← キリキアのシンプリキオス

アリストテレス『カテゴリー論』注解

§269.19-271.2

希薄と濃厚の帰属批判と諸範疇における性質の検討

シンプリキオスは、希薄さと濃厚さを性質の第四の種に帰するアカイコス説の難点を指摘し、重さと軽さや細さと太さの範疇的帰属について検討した上で、性質が全範疇に浸透するかという見解を吟味し、範疇の本質的規定と外的な付加的性質を峻別する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.6#6

οἱ δὲ περὶ τὸν Ἀχαϊκὸν παραιτοῦνται καὶ εἰς τὸ πρός τι ἀνάγειν τὴν μανότητα 〈καὶ πυκνότητα〉 καὶ εἰς ἕτερόν τι πέμπτον εἶδος ποιότητος,1 ἀλλ’ οὐδὲ εἰς τὰς παθητικὰς αὐτὰς τιθέασιν, ὡς Ἀνδρόνικος, ἀλλ’ εἰς τὰς ἐν τῷ τετάρτῳ γένει, λεπτότητα μὲν καὶ κουφότητα ἕπεσθαι μανότητι λέγοντες, παχύτητα δὲ καὶ βαρύτητα πυκνότητι. ἀλλὰ πῶς μανότητα καὶ πυκνότητα εἰς τὸ τέταρτον εἶδος ἀνάξουσιν κατὰ τὰς Ἀριστοτελικὰς ἐννοίας, ἄδηλον, τοῦ Ἀριστοτέλους σαφῶς αὐτὰς τῆς ποιότητος ἐξοικίσαντος. εἰ δὲ καὶ ποιότητές εἰσιν, πῶς ὑπὸ τὸ τέταρτον γένος ἀναχθήσονται, αὗται μὲν ὅλαι δι’ ὅλου χωροῦσαι τοῦ ὑποκειμένου, τοῦ δὲ τετάρτου γένους κατὰ τὸ ἐπιπολῆς θεωρουμένου; Ἐπεὶ δέ τινες ἐνταῦθα καὶ τὸν περὶ βαρύτητος καὶ κουφότητος λόγον ἐπεισήγαγον, ἀνάγκη καὶ περὶ τούτων ὀλίγα διελθεῖν καὶ φάναι ὅτι τὸ μὲν κατὰ τὸν σταθμὸν βαρὺ καὶ κοῦφον τῇ ῥοπῇ πλείονι καὶ ἐλάττονι χρώμενον ποσὸν ἂν εἴη, εἴπερ καὶ Ἀρχύτας ἓν εἶδος τοῦ ποσοῦ κατὰ τὴν ῥοπὴν καὶ τὸν σταθμὸν ἀφωρίσατο· αἱ δὲ περὶ τοῖς σώμασιν ἰδιότητες, καθ’ ἃς κοῦφος ὁ ἀὴρ λέγεται καὶ κουφότερον τὸ πῦρ τοῦ ἀέρος, βαρεῖα δὲ ἡ γῆ καὶ βαρυτέρα τοῦ ὕδατος, αὗται ποιότητα ἐμφαίνουσι. ὡσαύτως δὲ καὶ τὸ ἰσχνὸν καὶ παχὺ τὰ μὲν ἐν τῷ ὄγκῳ καὶ μετρούμενα κατ’ αὐτὸν ἐν τῷ ποσῷ θεωροῦνται, τὰ δὲ ἐν τῇ ἰδιότητι τοῦ χαρακτῆρος κατὰ τὸ ποιόν. ὅσα οὖν τούτων μὴ τῷ ποσῷ συντάττεται, ἀλλὰ τῷ χαρακτῆρι καὶ τῷ ποιῷ, πότερον ἐν ἄλλῳ εἴδει τάττεται παρὰ τὰ εἰρημένα τέτταρα τῆς ποιότητος, ὥσπερ Ἀνδρόνικός τε καὶ Πλωτῖνος ὑπολαμβάνουσιν, ἢ ἔνεστιν ὑφ’ ἓν αὐτὰ τῶν τεττάρων προσβιβάζειν; τοῦτο δὲ ἔσται σαφές, ἐὰν περὶ αὐτῆς τῆς βαρύτητος καὶ κουφότητος γνωσθῇ τίνες εἰσίν. καὶ γὰρ εἰ μὲν ἡ θερμότης ἀναπλοῦσα τὰ σώματα ποιεῖ ταὐτὸν ἑαυτῇ τὸ κοῦφον καὶ ἡ ψυχρότης συνάγουσα ποιεῖ ταὐτὸν ἑαυτῇ τὸ βαρύ, εἰς τὰς παθητικὰς καὶ ταῦτα ποιότητας ἀναχθήσεται. εἰ δὲ τῷ μὲν θερμῷ παρακολουθεῖ ἡ κουφότης, τῷ δὲ ψυχρῷ ἡ βαρύτης, καί