- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:212.3-213.23
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
シンプリキオスは、アリストテレスにおける性質と性質あるものの対応関係をストア派の三分法と比較して検討し、さらにプロティノスの問いに対するポルピュリオスの概念的定義と実質的定義の区別による回答を紹介する。
ὁμολογεῖ δὲ ἡ ἀπόδοσις αὕτη καὶ τῇ περὶ ποιότητος καὶ ἕξεως τοῦ Ἀριστοτέλους δόξῃ. εἰ γὰρ ἡμετέρα ἐστὶν ἡ ἕξις κατ’ αὐτὸν καὶ περὶ ἡμᾶς ἡ ποιότης ὑφέστηκεν καὶ ἡ μετεχομένη ποιότης ἡ αὐτὴ πρὸς τὴν ἁπλῶς λεγομένην ποιότητα ὑπάρχει, δῆλον ὅτι παρισοῦται πρὸς τὸ ποιὸν ἡ ποιότης. καὶ εἰ Ἀριστοτέλης μὲν καὶ τὰ ἑκτὰ καὶ τὰς ἐνεργείας περὶ ἡμᾶς ἀπολείπει,1 οἱ δὲ ἐξ Ἀκαδημίας ἀμφότερα ἐκτός, οἱ δὲ Στωικοὶ τὰ μὲν ἑκτὰ περὶ ἡμᾶς, τὰ δὲ ἐνεργήματα καὶ τὰ ποιήματα ἐκτός, συγχέαντες τὰς δύο δόξας, συμφώνως ἑαυτῷ Ἀριστοτέλης συνῆψε τῇ ποιότητι τὸ ποιὸν ὡς ὄντα ἀμφότερα περὶ ἡμᾶς. Τῶν δὲ Στωικῶν τινες τριχῶς τὸ ποιὸν ἀφοριζόμενοι τὰ μὲν δύο σημαινόμενα ἐπὶ πλέον τῆς ποιότητος λέγουσιν, τὸ δὲ ἓν ἤτοι τοῦ ἑνὸς μέρος συναπαρτίζειν αὐτῇ φασιν. λέγουσιν γὰρ ποιὸν καθ’ ἓν μὲν σημαινόμενον πᾶν τὸ κατὰ διαφοράν, εἴτε κινούμενον εἴη εἴτε ἰσχόμενον καὶ εἴτε δυσαναλύτως εἴτε εὐαναλύτως ἔχει· κατὰ τοῦτο δὲ οὐ μόνον ὁ φρόνιμος καὶ ὁ πὺξ προτείνων, ἀλλὰ καὶ ὁ τρέχων ποιοί. καθ’ ἕτερον δὲ καθ’ ὃ οὐκέτι τὰς κινήσεις περιελάμβανον, ἀλλὰ μόνον τὰς σχέσεις, ὃ δὴ καὶ ὡρίζοντο τὸ ἰσχόμενον κατὰ διαφοράν, οἷός ἐστιν ὁ φρόνιμος καὶ ὁ προβεβλημένος. τρίτον δὲ εἰσῆγον εἰδικώτατον ποιὸν καθ’ ὅτι οὐκέτι τοὺς μὴ ἐμμόνως ἰσχομένους περιελάμβανον οὐδὲ ἦσαν ποιοὶ κατ’ αὐτοὺς ὁ πὺξ προτείνων καὶ ὁ προβεβλημένος· καὶ τούτων δὲ τῶν ἐμμόνως ἰσχομένων κατὰ διαφορὰν οἱ μὲν ἀπηρτισμένως κατὰ τὴν ἐκφορὰν αὐτῶν καὶ τὴν ἐπίνοιάν εἰσι τοιοῦτοι, οἱ δὲ οὐκ ἀπηρτισμένως, καὶ τούτους μὲν