- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:277.12-279.1
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
シンプリキオスはアリストテレス『範疇論』10b12を注解し、性質における反対性の有無(すべての性質に属するわけでも性質のみに固有でもないこと)、反対のものの一方が属する類にもう一方も属するという定理、および「もし」という仮定表現の理由を論じる。
" Ὑπάρχει δὲ καὶ ἐναντιότης κατὰ τὸ ποιόν ἕως τοῦ ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν κατὰ τὸ ποιὸν ἐναντίων." Ὥσπερ ἐπὶ τῶν ἄλλων κατηγοριῶν μετὰ τὴν διαίρεσιν ἐπῆγεν τὰ ὑπάρχοντα ἑκάστῃ, τά τε κοινὰ πρὸς ἄλλας καὶ τὰ ἴδια, οὕτως καὶ ἐνταῦθα. καὶ πρῶτον τὴν ἐναντιότητα προχειρίζεται ὡς ὑπάρχουσαν τῷ ποιῷ, ὑπάρχει δὲ καὶ ἐναντιότης εἰπὼν καὶ τὸν καί σύνδεσμον προσθείς, διότι καὶ ἄλλα ὑπάρχοντα ἐπάξει, ὥσπερ τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὸ ὅμοιον. κατὰ τὸ ποιὸν δὲ εἶπεν ἀντὶ τοῦ κατὰ τὴν ποιότητα· δηλοῖ δὲ τὰ ἐπαχθέντα ὑποδείγματα, οἷον δικαιοσύνη ἀδικίᾳ ἐναντίον· ποιότητες γὰρ αὗται καὶ οὐχὶ ποιά. ἴσως δὲ διὰ τοῦτο τὸ ποιὸν ἀντὶ τῆς ποιότητος εἶπεν, ὅτι συνείληπται ἐν τῷ ποιῷ καὶ ἡ ποιότης, καὶ τοῦ ποιοῦ ἐπιδεχομένου1 πάντως καὶ ἡ ποιότης ἐπιδέχεται, ἐπειδὴ κατὰ τὴν ποιότητα καὶ τὸ ποιὸν ἐπιδέχεται. κατασκευάζει δὲ ἐκ τῆς ἐπαγωγῆς, τῶν τε ψυχικῶν καὶ τῶν σωματικῶν ποιοτήτων παραδείγματα προσθείς. οὐ μόνον δὲ ταῖς ποιότησιν ὑπάρχειν τὴν ἐναντιότητά φησιν, ἀλλὰ καὶ τοῖς κατ’ ἐκείνας τὰς ποιότητας ποιοῖς λεγομένοις. οὔτε δὲ πάσῃ τῇ ποιότητι ὑπάρχει ἡ ἐναντίωσις· οὔτε γὰρ τοῖς κατὰ τὸ σχῆμα ποιοῖς, οἷον τῷ τριγώνῳ καὶ τετραγώνῳ, οὔτε τοῖς μέσοις χρώμασιν, οἷον πυρρῷ ἢ ὠχρῷ, δῆλον δὲ ὅτι οὐδὲ ταῖς κατὰ τὰς ἄλλας αἰσθήσεις [ἐν] μεσότησιν, οἷον χλιαρῷ ἢ τῇ τῆς μέσης χορδῆς ἀπηχήσει· καὶ τοῦτο εἰκότως, εἴπερ ἐναντία ἐστὶν τὰ πλεῖστον ἀλλήλων διεστηκότα. ἀλλὰ μὴν οὐδὲ μόνῃ τῇ ποιότητι ὑπάρχει ἡ ἐναντίωσις· καὶ γὰρ τοῖς