εἰσιν ποιητικαὶ ἥ τε θερμότης καὶ ἡ ψυχρότης, τὸ δὲ βαρὺ καὶ κοῦφον οὔτε ποιεῖν τι οὔτε πάσχειν πέφυκεν, δόξουσιν ἐκεῖναι μὲν εἰς τὰς παθητικὰς ποιότητας ἀνάγεσθαι, αὗται δὲ εἰς ἄλλο τι γένος ἴδιον. καὶ εἰ μὲν κατ’ οὐσίαν τοῖς στοιχείοις ὑπάρχουσιν, δόξουσιν μηδὲ εἶναι ποιότητες· εἰ δὲ καὶ τὸ δεδεγμένον αὐτὰς ποιόν ἐστιν καὶ λέγεται ποιὸν καὶ ἀπὸ τῆς οὐσιώδους διαφορᾶς ἐγγίνεταί τις ἐν τοῖς μετέχουσιν σώμασιν μορφωτικὸς χαρακτήρ, εἴη ἂν καὶ ταῦτα ποιά. Δοκεῖ δέ τισιν οὕτως πολύχουν εἶναι τὸ τῆς ποιότητος γένος, ὡς πάσαις ταῖς κατηγορίαις συνυπάρχειν. εἶναι γὰρ τὰς μὲν οὐσιώδεις, ὡς ἀνθρωπότητα καὶ Σωκρατότητα, τὰς δὲ ἐπὶ τοῦ ποσοῦ οἷον γραμμῆς τὴν εὐθύτητα καὶ καμπυλότητα καὶ ἐπ’ ἀριθμῶν τοὺς τριγώνους καὶ τετραγώνους ἀριθμούς· καὶ ἐν ποιότητι δὲ ποιότης θεωρεῖται, ὡς ἐν χρώματι τὸ διακριτικὸν καὶ συγκριτικόν, καὶ ἐν τοῖς πρός τι ἡ σχέσις τοῦ διπλασίονός τε καὶ ἡμίσεος, καὶ ἐν τῷ ποῦ, ὅταν εὐάερον τόπον λέγωμεν καὶ δυσάερον, καὶ ἐν τῷ ποτὲ ὁ καιρὸς καὶ ἡ εὐκαιρία, καὶ ἐν τῷ ποιεῖν δὲ καὶ πάσχειν αἱ ποιητικαὶ καὶ παθητικαὶ ποιότητες, καὶ ἐν τῷ κεῖσθαι δὲ τὸ εὔθετον καὶ μή, καὶ ἐν τῷ ἔχειν τὸ εὐπερίβλητον καὶ μὴ τοιοῦτον. φθάνειν δέ φασιν καὶ ἐπὶ τὰ ἀνύπαρκτα ὡς τὴν ἱπποκενταυρότητα καὶ ἐπὶ τὰ μὴ ὑπαρκτὰ ὄντα ὡς τὴν τεττιγότητα χειμῶνος· μὴ ὑπαρκτὰ δὲ λέγουσιν τὰ πεφυκότα μὲν εἶναι, οὐ μέντοι κατὰ τόνδε τὸν καιρὸν ἢ τόνδε τὸν τόπον. τούτων δὲ τὰ μὲν τῷ σχήματι μόνῳ τῆς λέξεως ἐμφαίνει τὴν ποιότητα, ὡς ἡ ἀνθρωπότης καὶ ἡ Σωκρατότης, οὐκ ὄντα ποιά, τὰ δὲ ὅλως οὐδὲ ὑφέστηκεν οὔτε ἔχει τινὰ διάνοιαν, ὡς ἡ ἱπποκενταυρότης καὶ ἐν χειμῶνι ἡ τεττιγότης· τίς γὰρ ἂν γένοιτο τῶν μὴ ὄντων ποιότης τοιάδε ταῦτα παρεχομένη; περὶ δὲ τῶν ἄλλων ῥητέον τὰς μὲν ἐν ποιότητι διαφορὰς ποιότητος εἶναι μόνης οἰκείας, τὰς δὲ ἐπὶ τῶν ἄλλων κατηγοριῶν θεωρουμένας, ἧς ἂν ἑκάστης κατηγορίας ὑπάρχωσιν συμπληρωτικαὶ τοῦ οἰκείου ἑκάστης λόγου, μηδαμῶς ἐκβαίνειν2 ἀπὸ τῆς ἐν ἑκάστῃ ἰδιότητος ἐπὶ τὸ τῆς ποιότητος γένος· ἐπειδὰν δὲ συμβαίνωσιν ἄλλως, ὡς ἔξωθεν αὐτῶν ἀφορίζουσαι τὸν χαρακτῆρα, ποιότητας τὰς τοιαύτας νοεῖσθαι διασῳζούσας καὶ ἐν τούτῳ τὴν ἐκ περιουσίας τοῦ εἶναι προσθήκην.

