- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:263.2-264.22
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
シンプリキオスは平滑・粗雑などの性質が配置の範疇にも関わる両義性を考察し、「他の様態」の言及をめぐるアンドロニコスらの第5の類の導入や諸解釈を退けて『形而上学』のより完全な議論への指示と解釈する。続けて性質と派生名・同名による性質あるものの命名関係の多様性を論じる。
ἀλλὰ καὶ τὸ λεῖον τοῦτό ἐστιν, οὗ τὰ μόρια ἐπ’ εὐθείας ἐπ’ ἴσης κεῖται, ὡς ἐπὶ τῶν ἀποτεταμένων μαρμάρων, τραχὺ δέ, οὗ μὴ ἐπ’ ἴσης κεῖται, ἀλλὰ τὰ μὲν ὑπερέχει, τὰ δὲ ἐλλείπει, ὡς ἐπὶ τοῦ πρίονος· θέσιν ἄρα καὶ τὰ τοιαῦτα δηλοῖ. ἡ δὲ θέσις ἤτοι τῆς τῶν πρός τι κατηγορίας ἐστίν, ὡς εἴρηται ἐν ἐκείνοις, ἢ ὑπὸ τὸ κεῖσθαι ὑπάγεται· καὶ γὰρ τὰ κείμενα θέσιν τινὰ δηλοῖ. ἐπιστῆσαι δὲ ἄξιον, ὡς οἶμαι, μήποτε1 ἡ μανότης καὶ πυκνότης καὶ λειότης καὶ τραχύτης καὶ ποιότητές τινές εἰσιν κατὰ τὸν χαρακτῆρα, ὡς θερμότης καὶ ψυχρότης, καὶ θέσιν τινὰ δηλοῦσιν κατὰ τὴν τῶν μορίων σύνταξιν· καὶ οὐδὲν θαυμαστὸν τὸ αὐτὸ κατ’ ἄλλο καὶ ἄλλο ὑπ’ ἄλλην καὶ ἄλλην κατηγορίαν ἀνάγεσθαι, ὡς καὶ τῷ Ἀριστοτέλει καὶ τοῖς τοῦ Ἀριστοτέλους ἐξηγηταῖς δοκεῖ. Πληρώσας δὲ τὰ εἴδη τῆς ποιότητος ἐπήγαγεν ἴσως μὲν οὖν καὶ ἄλλος ἂν φανείη τρόπος ποιότητος, οὐχ ὡς φιλόσοφον εὐλάβειαν ἐνδεικνύμενος, ὡς τινες οἴονται, οὐδὲ ὅτι δυσδιαίρετος ὁ περὶ τῶν πρώτων γενῶν λόγος, ὡς ἄλλοι, οὐδὲ ὅτι τὰς διαφορὰς ἐνδείκνυται,2 καθ’ ἃς λογικὸν καὶ ἄλογον καὶ τὰ ἄλλα θεωρεῖται ποιὰ τὰ οὐσιώδη καὶ διαιρετικὰ τῶν γενῶν· οὐσίαι γάρ εἰσιν ἐκεῖνα μᾶλλον, ἀλλ’ οὐ ποιότητες· εἰ δὲ ποιότητες ἦσαν, οὐκ ἂν οὕτως εἰς ἐσχάτην τάξιν ἀπερρίφησαν. Ἀνδρόνικος δὲ πέμπτον εἰσάγει γένος, ἐν ᾧ τάττει μανότητα πυκνότητα, κουφότητα βαρύτητα, λεπτότητα παχύτητα, οὐ τὴν κατὰ τὸν ὄγκον, ἀλλὰ καθὸ ἀέρα λέγομεν λεπτὸν εἶναι καὶ τοῦ ὕδατος λεπτότερον· “ποιὰ γάρ, φησί, λέγομεν πάντα τὰ τοιαῦτα τῷ ἀπὸ ποιότητος εἶναι αὐτά, ὁμοίως δὲ καὶ τὸ διαφανὲς καὶ τὸ σκοτεινόν, ὥστε, φησίν, ἢ ἄλλο τι γένος ποιότητος τοῦτο θετέον ἢ συζευκτέον αὐτὰ ταῖς παθητικαῖς· τῷ γὰρ παθεῖν τι τὸ σῶμα τούτων ἕκαστον τοιοῦτον γέγονεν, διαφέρει δὲ ἐκείνων, ὅτι πάθους οὔκ εἰσιν ἐμποιητικαὶ αὗται”. Εὔδωρος δὲ τὴν παχύτητα καὶ λεπτότητα εἰς ἕτερον τάττει γένος, τὰς δὲ ἄλλας οὔ. οἱ δὲ περὶ τὸν Ἀχαϊκὸν ταύτας μὲν εἰς τὸ τέταρτον γένος τάττουσιν συνεπομένας τῷ μανῷ καὶ πυκνῷ, ἐκείνας δὲ μᾶλλον αἰνίττεσθαι τὸν Ἀριστοτέλη φασὶν ἐν τῷ ἴσως δὲ καὶ ἄλλο γένος, ἃς ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς τῷ θερμῷ καὶ ὑγρῷ καὶ ψυχρῷ καὶ ξηρῷ συνέταξεν· εἰσὶν δὲ αὗται βαρὺ κοῦφον, σκληρὸν μαλακόν, τραχὺ λεῖον, παχὺ λεπτόν. ἀλλὰ πῶς ἄν τις ταῦτα παραδέξαιτο μηδενὸς ὑπ’ αὐτοῦ λεγομένου ἑνὸς γένους, ὑφ’ ὃ ταῦτα ταχθήσεται, ὡς ἐν μὲν τῷ πρώτῳ ἕξις ἦν καὶ διάθεσις, ἐν δὲ τῷ δευτέρῳ φυσικὴ δύναμις, καὶ ἐπὶ τῶν ἄλλων ἕν τι; βέλτιον οὖν λέγειν ὅτι κατὰ τὸ ἀληθὲς εἰσί τινες καὶ ἄλλοι τρόποι, οὓς ἐν τῇ Μετὰ τὰ φυσικὰ ὡς ἐν τελειοτέρᾳ πραγματείᾳ παραδίδωσιν· ἐνταῦθα δὲ ὡς ἐν εἰσαγωγῇ τοὺς μάλιστα λεγομένους ἐξέθετο. Κοινῶς δὲ περὶ πάντων τῶν εἰδῶν ἐπάγει ὅτι ποιότητές εἰσιν αἱ εἰρημέναι, ποιὰ δὲ τὰ κατ’ αὐτὰς παρωνύμως λεγόμενα ἢ ὁπωςοῦν ἀπ’ αὐτῶν. τοῦτο δὲ εἶπεν, ἐπειδὴ τινὰ μὲν παρωνύμως λέγεται, ὡς ἀπὸ τῆς λευκότητος τὸ λευκόν, ἔνια δὲ ὁμωνύμως, ὡς τρίγωνον καὶ τετράγωνον καὶ τῶν ἄλλων σχημάτων ἕκαστον· ἐπὶ γὰρ τούτων τρίγωνον καὶ ἡ ποιότης καὶ τὸ μετέχον καλεῖται. ἔτι δὲ ἐπ’ ἐνίων μὲν ἀμφότερα ὠνόμασται, ὡς γραμματικὴ καὶ ὁ γραμματικός, ἐπ’ ἐνίων δὲ οὐδέτερον, ὡς ἡ πρὸς γραμματικὴν ἐπιτηδειότης καὶ ὁ κατ’ αὐτὴν εὐφυῶς διακείμενος, ἐπ’ ἐνίων δὲ τὸ ἕτερον μόνον ὠνόμασται, τὸ ποιὸν μέν, ὡς ἐπὶ τοῦ δρομικοῦ καὶ πυκτικοῦ· ἀνώνυμοι γὰρ αἱ ἐπιτηδειότητες· ἡ γὰρ πυκτικὴ καὶ δρομικὴ αἱ κατ’ ἐνέργειάν εἰσιν ἐπιστῆμαι, ἀφ’ ὧν πύκται καὶ δρομεῖς οἱ ποιοὶ λέγονται· οἱ γὰρ πυκτικοὶ καὶ δρομικοὶ τοὺς δυνάμει ποιοὺς σημαίνουσιν ἀπὸ ἐλπίδος ἧς ἕξουσιν ἕξεως παρωνομασμένους.3 ἔστιν δὲ ὅπου τῇ μὲν ἕξει κεῖται ὄνομα, ὡς τῇ ἀρετῇ, τῷ δὲ κατ’ αὐτὴν ποιῷ οὐκέτι· οὐδὲ γὰρ λέγεται ἐνάρετος, ὁ δὲ σπουδαῖος οὐκ ἀπὸ τῆς ἀρετῆς παρωνόμασται οὐδὲ ὁ ἐνάρετος, ὥσπερ οὐδὲ ὁ ἐγγράμματος ἀπὸ τῆς γραμματικῆς. ἐπ’ ἐνίων δὲ καὶ παραλλάττουσιν αἱ τῶν ὀνομάτων σημασίαι παρὰ τὴν τῶν πραγμάτων δήλωσιν διὰ τὴν ἀνωμαλίαν τῆς χρήσεως.
しかし滑らかなものもまた、その諸部分が、引き伸ばされた大理石において見られるように直線上に均等に置かれているところのものであり、粗いものとは、鋸において見られるように均等に置かれておらず、ある部分は突出し、ある部分は窪んでいるところのものである。したがって、そのようなものたちもまた配置を示している。他方、配置とは、関係概念の範疇に属するか(それらの箇所で語られたように)、あるいは「横たわること[姿勢]」のもとに属するかのいずれかである。なぜなら横たわっているものたちも何らかの配置を示しているからである。しかし思うに、希薄性と濃密性、平滑性と粗雑性は、熱さや冷たさのように特質に即しては何らかの性質であり、諸部分の結合[の仕方]に即しては何らかの配置を示しているのではないか、と注意を向けることは価値がある。そして同一のものが異なる観点に即して異なる範疇へと還元されることは、アリストテレスにとってもアリストテレスの注解者たちにとっても認められているように、何ら驚くべきことではない。 性質の諸種を満たしたのち、彼[アリストテレス]は「それゆえおそらく、性質の他の様態も現れるかもしれない」と付け加えたが、これは一部の人々が考えているように哲学者としての慎重さを示しているわけでもなく、他の人々のように第一の諸類に関する議論が区分し難いからでもなく、また、それに即して理性的・非理性的やその他、実体的で諸類を分割する性質あるものたちが考察されるところの諸種差を示しているからでもない。なぜならそれらは性質というよりはむしろ実体であり、もし性質であったなら、このように最後の序列へと投げ棄てられはしなかったであろうからである。他方、アンドロニコスは第五の類を導入し、その中に希薄性・濃密性、軽さ・重さ、微細性・濃厚性――体積に即したものではなく、空気を微細であり水よりも微細であると言うときのそれに即したもの――を配置している。「なぜなら」と彼は言う、「そのようなものすべてを我々が性質あるものと呼ぶのは、それらが性質に由来することによってであり、同様に透明なものや暗いものもそうである。したがって」と彼は言う、「これを性質の他の何らかの類として設定するか、あるいは受動的性質にこれらを結びつけるべきである。なぜなら物体が何らかの影響を受けることによって、これらの各々はこのようなものとなったからであり、他方、それらの[受動的性質]とは、これらが影響を引き起こすものではないという点で異なっている」。エウドロスは濃厚性と微細性を別の類へと配置するが、その他のものはそうしない。