷ οἰκείῳ εἴδει, ἵνα καὶ ὄντως ᾖ συνεχὴς καὶ ἀεὶ συνέχηται. περὶ ἄλλο δὲ νῦν θεωρεῖται τὸ κατ’ ἀριθμὸν ἄλλο καὶ ἄλλο γινόμενον, ὅπερ ἤδη θέσιν προσείληφεν καὶ σύνταξιν ἔχει πρὸς τὰ γινόμενα. ὅθεν δή, εἰ μὲν τὸ νῦν λαμβάνοι τις ὡς μέρος χρόνου, λήψεται αὐτὸ ὡς συμφυὲς ὂν πρὸς τὴν κίνησιν· εἰ μέντοι μηδὲ χρόνον αὐτὸ εἶναι ἀποφαίνοιντο, ὥσπερ ἤδη τινὲς περὶ αὐτοῦ διέγνωσαν, ἀρχὴ ἔσται1 τοῦ χρόνου χωριστὴ καὶ τῷ εἴδει ἡ αὐτὴ διαμένει. καὶ ὅταν οὖν λέγηται τὸ μὲν παρεληλυθὸς τοῦ χρόνου οὐκέτι εἶναι, τὸ δὲ μέλλον οὔπω εἶναι, ἰστέον ὡς ταῦτα κατὰ τὰ νῦν λέγεται τὰ προϊόντα ἔξω καὶ συμφερόμενα τῇ κινήσει καὶ μετὰ τῆς φορᾶς συναλλοιούμενα, τὰ δὲ ἐν τῷ νῦν περιεχόμενα καὶ ἀφωρισμένα ἐν αὐτῷ καὶ μηδέποτε ἐξιστάμενα τῆς οἰκείας ἀρχῆς, ταῦτα ἐν τῷ νῦν ἀεὶ διαμένει. ὅθεν δὴ καὶ εἰκότως αἰῶνος εἰκὼν κινητὴ ὁ χρόνος ἀφώρισται, ὡς τῆς ψυχῆς πρὸς τὸν νοῦν ἀπεικασθείσης καὶ τῶν λόγων αὐτῆς πρὸς τὰς νοήσεις καὶ τοῦ νῦν πρὸς τὸ ἐν ἑνὶ μένον· ἀπεικάσθη δὲ καὶ τὸ περιεκτικὸν τοῦ χρόνου 〈πρὸς τὸ ἐκείνου〉 ἅμα καὶ ἀεὶ ἐν ἑαυτῷ περιέχον καὶ τὸ τούτου κινούμενον πρὸς τὸ ἐκείνου ἑστηκὸς καὶ τὸ κατ’ ἀριθμὸν τῆς γενέσεως μέτρον πρὸς τὸ καθ’ ἓν τῶν οὐσιῶν”. Ἐπιστῆσαι δὲ ἄξιον, ὅτι καὶ ὁ Πλάτων κινουμένην κατ’ ἀριθμὸν εἰκόνα τοῦ αἰῶνος εἶπεν τὸν χρόνον, ὡς μονάδος τοῦ αἰῶνος ἀριθμὸν τὸν χρόνον θεασάμενος. καὶ μήποτε καὶ τὸ Ἀρχύτειον αὐτοφυέστερον οὕτως ἀκούειν,2 ὅτι ἐστὶν κινήσεώς τινος ἀριθμὸς οὐχ ὡς ἄλλον μὲν χρόνον τῆς κινήσεως δηλούσης, ἄλλον δὲ τοῦ ἀριθμοῦ, ἀλλ’ ὡς ἐπὶ τοῦ αὐτοῦ πάντων ῥηθέντων. ὡς γὰρ ὁ αἰὼν μονίμως τὸ ἓν εἶχεν καὶ οὐκ ἄλλος μὲν αἰὼν ἦν ὁ κατὰ τὸ ἑστώς, ἄλλος δὲ ὁ κατὰ τὸ ἕν, οὕτως καὶ ὁ χρόνος, καὶ ὁ ἐν τῇ ψυχῇ πρώτως ὑποστὰς καὶ ὁ ἀπ’ ἐκείνου προελθὼν εἰς τὴν γένεσιν, ἀριθμὸς ἦν ἐν κινήσει, ὁ δὲ αὐτὸς καὶ διάστημα τῆς τοῦ παντὸς φύσεως ἦν· ὡς γὰρ ὁ αἰὼν τῷ ὄντι συνυπῆρχεν κατὰ τὴν ἀμέριστον αὐτοῦ καὶ ἀκίνητον ὁμοῦ ὅλην οὐσίαν θεωρούμενος, οὕτως ὁ χρόνος τῷ γενητῷ παντὶ συνυπέστη κατὰ τὴν κινουμένην καὶ ἀεὶ ἄλλοτε ἄλλην διάστασιν τῆς γενέσεως θεωρούμενος. καὶ ἐκεῖνο δὲ ἄξιον ἐπιστῆσαι, εἰ ἐν ψυχῇ πρώτως ὁ χρόνος ὑπέστη ἢ ἀπὸ ψυχῆς· εἰ γὰρ μέση τῆς ἀμερίστου καὶ μεριστῆς οὐσίας ἐστὶν ἡ ψυχή, καὶ μέτρον ἂν ἔχοι συμφυὲς τὸ μέσον αἰῶνός τε καὶ χρόνου κατ’ οὐσίαν ταύτῃ συνυφεστηκός, καὶ ἀπ’ ἐκείνου προσεχῶς ὁ χρόνος ὁ κυρίως ἐν τοῖς κυρίως γενητοῖς ὑφίσταται. ἀλλὰ τοῦτο μὲν καὶ αὖθις ζητείσθω. Τὴν δὲ χρείαν, ἣν ὁ χρόνος τῷ παντὶ παρέχεται, δίκαιον ἂν εἴη προσθεῖναι. ὡς γὰρ τὸ ὂν διὰ τὸν αἰῶνα ἅμα ὅλον ἐστὶν ἐν ἑνὶ συνῃρημένον, οὕτως ἡ γένεσις διὰ τὸν χρόνον ἐν τάξει διακέκριται, καὶ εἴπερ μὴ ἦν χρόνος, σύγχυσις ἂν ἦν καὶ τῶν γενέσεων καὶ τῶν πράξεων, ὡς συγκεχύσθαι τοῖς ἐπὶ τῶν Τρωικῶν τὰ νῦν.3 ἀλλὰ πῶς τοσαύτην ἔχοντος δύναμιν τοῦ χρόνου ὁ Ἀρχύτας ἤτοι τὸ παράπαν οὐκ εἶναί φησιν αὐτὸν ἢ ἀμυδρὸν καὶ μόλις εἶναι; ἢ ὅτι ὡς πρὸς τὰ κυρίως καὶ ἀληθῶς ὄντα παραβάλλων αὐτὸν ταύτην αὐτοῦ τὴν μοῖραν κατεψηφίσατο, διότι ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει καὶ τὸ μὲν παρεληλυθὸς οὐκέτι ἔστιν, τὸ δὲ μέλλον οὐδέπω, τὸ δὲ νῦν ἀμερὲς καὶ ἀδιαίρετον· πῶς οὖν ἄν, φησίν, ὑπάρχοι τοῦτο, οὐχ ἁπλῶς, ἀλλὰ κατ’ ἀλήθειαν; οὐ γὰρ προσήκει τὸ ὄντως εἶναι τῷ χρόνῳ, ὥσπερ οὐδὲ τῇ γενέσει. δοκεῖ δὲ καὶ τῶν ἄλλων συνεχῶν ἀμενηνοτέραν αὐτῷ διδόναι τὴν ὑπόστασιν ὁ Ἀρχύτας, διότι γραμμῆς μὲν καὶ ἐπιφανείας καὶ τόπου τὰ μέρη ὑφέστηκεν ὁμοῦ, τοῦ δὲ χρόνου τὸ μὲν ἔφθαρται, τὸ δὲ οὔπω ἔστιν. μήποτε δὲ καὶ τὰ ὑφεστάναι δοκοῦντα, εἴπερ γενητά ἐστιν καὶ ἀεὶ ῥέοντα, τῷ εἴδει τὰ αὐτὰ ὑφέστηκεν, ἀλλ’ οὐ τῷ ἀριθμῷ, ὥσπερ καὶ τὸ νῦν τοῦ χρόνου. καὶ περὶ μὲν τοῦ ποτὲ τοσαῦτα, μεταβαίνειν δὲ λοιπὸν ἐπὶ τὰ ἑξῆς καιρός.
