← キリキアのシンプリキオス

アリストテレス『カテゴリー論』注解

§309.1-310.21

運動の連続性と能動および受動範疇の独自性

シンプリキオスは、変化と運動の相違、および運動が無時間的・非連続的でありえない理由を論じてプロティノスの運動論を批判し、さらに運動・現実活動が関係概念に解消されない根拠を示した上で、能動と受動の範疇の独自性をストア派の動詞分類と対比しつつ擁護する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§6.1#10

εἰ μὲν οὖν ἡ κατὰ τὸ μεταβεβληκέναι πάντως ἀπὸ τῆς κατὰ τὸ μεταβάλλειν συνίσταται μεταβολὴ καὶ προϋπάρχει μὲν ἡ κατὰ τὸ μεταβάλλειν ἡλίου ἀνατέλλειν μέλλοντος, ἡμῖν δὲ ἀνεπαισθήτως μόνη ἡ κατὰ τὸ μεταβεβληκέναι ἐνίσταται, εἴη ἂν οὖν οὐκ ἄνευ μὲν κινήσεως, οὐ μὴν κίνησις ἡ τοῦ φωτισμοῦ ἔνστασις· εἰ δὲ ἐνδέχεται τὴν κατὰ τὸ μεταβεβληκέναι ἐνστῆναι ἄνευ τοῦ μεταβάλλειν, οὐκ ἂν εἴη κίνησις οὐδὲ μετὰ κινήσεως ἡ τοιαύτη μεταβολὴ ἡ ἐν τῷ μεταβεβληκέναι, ἀλλ’ ἐνέργειαί εἰσιν καὶ οὐχὶ κινήσεις αἱ τοιαῦται μεταβολαί. Πολλὰ δὲ τῶν ὑπὸ Πλωτίνου περὶ κινήσεως λεγομένων οὐκ ἐφαρμόζει ταῖς κινήσεσιν. τό τε γὰρ ἄχρονον λέγεσθαι κίνησιν μάχεται πρὸς τὴν διάνυσιν αὐτῆς καὶ τὴν διέξοδον, τό τε ἐν ἀχρόνῳ αὐτὴν ἄρχεσθαί ποτε τὴν συνέχειαν τῆς φύσεως αὐτῆς ἀναιρεῖ, τό τε νομίζειν πάλιν καὶ πάλιν τὴν αὐτὴν συμπεραίνεσθαι κίνησιν ἀδύνατον ἐπὶ συνεχοῦς· ἐπὶ γὰρ τῶν κατ’ ἀριθμὸν διωρισμένων μόνων δυνατὸν μονάδα καὶ ἄλλην μονάδα ἐπινοεῖν καὶ οὕτως συντάττειν εἰς ταὐτὸ τὸ διωρισμένον πλῆθος· ἐφ’ ὧν δὲ συνέχειά ἐστιν ἀπεριόριστος, οὐκ ἔνεστιν ἐπὶ τούτων ὥσπερ διωρισμένον τι πλῆθος εἰς ταὐτὸ συγκεφαλαιοῦσθαι. οὐκ ὀρθῶς δὲ λέγεται καὶ εἰ ἀθρόα γίνεται μεταβολὴ καὶ ἄχρονος, γίνεσθαι καὶ κίνησιν τοιαύτην· εἰ γὰρ κατ’ εἶδος γίνονται ἀκίνητοι παρουσίαι εἰδῶν, μεταβολαὶ μὲν ἄχρονοι ἔσονται, κινήσεις δὲ οὔ. ἀλλ’ οὐδὲ τοῦτο ὀρθῶς ὑπολαμβάνουσιν, ὡς εἷς ἐστιν [ὁ] λόγος τῶν κινήσεων καὶ τῶν ἐνεργειῶν, καὶ εἰ ἄχρονος ἔστιν ἐνέργεια, ἄχρονον εἶναι καὶ κίνησιν ὡσαύτως· καὶ γὰρ ἡ μὲν ἐνέργεια κατὰ τὴν ἀκίνητον εἴδους παρουσίαν καὶ τελειότητα ἕστηκεν ἡ αὐτή, ἡ δὲ κίνησις πρόεισιν ἀεί, ἕως ἂν εἰς τὴν ἐντελέχειαν ἀφίκηται. καὶ τὸ ποσὸν δὲ ἐπὶ τῆς κινήσεως οὐ κατὰ τὸ πλῆθος τὸ διηριθμημένον ληπτέον (οὐ γὰρ ἔχει συνέχειαν τὸ τοιοῦτον), ἀλλὰ μᾶλλον κατὰ τὴν διέξοδον, παραπλησίως τῇ διαστάσει τοῦ σώματος. εἰ οὖν ποσή ἐστιν ἡ κίνησις, εἰς ἴδιον γένος οὐ δύναται τάττεσθαι. ἀλλὰ ταῦτα μὲν ἀρκούντως. Τινῶν δὲ λεγόντων ὅτι διὰ τοῦτο οὐκ ἔθετο γένος τὴν κίνησιν καὶ τὴν ἐνέργειαν ἐν ταῖς κατηγορίαις ὁ Ἀριστοτέλης, ὅτι ταῦτα ὑπὸ τὰ πρός τι ἀνάγεται τῷ τὴν μὲν ἐνέργειαν τοῦ δυνάμει εἶναι ἐνεργητικοῦ, τὴν δὲ κίνησιν τοῦ δυνάμει κινητοῦ,1 καλῶς ὁ Πλωτῖνος ἀντιλέγων φησὶν ὅτι “τὰ μὲν πρός τι αὐτὴ ἡ σχέσις ἐγέννα, ἀλλ’ οὐ τὸ πρὸς ἕτερον μόνον λέγεσθαι· ὅταν δὲ ᾖ τις ὑπόστασις, κἂν ἑτέρου ᾖ κἂν πρὸς ἕτερον, τήν γε πρὸ τοῦ πρός τι εἴληχε φύσιν. αὕτη τοίνυν ἡ ἐνέργεια καὶ ἡ κίνησις καὶ ἡ ἕξις, κἂν ἑτέρου εἰσίν, ἀλλὰ τὸ εἶναί τι πρὸ τοῦ πρός τι καὶ νοεῖσθαι καθ’ αὑτὰ οὐκ ἀφῄρηνται”. καὶ ὅλως τὰ μὲν πρός τι κατ’ αὐτὴν μόνην θεωροῦνται τὴν σχέσιν, ὥσπερ ἡ δεξιότης καὶ ἡ ὁμοιότης· τὰ δὲ ἑτέρων ὄντα οὕτως ὡς τὰ κατὰ μετοχὴν ὑφιστάμενα, ὡς ἐν τῷ κινουμένῳ ἡ κίνησις καὶ ἐν τῷ ἐνεργοῦντι ἡ ἐνέργεια, οὐ τὴν πρός τι σχέσιν παρίστησιν, ἀλλὰ μετοχὴν τῆς κινήσεως· αἱ δὲ μετοχαὶ οὐκ ἐποίουν τὸ πρός τι, ἐπεὶ οὕτως ἑνὶ λόγῳ πάντα ἔσται πρός τι. * * * καὶ μάλιστα οὕτω συνεζευγμένον ὑπ’ αὐτοῦ τὸ ποιεῖν τῷ πάσχειν διὰ τὴν πρὸς αὐτὸ σχέσιν, ὡς περὶ ἀμφοτέρων ἕνα ποιήσασθαι λόγον τὸν Ἀριστοτέλη, καὶ εἰ μὴ ὁ τῆς δεκάδος τῶν γενῶν ἀριθμὸς ἀπῄτει διῃρῆσθαι, ᾠήθησαν ἄν τινες,2 ὅτι εἰς μίαν τὰ δύο ἀνάγει κατηγορίαν. ἢ ὅτι τὸ ὡς γένος λαμβανόμενον ποιεῖν κατὰ τὴν καθαρῶς ποίησιν ἱστάμενον κεχώρισται τελέως τοῦ πάσχειν· καὶ γὰρ τὸ θερμαίνειν καὶ ψύχειν παρέλαβεν ὁ Ἀριστοτέλης οὐχ ὡς τὰ ὀρθὰ παρὰ τοῖς Στωικοῖς λεγόμενα, ἅπερ ὡς εἰς ἕτερον ῥέπουσαν ἔχει τὴν κίνησιν,3 ἀλλὰ κατ’ αὐτὴν τὴν πρωτουργὸν αἰτίαν τῆς κινήσεως, ἥτις ἐν αὐτῷ τῷ εἴδει τῆς θερμότητος καὶ ψυχρότητος προϋπάρχει· οὕτω γὰρ καὶ καθαρῶς ποίησις ἔσται κεχωρισμένη πάντῃ τοῦ πάσχειν. ἀλλ’ οὐδὲ τὸ θερμαίνεσθαι καὶ ψύχεσθαι ταῦτά ἐστιν ἅπερ ὕπτια καλοῦσιν κατὰ τὴν πρὸς τὸ θερμαῖνον σχέσιν θεωρούμενα· ἀλλὰ σημαίνεσθαι μὲν καὶ τοιαῦτά τινα ἀπὸ τῶν φωνῶν τούτων οὐκ ἂν ἀντείποιμεν, οὐ μὴν ταῦτά γε εἶναι τὰ ἐν τῷ πάσχειν ὑπ’ Ἀριστοτέλους τιθέμενα.