他方、アカイコスの一派は、希薄さ〈と濃厚さ〉を関係概念へと還元することも、性質の別の第五の種へと[還元すること]も拒絶し、さらにアンドロニコスのようにそれらを受動的性質の中に置くこともしないで、第四の類の中にあるもの[受動的性質以外の、形相・図形]の中に置き、薄さと軽さは希薄さに伴い、厚さと重さは濃厚さに伴う、と語っている。しかし、アリストテレスが希薄さと濃厚さを性質から明確に排除した以上、アリストテレス的な概念に従って、彼らがいかにして希薄さと濃厚さを第四の種へと還元するのかは判然としない。また、たとえそれらが性質であるとしても、希薄さと濃厚さは基体の全体を通じて行き渡っているのに対し、第四の類は表面的なものに即して考察されるのであるから、いかにして第四の類のもとへと還元されるのであろうか。 ところで、この箇所である人々は重さと軽さについての議論をも持ち込んだので、これらについても少し検討を加え、秤量に即した重いものと軽いものは、より大きな傾きとより小さな傾きを用いる以上は量であろう――もしアルキュタスも傾きと秤量に即して量の一つの種を限定したのであるとすれば――と語ることが不可欠である。これに対して、物体に関して見られ、それらに即して空気が軽いと言われ、火が空気よりも軽いと言われ、土が重く水よりも重いと言われるような個有性は、性質を現している。同様に、細いものと太いものも、一方においてかさの中にあり、それに即して測られるものは量の中で考察されるが、他方において特性の個有性の中にあるものは性質に即して[考察される]。したがって、これらの中で量に配されるのではなく、特性と特定のあり方に配されるものは、アンドロニコスやプロティノスが解釈しているように、性質について語られた四つの種のほかに別の種の中に置かれるのか、それともそれらを四つのうちの一つへと導き入れることが可能なのであろうか。そしてこのことは、重さと軽さそのものについて、それらがいかなるものであるかが知られれば明らかになるであろう。なぜなら、もし熱さが物体を展開させて軽いものを自身と同じものとし、冷たさが凝縮させて重いものを自身と同じものとするのであれば、これらも受動的性質へと還元されるであろう。しかし、もし熱さに軽さが追随し、冷たさに重さが追随するのであって、熱さと冷たさは能動的であるのに対し、重いものと軽いものは何かをなすことも被ることも本来できないとすれば、前者は受動的性質へと還元されるが、後者は何か別の固有の類へと[還元される]と思われるであろう。そして、もし元素に本質に即して属しているならば、性質でさえもないと思われるであろうが、もしそれらを受け取ったものも性質あるものであり、性質あるものと言われ、本質的な差異から、与る物体の中に何らかの形相づける特性が生じるのであれば、これらもまた性質あるものであろう。 もっとも、性質の類は、すべての範疇に共存するほどに多面的であると考える人々もいる。なぜなら、あるものは本質的であり、たとえば人間性やソクラテス性のようなものであり、あるものは量の上にあり、たとえば線の直線性や屈曲性、数の上の三角形数や四角形数のようなものであるからである。また、性質の中にも性質が考察され、たとえば色における分解的なものや結合的なもの、関係概念の中では二倍と半分の関係、どこにおいてでは、空気がよい場所や空気が悪い場所と言うとき、いつにおいてでは好機や時宜、なすことと被ることの中では能動的性質と受動的性質、横たわることの中では置きやすいこととそうでないこと、持つことの中では身にまといやすいことやそうでないこと[が考察される]。さらに彼らは、ヒッポケンタウロス性のような非存在のものや、冬のセミ性のような現に存在しないものにまで及ぶと言う。彼らが「現に存在しないもの」と言うのは、本来存在するようになっているが、この時あるいはこの場所においてはそうでないもののことである。しかしこれらの中で、人間性やソクラテス性のように言辞の形の上だけで性質を現しているものは性質あるものではなく、ヒッポケンタウロス性や冬におけるセミ性のようなものは全く成立さえしておらず何らの思惟内容も持たない。なぜなら、存在しないものに対して、これらをそのようなものにするいかなる性質が生じるというのであろうか。その他のものについては、性質の中にある諸差異は性質だけに固有のものであるが、他の範疇の上で考察される諸差異は、各々の範疇に即して各々の固有の言明を充足するものである限り、各範疇における個有性から性質の類へと踏み出ることは決してない、と語られねばならない。しかし、それらが別の仕方で付随し、あたかもそれらの特性を外部から規定するかのようにあるときには、そのようなものは、このことにおいても存在の余剰からの付加を保ちつつ、性質として思惟されるのである。