παρῃτοῦντο, τοὺς δὲ ἀπαρτίζοντας καὶ ἐμμόνους ὄντας κατὰ διαφορὰν ποιοὺς ἐτίθεντο. ἀπαρτίζειν δὲ κατὰ τὴν ἐκφορὰν ἔλεγον τοὺς τῇ ποιότητι συνεξισουμένους, ὡς τὸν γραμματικὸν καὶ τὸν φρόνιμον· οὔτε γὰρ πλεονάζει οὔτε ἐλλείπει τούτων ἑκάτερος παρὰ τὴν ποιότητα· ὁμοίως δὲ καὶ ὁ φίλοψος καὶ ὁ φίλοινος. οἱ μέντοι μετὰ τῆς ἐνεργείας τοιοῦτοι, ὥσπερ ὁ ὀψοφάγος καὶ ὁ οἰνόφλυξ, ἔχοντες μέρη τοιαῦτα δι’ ὧν ἀπολαύουσιν οὕτως λέγονται.2 διὸ καὶ εἰ μέν τις ὀψοφάγος, καὶ φίλοψος πάντως· εἰ δὲ φίλοψος, οὐ πάντως ὀψοφάγος· ἐπιλειπόντων γὰρ τῶν μερῶν δι’ ὧν ὀψοφαγεῖ τῆς μὲν ὀψοφαγίας ἀπολέλυται, τὴν δὲ φίλοψον ἕξιν οὐκ ἀνῄρηκεν. τριχῶς οὖν τοῦ ποιοῦ λεγομένου ἡ ποιότης κατὰ τὸ τελευταῖον ποιὸν συναπαρτίζει πρὸς τὸ ποιόν. διὸ καὶ ὅταν ὁρίζωνται τὴν ποιότητα σχέσιν ποιοῦ, οὕτως ἀκουστέον τοῦ ὅρου ὡς τοῦ τρίτου ποιοῦ παραλαμβανομένου· μοναχῶς μὲν γὰρ ἡ ποιότης λέγεται κατ’ αὐτοὺς τοὺς Στωικούς, τριχῶς δὲ ὁ ποιός. ἀλλ’ εἰ ἐν τῷ μετέχεσθαι ἡ ποιότης συνυφίσταται καὶ ἐν τῷ μετέχειν τὸ ποιόν, ἑνὶ δὲ καὶ τῷ αὐτῷ ταῦτά ἐστιν ἀμφότερα ἐν ἡμῖν καὶ οὔτε τὰ δύο ἐκτὸς οὔτε τὸ μὲν ἐκτός, τὸ δὲ ἐν ἡμῖν, δῆλον ὡς συνεξισάζει κατ’ αὐτὴν τὴν οὐσίαν, καὶ οὐδὲν δεῖ μηχανῆς τινος σημαινομένων ἢ μορίων προσθήκης, ἵνα τὸ τρίτον σημαινόμενον τοῦ ποιοῦ συναπαρτίζηται πρὸς τὴν ποιότητα. ἀλλὰ ταῦτα μὲν ἀρκείτω μέχρι τοῦδε. Ἐρωτᾷ δὲ ὁ Πλωτῖνος, τί ἄρα οὖσα ἡ ποιότης τοὺς λεγομένους ποιοὺς παρέχεται· ὅτι μὲν γὰρ κατὰ τὴν ποιότητα οἱ ποιοὶ λέγονται, εἴρηται, τίς δέ ἐστιν αὐτὴ ἡ ποιότης κατὰ τὸν οἰκεῖον λόγον, οὐ διώρισται. πρὸς ὃ φησιν ὁ Πορφύριος, ὅτι “ὁ περὶ τῆς ποιότητος λόγος ἐννοηματικός ἐστιν, ἀλλ’ οὐκ οὐσιώδης. ἔστιν δὲ ἐννοηματικὸς ὁ ἀπὸ τῶν γνωρίμων τοῖς πᾶσιν εἰλημμένος καὶ κοινῇ παρὰ πᾶσιν