他方、アカイコスの周辺の人々は、これらを希薄と濃密に付随するものとして第四の類に配置し、「おそらく他の類も」という句においてアリストテレスが暗に示しているのは、むしろ彼が『生成消滅論』において熱・湿・冷・乾とともに結合させたものたちであると言う。それらとは重い・軽い、硬い・軟らかい、粗い・滑らかな、濃厚な・微細なである。しかし、その下にこれらが配置されることになるような単一の類が彼によって何ら語られていないのに――第一の類においては性向と状態があり、第二の類においては自然的な能力があり、他の類においても何らかの単一のものがあったように――どうしてそれを受け入れられようか。それゆえ、より完全な著作である『形而上学』において彼が伝授しているような他の様態が真実において存在するのであり、ここでは入門書として最もよく言われるものを提示したのだ、と言う方がより優れている。 そしてすべての種について共通に、語られた諸々のものは性質であり、それらに即して派生名によって言われるか、あるいはそれらから他のいかなる仕方であれ[言われる]ものが性質あるものたちである、と彼は付け加える。彼がこれを言ったのは、白さから白いもののように、あるものは派生名によって言われるが、三角形や四角形、その他の図形の各々のように、あるものは同名として言われるからである。なぜならこれらにおいては、性質も[それを]分有するものも三角形と呼ばれるからである。さらに、文法術と文法家のように、あるものにおいては双方が名づけられているが、文法術への適性と、それに即して生まれつき優れた状態にある人のように、あるものにおいてはどちらも名づけられておらず、走る素質のある人やボクシングの素質のある人におけるように、あるものにおいては一方のみ、すなわち性質あるもののみが名づけられている。なぜならそれらの適性は無名だからである。というのも、ボクシング術や走術とは活動態における諸学知であり、それらから性質ある者たちはボクサーたちやランナーたちと言われるからである。他方、ボクシングの素質のある人たちや走る素質のある人たちは、彼らが持つであろう性向への期待から派生名を与えられた、可能態において性質ある者たちを意味しているのである。しかし、徳のように性向には名前が置かれているが、それに即した性質あるものにはもはや名前がないという場合もある。なぜなら有徳者とは言われず、善美な人は徳から派生名を与えられておらず、有徳者もそうではないからであり、文字を知る人が文法術から派生名を与えられていないのと同様である。そしてあるものにおいては、用法の不規則性のために、名称の意味が事物の指示からずれることさえある。
- 5.6ἐπιστῆσαι δὲ ἄξιον, ὡς οἶμαι, μήποτε
μήποτε は動詞 ἐπιστῆσαι(注意を向ける、考察する)の後で、「…ではないか」という蓋然的な疑念や控えめな主張を導く接続詞として機能している。
- 5.6οὐχ ὡς φιλόσοφον εὐλάβειαν ἐνδεικνύμενος, ὡς τινες οἴονται, οὐδὲ ὅτι δυσδιαίρετος ὁ περὶ τῶν πρώτων γενῶν λόγος, ὡς ἄλλοι, οὐδὲ ὅτι τὰς διαφορὰς ἐνδείκνυται
主動詞 ἐπήγαγεν(付け加えた)の理由を否定する句が並列されている。分詞構文 οὐχ ὡς... ἐνδεικνύμενος と接続詞節 οὐδὲ ὅτι... および οὐδὲ ὅτι... が同等の理由付けの否定として組み合わされている。
- 5.6ἀπὸ ἐλπίδος ἧς ἕξουσιν ἕξεως παρωνομασμένους
関係代名詞の牽引と関係節への先行詞の編入が生じており、本来は ἐλπίδος τῆς ἕξεως ἣν ἕξουσιν であるべき構造で、対格の関係代名詞 ἣν が先行詞 ἕξεως の格(属格)に牽引されて ἧς となり、先行詞 ἕξεως が関係節内に後置されている。