構文注2 件
  1. 5.6παραιτοῦνται καὶ εἰς τὸ πρός τι ἀνάγειν τὴν μανότητα 〈καὶ πυκνότητα〉 καὶ εἰς ἕτερόν τι πέμπτον εἶδος ποιότητος

    動詞 παραιτοῦνται(拒絶する、辞退する)が καὶ... καί... で結ばれる二つの不定詞補文 εἰς τὸ πρός τι ἀνάγειν と[ἀνάγειν]εἰς ἕτερόν τι πέμπτον εἶδος を取っている。続く ἀλλ’ οὐδὲ... ἀλλ’ εἰς τὰς ἐν τῷ τετάρτῳ γένει[τιθέασιν]により、前二者の拒絶から受動的性質への否定を経て、第四の類への配置に至る対比構造を成している。

  2. 5.6ἧς ἂν ἑκάστης κατηγορίας ὑπάρχωσιν συμπληρωτικαὶ τοῦ οἰκείου ἑκάστης λόγου, μηδαμῶς ἐκβαίνειν

    主節の ῥητέον に従属する不定詞構文(τὰς δὲ ἐπὶ τῶν ἄλλων κατηγοριῶν θεωρουμένας[διαφοράς]... μηδαμῶς ἐκβαίνειν)の中に、関係代名詞 ἧς... ἑκάστης κατηγορίας の関係節が挿入されている。ἧς... κατηγορίας は συμπληρωτικαί(…を補充・充足する)が要求する属格であり、先行詞 κατηγορία が関係節内に取り込まれた倒置関係節である。意味としては「各々の範疇の固有の定義を充足するものである限り」となる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:269.19-271.2