ὁμολογούμενος, οἷον ὅτι ‘ἀγαθόν ἐστιν ἀφ’ οὗ συμβαίνει ὠφελεῖσθαι, ψυχή ἐστιν ἀφ’ ἧς ὑπάρχει τὸ ζῆν, φωνή ἐστιν τὸ ἴδιον αἰσθητὸν ἀκοῆς’. οὐσιώδεις δέ εἰσιν ὅροι οἱ καὶ τὴν οὐσίαν αὐτὴν τῶν ὁριζομένων διδάσκοντες, οἷον ‘ἀγαθόν ἐστιν ἡ ἀρετὴ ἢ τὸ μετέχον ἀρετῆς, ψυχή ἐστιν οὐσία αὐτοκίνητος, φωνή ἐστιν ἀὴρ πεπληγμένος’. καὶ οἱ μὲν ἐννοηματικοὶ ὅροι ἅτε κοινῇ παρὰ πᾶσιν ὁμολογούμενοι οἱ αὐτοί εἰσιν, οἱ δὲ οὐσιώδεις κατὰ αἱρέσεις ἰδίας προαγόμενοι ἀντιλέγονται ὑπὸ τῶν ἑτεροδόξων· τοῖς γοῦν λέγουσιν ἀέρα τὴν φωνὴν καὶ σῶμα οὐχ ὁμογνωμονοῦσιν οἱ ἀρχαῖοι κατ’ ἐνέργειαν αὐτὴν ἀσώματον ἀφοριζόμενοι καὶ πληγήν, καὶ τοῖς τὸ ἀγαθὸν ἐν ἀρετῇ καὶ μόνῳ τῷ καλῷ τιθεμένοις ἀμφισβητοῦσιν οἱ διὰ πάντων αὐτὸ διατείνοντες.
この説明はまた、性質と持続的状態に関するアリストテレスの見解とも一致している。なぜなら、彼によれば持続的状態は我々のものであり、性質は我々の周囲において成立しており、かつ分有される性質は端的に言われる性質と同一であるならば、性質は性質あるものと等置されることは明らかだからである。そして、アリストテレスは持たれるものも現実活動も我々の周囲に残し、アカデメイア派は両者を外部に残し、ストア派は二つの見解を混同して、持たれるものは我々の周囲に、現実的所産や生み出されたものは外部に残したとするならば、アリストテレスは両者が我々の周囲にあるものとして、自らと調和して性質と性質あるものとを結びつけたのである。ところでストア派のある人々は、性質あるものを三重に規定し、二つの意義は性質よりも外延が広いと言い、一つの意義、あるいはその一つの部分が性質と合致する[外延が等しい]と言う。なぜなら彼らは、第一の意義に従っては、差異によるあらゆるものを性質あるものと呼ぶからである。それが動いているものであれ静止しているものであれ、解きがたくあるにせよ解きやすくあるにせよ。これに従えば、知慮ある者や拳を突き出している者だけでなく、走っている者も性質あるものである。第二の意義に従っては(それによれば彼らはもはや運動は含めず、関係態のみを含める)、彼らは差異に従って静止しているものと規定した。例えば知慮ある者や身構えている者のようなものである。第三に彼らは、もはや持続的でなく静止しているものを含めない、最も種的な性質あるものを導入した。彼らによれば、拳を突き出している者や身構えている者は性質あるものではなかった。そして、差異に従って持続的に静止しているこれらのもののうちでも、あるものは言明と概念において完全にそのようであり、他のものは完全にはそうではなく、彼らは後者を退け、完全に合致しかつ持続的であるものを差異に従う性質あるものとして措定した。言明において完全に合致するとは、性質と等置されるもののことであると彼らは言った。文法家や知慮ある者のように。これらはいずれも性質を超過することも欠減することもないからである。同様に美食を好む者や酒を好む者もそうである。しかしながら、現実活動を伴ってそのような者たち、例えば美食を貪る者や大酒飲みは、それを通じて享受するような器官を持っているゆえにそのように言われる。