πρός τι πρόσεστιν, ὡς μεμαθήκαμεν· ὥστε οὐκ ἔστιν ἴδιον τῆς ποιότητος τοῦτο. ἐπάγει δὲ τούτοις θεώρημά τι πρὸς πάσας χρήσιμον τὰς κατηγορίας, ἐν αἷς θεωρεῖται ἐναντίωσις. ἐὰν γὰρ τῶν ἐναντίων, φησίν, τὸ ἕτερον ποιὸν ὑπάρχῃ, καὶ τὸ ἐναντίον αὐτῷ ποιὸν ἔσται, καὶ καθόλου, ἐὰν τὸ ἕτερον τῶν ἀντιδιαιρουμένων ὡς ἐναντίων ἔν τινι γένει ὑπάρχῃ, καὶ τὸ ἀντιδιαιρούμενον πρὸς αὐτὸ ὡς ἐναντίον ἐν τῷ αὐτῷ γένει ὑπάρξει. γένοιτο δ’ ἄν, φησί, τοῦτο δῆλον, εἰ προχειριζοίμεθα τὰς ἄλλας κατηγορίας, οἰκείως εἰσαγωγικῇ πραγματείᾳ τὰ τοιαῦτα ἐκ τῆς ἐπαγωγῆς πιστούμενοι. γένοιτο δ’ ἄν καὶ ἄλλως δῆλον ἀπὸ τοῦ τῶν ἐναντίων ὅρου· εἰ γὰρ ἐναντία ἐστὶν τὰ ὑπὸ τὸ αὐτὸ γένος πλεῖστον ἀλλήλων διεστηκότα, δῆλον ὅτι ὑφ’ ὃ τὸ ἕτερον ἀνάγεται γένος, ὑπὸ τοῦτο καὶ τὸ λοιπόν. ἀλλ’ αὐτὸς μήπω τοῦ τῶν ἐναντίων ὅρου ἀποδοθέντος εἰκότως οὐκ ἐδοκίμασεν αὐτῷ χρήσασθαι. ἐὰν οὖν ζητῶμεν ὅτι * * τῶν κατηγοριῶν, ἐν αἷς ἐστιν ἐναντίωσις, ἐμάθομεν ἐντεῦθεν, ὅπως δεῖ μεθοδεύειν τὴν εὕρεσιν. ληψόμεθα γὰρ τὸ ἐναντίον τοῦ ζητουμένου, εἴπερ εἴη γνωριμώτερον, καὶ ἐὰν γνωσθῇ ἐν ποίᾳ ἐστὶν ἐκεῖνο κατηγορίᾳ, εἰσόμεθα ὅτι καὶ τὸ οὗ ἐστιν ἐναντίον ἐν τῇ αὐτῇ κατηγορίᾳ τακτέον, οἷον εἰ τὴν ἀδικίαν ζητῶμεν ἐν ποίῳ ἐστὶν γένει, ληπτέον τὴν δικαιοσύνην· ἔστιν δὲ αὕτη ποιότης, καὶ ἡ ἀδικία ἄρα ποιότης· καὶ εἰ ἡ τυφλότης ὁράσει ἐναντίον, ἡ δὲ ὅρασις ποιότης, καὶ ἡ τυφλότης ἔσται ποιότης· οὐδεμιᾷ γὰρ τῶν ἄλλων κατηγοριῶν ἐφαρμόσει. Ἀλλὰ διὰ τί εἶπεν εἰ ἔστιν ἡ δικαιοσύνη τῇ ἀδικίᾳ ἐναντίον; διὰ τί γὰρ τὸ εἰ τὸ ὑποθετικόν; ἢ ὅτι τινὲς οὐ συνεχώρουν2 τῇ δικαιοσύνῃ ἐναντίον εἶναι τὴν ἀδικίαν, ἀλλὰ τὴν μὲν ἐναντίαν ἕξιν ἀνώνυμον ἔλεγον, τὴν δὲ ἀδικίαν στέρησιν, τὰς γὰρ ἕξεις καταφατικῶς δεῖν προσαγορεύειν καὶ τὰς στερήσεις ἀρνητικῶς,3 οὐ καλῶς τοῦτο λέγοντες· καὶ γὰρ ἕξεις ἀποφατικῶς προσαγορεύομεν, ὡς τὴν τῇ σωφροσύνῃ ἀντικειμένην ἀκολασίαν, καὶ στερήσεις καταφατικῶς, ὡς τὴν τυφλότητα καὶ χωλότητα. καὶ τοῦτο μὲν ἀληθές, μήποτε δὲ διὰ τοῦτο εἶπεν ὁ Ἀριστοτέλης εἰ ἔστιν ἡ δικαιοσύνη τῇ ἀδικίᾳ ἐναντίον, ὅτι οὔπω τίνα ἐστὶν τὰ ἐναντία παραδέδωκεν, καὶ ὅτι κατ’ ἀλήθειαν οὐχ ὡς ἐναντία ταῦτα ἀντίκειται, ἀλλ’ ὡς ἕξις καὶ στέρησις. διὸ καὶ ἀκριβέστερον εἶπεν Ἀρχύτας οὐ μόνον ἐναντίωσιν εἰπὼν ὑπάρχειν τῇ ποιότητι, ἀλλὰ καὶ στέρησιν, γράφων οὕτως· “καὶ τᾷ ποιότητι δὲ κοινά τινα συνήρτηται, οἷον τό τε ἐναντιότατά τινα ἐπιδέχεσθαι καὶ στέρησιν”. Ἀποροῦσι δέ τινες πρὸς τὸ ἀπὸ τῶν ἐναντίων θεώρημα οὕτως. “εἰ γὰρ τοῦτο, φησίν, ὑγιές ἐστιν, ἔσται καὶ ἡ στέρησις ἡ τῷ εἴδει ἐναντία οὐσία· οὐσία γὰρ καὶ τὸ εἶδος.
「性質を帯びたものにかんしては反対性もまた属している」から「同様にして性質を帯びたものにかんする他の反対のものどもにおいてもそうである」まで。 他の諸範疇において区分に続いて各範疇に属するもの、すなわち他の諸範疇と共通するものや固有のものを[アリストテレスが]導入したのと同様に、ここでもまたそうしている。そして第一に反対性を、それが性質を帯びたものに属するものとして取り上げる。彼は「反対性もまた属している」と述べて「もまた」という接続詞を付け加えたが、それは「より多く」と「より少なく」、あるいは「類似した」といった他の属するものをも引き続いて導入するからである。また「性質を帯びたものにかんして」と述べたのは「性質にかんして」の代わりである。このことは導入された例、たとえば「正義は不正に反対である」が明らかにしている。なぜならこれらは性質であって、性質を帯びたものではないからである。おそらくこの理由から、彼は性質の代わりに性質を帯びたものを言ったのであろう。すなわち、性質を帯びたもののうちには性質もまた一緒に捉えられており、性質を帯びたものが[反対性を]受け入れるならば、どのような場合にも性質も受け入れるからである。というのも、性質にしたがって性質を帯びたものも[反対性を]受け入れるからである。そして彼は魂の性質および身体の性質の例を付加して、帰納から論証する。また彼は反対性が性質に属するだけでなく、それらの性質にしたがって性質を帯びたものと呼ばれるものにも属すると述べる。しかし、反対関係はすべての性質に属するわけではない。なぜなら形状にしたがう性質を帯びたもの、たとえば三角形や正方形には属さず、中間の色彩、たとえば赤色や黄褐色にも属さず、他の諸感覚における中間的なもの、たとえば微温的なものや中音の弦の響きにも属さないことは明らかだからである。そしてこれは当然である、もし反対のものどもが互いに最も隔たったものであるとするならば。とはいえ、反対関係は性質のみに属するわけでもない。なぜなら、私たちが学んだように、関係するものにも付随しているからである。したがって、このことは性質の固有性ではない。さらに彼はこれらに加えて、反対関係が観察されるすべての範疇に有用なある定理を導入する。