それゆえ、もし変化し終えたことに即した変化が、いかなる場合にも変化しつつあることに即した変化から成り立っており、太陽が昇ろうとするときに変化しつつあることに即した変化が先行して存在し、我々にとっては気づかれずに変化し終えたことに即した変化のみが現出するならば、照らしの現出は運動なしではないが、決して運動ではないということになろう。しかし、もし変化し終えたことに即した変化が、変化しつつあることなしに現出することがありうるならば、変化し終えたことのうちにあるそのような変化は運動ではなく、運動を伴うことすらなく、そのような変化は運動ではなく現実活動なのである。 しかし、プロティノスによって運動について語られたことの多くは、運動に適合しない。実際、運動が無時間的と言われることは、その走破や経巡りと矛盾し、運動が無時間のうちにあるとき始まるということは、その本性の連続性を否定し、同じ運動が何度も何度も完結すると考えることは、連続的なものにおいては不可能である。なぜなら、数において規定されたものにおいてのみ、単位と別の単位を心に思い描き、このようにして規定された多数を同一のものへとまとめ上げることが可能であるが、無限定な連続性があるものにおいては、規定されたある多数のように同一のものへと総括することは不可能だからである。また、もし一括して無時間的な変化が生じるならば、そのような運動も生じる、と言われるのも正しくない。なぜなら、形相に即して不動の形相の臨在が生じるならば、変化は無時間的であろうが、運動はそうではないからである。しかしまた、彼らが運動と現実活動の定義は一つであり、もし無時間的な現実活動があるならば、同様に運動も無時間的である、と思いなすのも正しくない。実際、現実活動は形相の不動の臨在と完全性に従って同一のまま留まるが、運動は完全現実態に到達するまで常に前進するからである。また運動における量も、数え上げられた多数(このようなものは連続性をもたない)に従って捉えるべきではなく、むしろ物体の広がり[延長]と同様に、経巡りに従って捉えるべきである。したがって、もし運動が量であるなら、固有の類へと配置されることはできない。しかしこれらのことについては十分である。 他方、アリストテレスが範疇において運動と現実活動を類として置かなかったのは、現実活動が潜在的に能動的なものに属し、運動が潜在的に可動的なものに属するということによって、これらが関係概念へと還元されるからである、とある人々が言うのに対し、プロティノスは適切にも反論して次のように言う。「関係概念を産出するのは関係そのものであり、単に他者に対して語られることではない。何らかの実質が存在するときには、たとえそれが他者のものであったり他者に対するものであったりしても、関係概念に先立つ本性を得ている。したがって、この現実活動も運動も状態も、たとえ他者のものであるとしても、関係概念に先立って何らかのものであり、それ自体として思考されることを奪われてはいない」。そして一般に、関係概念は右側であることや類似性のように、ただ関係そのものに従ってのみ観察されるが、動かされているもののうちにある運動や現実活動しているもののうちにある現実活動のように、分有に従って成立するものとして他者のものであるものは、関係概念としての関係を示すのではなく、運動の分有を示すのである。そして分有は関係概念を作り出さない。さもなければ一言にして万物が関係概念となってしまうであろう。[……]そしてとりわけ、アリストテレスが両者について一つの論述をなしたほどに、能動が彼によって受動と、それに対する関係によって結びつけられており、10の類の数が区分されることを要求しなかったならば、彼がこれら二つを一つの範疇へと還元していると誰かが考えたかもしれないほどである。あるいは、類として捉えられる能動は、純粋な作用に従って存立し、受動から完全に分離されているからである[と答えるべきか]。実際、アリストテレスが「温める」や「冷やす」を取り上げたのは、ストア派のもとで語られる、他者へと傾く運動をもつ直動動詞としてではなく、運動の第一作因そのもの(熱や冷の形相そのもののうちに先在している原因)に従ってであった。なぜならそのようにしてこそ、純粋な作因として受動から全面的に分離されているであろうから。しかしまた「温められる」や「冷やされる」も、温めるものに対する関係に従って観察される、彼らが受動動詞と呼ぶところのものではない。これらのようなものもこれらの言葉によって意味されるということは我々も反論しないであろうが、しかしそれらがアリストテレスによって受動のうちに置かれているものではない。