それゆえ、美食を貪る者ならば必ず美食を好む者でもあるが、美食を好む者だからといって必ずしも美食を貪る者ではない。なぜなら美食を貪るための器官を欠いているなら、美食を貪る活動からは解放されているが、美食を好む持続的状態を失ってはいないからである。それゆえ、性質あるものが三重に言われるのに対して、性質は最後の意味の性質あるものに従って、性質あるものと合致するのである。したがって、彼らが性質を「性質あるものの関係態」と定義するときにも、この定義は第三の意味の性質あるものが採用されていると理解せねばならない。というのも、ストア派自身によれば性質は一義的に言われるが、性質あるものは三重に言われるからである。しかし、もし性質が分有されることにおいて共存し、性質あるものが分有することにおいて共存し、これら両者が我々のうちで一つにして同一のものに属し、両方とも外部にあるのでも、一方が外部で他方が我々のうちにあるのでもないとするならば、まさにその実体に従って等置されることは明白であり、性質あるものの第三の意義が性質と合致するために、意義の何らかの技巧や部分の付加を必要とすることはない。しかしこれらのことについてはここまでに留めておこう。 ところでプロティノスは、性質とはいったい何であって、いわゆる性質あるものをもたらすのか、と問うている。性質に従って性質あるものが言われるということは述べられたが、性質自体がそれ固有の規定に従って何であるかは規定されていないからである。これに対してポルピュリオスは次のように言う。「性質に関する言明は概念的[記述的]なものであって、実質的[本質的]なものではない。概念的な言明とは、すべての人にとって周知のものから取られ、すべての人において共通に合意されているものであり、例えば『善とはそれによって益を受けることが生じるものである、魂とはそれによって生きることが存するものである、声とは聴覚に固有の感覚対象である』というようなものである。他方、実質的な定義とは、定義されるものの実体そのものをも教えるものであり、例えば『善とは徳、あるいは徳を分有するものである、魂とは自ら動く実体である、声とは撃たれた空気である』というようなものである。そして概念的な定義は、すべての人において共通に合意されているがゆえに同一であるが、実質的な定義は各学派固有の立場に従って提示されるため、異論を唱える者たちによって反論される。現に、声を空気であり物体であると言う者たちに対して、声を現実活動において非物体であり衝撃であると規定する古代の者たちは同調しないし、善を徳と美のみに置く者たちに対しては、善を万物に及ぼす者たちが異議を唱える。」
- 5.1καὶ εἰ Ἀριστοτέλης μὲν καὶ τὰ ἑκτὰ καὶ τὰς ἐνεργείας περὶ ἡμᾶς ἀπολείπει
接続詞 εἰ で始まる長大な条件節において、Ἀριστοτέλης μὲν ... οἱ δὲ ἐξ Ἀκαδημίας ... οἱ δὲ Στωικοὶ ... と各学派の主語が並列された後、主節で Ἀριστοτέλης が συμφώνως ἑαυτῷ Ἀριστοτέλης συνῆψε... と再度反復されて主語を引き取る離隔構文である。
- 5.1οἱ μέντοι μετὰ τῆς ἐνεργείας τοιοῦτοι, ὥσπερ ὁ ὀψοφάγος καὶ ὁ οἰνόφλυξ, ἔχοντες μέρη τοιαῦτα δι’ ὧν ἀπολαύουσιν οὕτως λέγονται
主語 οἱ μέντοι ... τοιοῦτοι と主動詞 λέγονται の間に、例示の比較句(ὥσπερ...)と原因を表す分詞節(ἔχοντες μέρη...)が挿入された離隔構造である。副詞 οὕτως は述語動詞 λέγονται を修飾し、「そのように言われる」の意を成す。