時間は連続的であるが、とはいえ常に生成し消滅する限界を通じて繋ぎ止められているのではない。なぜなら、〔時間が〕真に連続的であり常に繋ぎ止められているために、この限界は固有の形相のうちに静止しているからである。これに対して、数において次から次へと異なるものとして生成するものは、別の「今」について考察されるのであり、この「今」はすでに位置を付加され、生成するものどもに対する序列を有している。それゆえ、もしある人が「今」を時間の部分として捉えるならば、運動と本来一体化しているものとしてそれを捉えるであろう。しかし、すでに一部の人々がこれについて判断したように、もしそれを時間ですらないと主張するならば、[その「今」は]時間の分離した原理であり、形相において同一のまま留まるであろう。したがって、時間の過去のものはもはや存在せず、未来のものはまだ存在しないと言われるとき、これらは外へと進み出て運動に同調して運ばれ、推移に伴って共に変化する「今」どもに即して言われているのであり、他方で「今」のうちに包括されそのうちに画定されて自らに固有の原理から決して逸脱しないものどもは、常に「今」のうちに留まり続ける、と知るべきである。まさにそれゆえ、魂が知性に、その諸理拠が諸知的直観に、そして「今」が一なるもののうちに留まるものに見立てられたように、時間が永遠の動く似像として規定されたのももっともなことである。さらに、時間の包括的な性質は[永遠のそれ]、すなわち同時にかつ常に自らのうちに包括する性質に見立てられ、時間の動く性質は永遠の静止した性質に、生成の数に即した尺度(測度)は諸実体の一に即した尺度に見立てられたのである」。 また、プラトンも永遠のモナド(一者)に対する数として時間を眺めやり、時間を数に即して動く永遠の似像と呼んだことにも留意する価値がある。そしておそらく、アルキュタスの説も、「時間はある種の運動の数である」という言明を、運動がある時間を示し、数が別の[時間]を示しているというのではなく、すべてのことが同一のものについて語られていると解する方が、より自然であろう。なぜなら、永遠が恒常的に一を有しており、静止に即した永遠が一つあり、一に即した永遠が別にあるというのではなかったように、そのように時間もまた、魂のうちに第一に成り立ったものも、魂から生成へと進み出たものも、運動における数であり、かつこの同じものが宇宙の自然の延長でもあったからである。実際、永遠が実在と共に、その不可分にして不動なる同時に全体である実体に即して考察されつつ存立していたように、そのように時間も、生成の運動し常に時により異なる広がりとして考察されつつ、生成する宇宙全体と共存したのである。また、時間が第一に魂のうちに成り立ったのか、それとも魂から[生じたのか]という点も留意に値する。なぜなら、もし魂が不可分な実体と可分な実体の中間にあるならば、永遠と時間の中間的な尺度、実体において魂と共存する本来的な尺度を有しているはずであり、それから直接に、本来の意味で生成するものどものうちにある本来の時間が成り立つからである。しかしこの問題は改めて探究されるとしよう。 他方で、時間が宇宙に提供する効用を付け加えることも正当であろう。なぜなら、実在が永遠のおかげで一なるもののうちに一つにまとめられて同時に全体としてあるように、そのように生成も時間のおかげで秩序のうちに区分されているのであり、もし時間がなかったならば、生成も行為も混乱し、トロイア戦争の出来事と現在の出来事が混同されてしまうようなことになったであろうからである。しかし、時間がこれほど大きな力を持っているのに、なぜアルキュタスは時間がまったく存在しないか、あるいはかすかで辛うじて存在するにすぎないと語るのであろうか。それとも、本来の意味で真に実在するものどもと対比することによって、彼が時間に対してこのような定めを下したからであろうか。なぜなら、時間は生成のうちにその存在を有し、過去のものはもはや存在せず、未来のものはまだ存在せず、「今」は部分を持たず分割不可能であるからである。「では、このようなものが、単にではなく真実に即していかにして存立しえようか」と彼は言う。実際、真実に存在することは、生成にふさわしくないのと同様に、時間にもふさわしくないからである。またアルキュタスは、他の連続的なものどもよりも儚い存立を時間に与えているように思われる。なぜなら、線や面や場所の部分は共に存立しているのに対し、時間の部分は一方がすでに滅び、他方はまだ存在しないからである。しかしおそらく、存立しているように思われるものどもも、もし生成するものであり常に流動するものであるならば、時間の「今」と同様に、形相においては同一のものとして存立しているが、数においてはそうではないのであろう。そして「いつ(時)」についてはこれくらいにしておき、今や次なる事項へと移行すべき時である。
- 8.0εἰ μὲν τὸ νῦν λαμβάνοι τις ... λήψεται ... εἰ μέντοι μηδὲ χρόνον αὐτὸ εἶναι ἀποφαίνοιντο ... ἀρχὴ ἔσται
条件節に希求法(λαμβάνοι, ἀποφαίνοιντο)、帰結節に直説法未来(λήψεται, ἔσται)をとる混合条件文。仮定としては理論的な想定(希求法)として提示しつつ、その仮定が置かれた場合に論理的に導かれる帰結を確実な帰結(直説法未来)として述べている。
- 8.0καὶ μήποτε καὶ τὸ Ἀρχύτειον αὐτοφυέστερον οὕτως ἀκούειν
副詞 μήποτε に不定詞(ἀκούειν)が続く構文で、「…と解するのがおそらくより自然であろう」という慎重な提議・判断を表す。ἐστί が省略された非人称構文(μήποτε [ἐστὶν] αὐτοφυέστερον ἀκούειν)として機能している。
- 8.0ὡς συγκεχύσθαι τοῖς ἐπὶ τῶν Τρωικῶν τὰ νῦν
結果を表す ὡς + 不定詞(συγκεχύσθαι)の構文で、直前の反実仮想(εἴπερ μὴ ἦν χρόνος, σύγχυσις ἂν ἦν...)から生じる極端な帰結を具体化・敷衍している。主語は中性複数対格 τὰ νῦν、与格 τοῖς ἐπὶ τῶν Τρωικῶν は動詞 συγχέω の結合与格。