構文注3 件
  1. 6.1τῷ τὴν μὲν ἐνέργειαν τοῦ δυνάμει εἶναι ἐνεργητικοῦ, τὴν δὲ κίνησιν τοῦ δυνάμει κινητοῦ

    定冠詞中性単数与格 τῷ に不定詞 εἶναι が導く対格不定詞構文(τὴν μὲν ἐνέργειαν ... τὴν δὲ κίνησιν)が結びつき、前文の理由「〜ということによって(〜だから)」を表している。属格 τοῦ δυνάμει ἐνεργητικοῦ / κινητοῦ は所有属格(あるいは所属の属格)であり、「潜在的に能動的なもの/可動的なものに属する」の意。

  2. 6.1καὶ εἰ μὴ ὁ τῆς δεκάδος τῶν γενῶν ἀριθμὸς ἀπῄτει διῃρῆσθαι, ᾠήθησαν ἄν τινες

    条件節 εἰ μὴ ... ἀπῄτει(未完了過去直説法)と帰結節 ᾠήθησαν ἄν(アオリスト直説法+ἄν)からなる混合的な反実仮想文。「もし10の類という数が区分されていることを要求していなかったならば、ある人々は考えたであろう」。

  3. 6.1οὐχ ὡς τὰ ὀρθὰ παρὰ τοῖς Στωικοῖς λεγόμενα, ἅπερ ὡς εἰς ἕτερον ῥέπουσαν ἔχει τὴν κίνησιν

    τὰ ὀρθά はストア派文法学における「直動(能動)動詞」を指す術語。続く ἅπερ の節はその定義的説明で、「他者へと向かう運動をもつもの」の意。後半の ὕπτια(受動動詞)と対比されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:309.1-310.21