なぜなら彼が言うには、もし反対のものどもの一方が性質を帯びたものであるならば、それに反対のものもまた性質を帯びたものであろうし、一般に、もし反対のものとして対等に区分されるものの一方がある類にあるならば、それに反対のものとして対等に区分されるものもまた同一の類にあるであろう。彼が言うには、もし私たちが他の諸範疇を取り上げるならば、入門的著作に相応しくそのような事柄を帰納から確証しつつ、このことは明らかになるであろう。また、反対のものどもの定義からも別の仕方で明らかになるであろう。なぜなら、もし反対のものどもが同一の類のもとで互いに最も隔たったものであるなら、一方が包摂される類のもとに、残り[の他方]もまた包摂されることは明らかだからである。しかし彼自身は、反対のものどもの定義がまだ提示されていないので、当然にもそれを用いることをよしとしなかった。したがって、もし私たちが反対関係のある諸範疇の[…]を探究するならば、どのようにその発見を探究すべきかをここから学んだのである。なぜなら、もし探究されるものの反対のもののほうがよりよく知られているならば、私たちはそれを取るであろうし、もしそれがどの範疇にあるかが知られるならば、それが反対のものである当のものもまた同一の範疇に配置されるべきであることがわかるからである。たとえば、もし私たちが不正がどの類にあるかを探究するなら、正義を取るべきである。そして正義は性質であるから、したがって不正も性質である。また、もし盲目が視力に反対であり、視力が性質であるなら、盲目もまた性質であろう。なぜなら他の諸範疇のどれにも適合しないからである。だが、なぜ彼は「もし正義が不正に反対であるなら」と言ったのか。なぜ仮定の「もし」を用いたのか。それとも、ある者たちが正義に不正が反対であることを認めず、反対の状態は無名であると述べ、不正は欠乏であると述べたからか。というのも、彼らの主張によれば、状態は肯定的に称されるべきであり、欠乏は否定的に称されるべきであるからであるが、彼らはこのことを正しく述べていない。なぜなら私たちは状態をも否定的に称するし(節制に対立する放縦のように)、欠乏をも肯定的に称するからである(盲目や跛行のように)。そしてこのことは真実であるが、あるいはアリストテレスが「もし正義が不正に反対であるなら」と言ったのは、彼が反対のものどもがいかなるものであるかをまだ教授しておらず、また真実においてはこれらが反対のものとしてではなく状態と欠乏として対立しているからかもしれない。それゆえアルキュタスもより厳密に、性質に反対関係が属するだけでなく欠乏も属すると述べて、次のように書いている。「また性質には、ある種の反対性を受け入れることや欠乏を受け入れることのように、ある共通の諸性格が結びついている」。しかしある者たちは、反対のものどもに基づく定理に対して次のように難問を提起する。「なぜなら、もしこのことが健全であるならば、形相に反対である欠乏もまた実体であろう。なぜなら形相も実体だからである」と彼らは言う。
- 5.7τοῦ ποιοῦ ἐπιδεχομένου
絶対属格構文であり、文脈上条件(「性質を帯びたものが受け入れるならば」)を表す。動詞 ἐπιδέχομαι の目的語として、前文の「反対性(τὴν ἐναντιότητα)」が了解されている。
- 5.7ἢ ὅτι τινὲς οὐ συνεχώρουν
疑問詞疑問文(διὰ τί...;)に対して ἢ ὅτι...(「それとも〜だからか」)で回答・解釈の候補を提示する古代注解の定型構文。後続の「μήποτε δὲ διὰ τοῦτο...」によって第二のより蓋然性の高い解釈へと展開される。
- 5.7τὰς γὰρ ἕξεις καταφατικῶς δεῖν προσαγορεύειν καὶ τὰς στερήσεις ἀρνητικῶς
直前の ἔλεγον(「彼らは述べていた」)から継続する間接話法の対格不定詞構文(δεῖν)。反対派の主張の論拠(「なぜなら状態は肯定的に、欠乏は否定的に称されるべきだからである」)を導入している。
