← キリキアのシンプリキオス

アリストテレス『カテゴリー論』注解

§21.1-22.30

同音異義と同義の先行論述の理由と定義

アリストテレス『範疇論』第1章の冒頭(1a1)「同音異義的なもの」の定義を取り上げ、なぜ範疇の本体に先立って同音異義・同義・派生名辞が論じられるのかという難問に対し、ポルピュリオス、アンデロニコス、イアンブリコスの見解を引いて回答し、名称と定義の共通・相違による分類を明示する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.1#1

" Ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν." Ἀποροῦσιν οἱ περὶ τὸν Νικόστρατον, τί δήποτε περὶ τῶν κατηγοριῶν εἰπεῖν προθέμενος οὐ περὶ αὐτῶν εὐθύς, ἀλλὰ περὶ τῶν ἄλλων διδάσκει τῶν τε ὁμωνύμων καὶ συνωνύμων καὶ παρωνύμων. πρὸς οὓς καλῶς ὑπήντησεν ὁ Πορφύριος, ὅτι καθ’ ἑκάστην σχεδὸν θεωρητικὴν πραγματείαν προγράφεταί τινα πρὸς σαφήνειαν τείνοντα τῶν ἑξῆς, ὡς ἐν γεωμετρίᾳ οἱ ὅροι καὶ τὰ ἀξιώματα καὶ τὰ αἰτήματα· καὶ ἐνταῦθα οὖν, ἐπειδὴ περὶ τῶν πρώτων λέξεων πρόκειται λέγειν, αἵτινές εἰσιν τῶν πρώτων καὶ ἁπλῶν πραγμάτων δηλωτικαί, ὑφ’ ἃς ἔδει καὶ τὰ ἄλλα πάντα ἀνάγεσθαι, εἰ μὲν ἑκάστου πράγματος ἓν ἦν ὄνομα ἴδιον, ὑπὸ μίαν ἕκαστον ἀνήγετο κατηγορίαν· εἰ δὲ τὸ αὐτὸ ὄνομα πλειόνων ἐστὶ πραγμάτων καὶ κατ’ οὐσίαν διαφερόντων, διακρίσεως ἔδει, πότε μὲν δῆλον ὅτι ὑπὸ τὴν αὐτὴν ἀνάγεται κατηγορίαν, πότε δὲ οὔ.1 ὥσπερ ζῷον ὁ ἄνθρωπος καλεῖται καὶ ὁ ἵππος καὶ πάλιν ζῷον ὅ τε Σωκράτης καὶ ἡ τοῦ Σωκράτους εἰκὼν χρωμάτων οὖσα σχηματισμός· τούτων γὰρ ὁ μὲν ἄνθρωπος καὶ ὁ ἵππος τῆς αὐτῆς οὐσίας τοῦ ζῴου μετέχοντες συνωνύμως αὐτῶν κατηγορουμένης ὑπὸ μίαν ἀνάγονται κατηγορίαν, ὁ δὲ Σωκράτης καὶ ὁ γεγραμμένος ἅτε μὴ τῆς οὐσίας ἄμφω τοῦ ζῴου μετέχοντες, ἀλλ’ ὁ μὲν τῆς οὐσίας, ὁ δὲ χρώματος ἢ σχήματος ἐπιπολαίου, οὐχ ὑπὸ τὴν αὐτὴν ἀνάγονται κατηγορίαν, ἀλλ’ ὁ μὲν Σωκράτης ὑπὸ τὴν οὐσίαν, ὁ δὲ γεγραμμένος ὑπὸ τὸ ποιόν. ἔδει τοίνυν προδιδάξαι περὶ τοῦ ὁμωνύμου καὶ συνωνύμου. ὅτι δὲ χρειώδης ἐστὶν ἡ τῶν ὁμωνύμων πρόληψις, ἐδήλωσεν Ἀνδρόνικος προτάξας “τῶν λεγομένων τὰ μὲν ἄνευ συμπλοκῆς λέγεται, τὰ δὲ μετὰ συμπλοκῆς· καὶ τῶν ἄνευ συμπλοκῆς ὁμώνυμα μὲν λέγεται, ὧν ὄνομα μόνον κοινόν”. ὥστε χρειώδης ἡ τῶν ὁμωνύμων φαίνεται πρόληψις διά τε τὰ εἰρημένα καὶ ὅτι πολλῆς οὔσης ἀμφιβολίας, εἴτε γένος τὸ ὂν εἴτε μή, ἐκ τῶν ὁμωνύμων καὶ συνωνύμων γινώσκεται. ὁ δέ γε θεῖος Ἰάμβλιχος “δοκεῖ μοι, φησίν, πάντων κάλλιστα ἀπὸ τῶν ὁμωνύμων ἄρχεσθαι ὁ περὶ τῶν κατηγοριῶν διαπραγματευόμενος. αὐταὶ γὰρ δήπουθεν αἱ κατηγορίαι ὁμώνυμον ἔχουσι τὸ τῆς κατηγορίας ὄνομα· πράγμασι μὲν γὰρ καὶ τοῖς ὅλοις γένεσι διεστήκασιν, οὐδὲν δὲ ἄλλο πλὴν ὄνομα μόνον ἔχουσι κοινόν.2 καὶ αὐτὸ δὲ τὸ κατηγορεῖν ὁμωνύμως λέγεται. εἰ τοίνυν οὐκ ἔνεστιν οὐδὲ αὐτὸ τοῦτο τὸ ἰδίωμα τῆς κατηγορίας συνιέναι οὐδὲ ὅπως κοινῇ κατὰ πλειόνων ὑπάρχει καὶ πρὸς πάντα τὰ ὄντα σχέσιν ἔχει δυνατὸν ἀνευρεῖν, εἰ μή τις τὰ ὁμώνυμα ἀφορίσαιτο, εἰκότως ἐν ἀρχῇ τὸν περὶ αὐτῶν ποιεῖται λόγον”. καὶ ἄλλως δὲ πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεις οὐδέν ἐστιν οἷον τὸ διαστέλλεσθαι τὰ ὀνόματα.3 καὶ τοῦτο καὶ Πλάτων ἐν τῷ Εὐθυδήμῳ λέγει, συνομολογοῦσι δὲ καὶ οἱ ἄλλοι πάντες, ὅτι τὸ διττὸν [ὁ Εὐθύδημος] τῶν ὀνομάτων μεγάλην ἀφορμὴν εἰς διαλεκτικὴν παραδέδωκεν. Ἀλλ’ ἴδωμεν ὅπως τῶν ὁμωνύμων τὴν φύσιν ὁ Ἀριστοτέλης ἐδήλωσεν, ὧδέ πως αὐτοῦ τὴν λέξιν σαφηνίζοντες. τῶν πραγμάτων ἕκαστον καὶ δι’ ὀνόματος δηλοῦται καὶ διὰ λόγου ὑπογραφικοῦ ἢ ὁριστικοῦ, οἷον ὁ ἄνθρωπος καὶ διὰ τούτου τοῦ ἄνθρωπος ὀνόματος καὶ διὰ τοῦ ὁριστικοῦ λόγου τοῦ λέγοντος ζῷον λογικὸν θνητόν, τοῦ μὲν ὀνόματος κατὰ τὸ μονοειδὲς αὐτὸ δηλοῦντος, τοῦ δὲ λόγου κατὰ τὸ πολυμερές. ἀλλὰ τὸ μὲν ὄνομα σύμβολον ὑπάρχον δυνατὸν καὶ ἄλλου τινὸς κατ’ οὐσίαν διαφέροντος τὸ αὐτὸ εἶναι, οἷον τοῦ γεγραμμένου ἀνθρώπου, σύμβολον καὶ ἐκείνου γινόμενον, τὸν δὲ ἐξηγητικὸν τῆς οὐσίας λόγον ἀδύνατον ἄλλου κατ’ οὐσίαν διαφέροντος τὸν αὐτὸν εἶναι. ἰστέον οὖν ὅτι ὅσα μὲν κατὰ τὸ ὄνομα κοινωνοῦντα διαφέρει κατὰ τὸν λόγον, ταῦτα καλεῖται ὁμώνυμα, ὅσα δὲ ἀνάπαλιν κατὰ μὲν τὸν λόγον κοινωνεῖ, διαφέρει δὲ κατὰ τὸ ὄνομα, ταῦτα καλεῖται πολυώνυμα, οἷον ὁ τοῦ ἀνθρώπου ὁρισμὸς εἷς, ὀνόματα δὲ πλείονα, μέροψ βροτὸς καὶ εἴ τι τοιοῦτον. τὰ δὲ κατ’ ἄμφω κοινωνοῦντα τό τε ὄνομα καὶ τὸν λόγον καλεῖται συνώνυμα, ὡς ἄνθρωπος καὶ ἵππος κοινωνεῖ καὶ τοῦ ὀνόματος τοῦ ζῴου καὶ τοῦ ὁρισμοῦ· ζῷα γὰρ ἄμφω καὶ οὐσία ἔμψυχος αἰσθητική· καὶ διὰ τοῦτο συνωνύμως ἀμφοῖν τὸ ζῷον κατηγορεῖται.

「同音異義的なものとは、名称のみが共通であるようなもののことである」ニコストラトスの一派は、範疇について論じることを企図しながら、なぜ彼[アリストテレス]は範疇そのものについて直ちに教示するのではなく、他の事柄、すなわち同音異義的なもの、同義的なもの、派生名辞的なものについて教示するのか、と疑義を呈している。彼らに対してポルピュリオスは見事に答えた。すなわち、幾何学において定義や公理や要請がそうであるように、ほぼあらゆる理論的論考において、後続の事柄の明瞭さに寄与するある事柄があらかじめ記されるのである。そしてここでも同様に、第一の単純な事物を指し示す第一の言葉について論じることが課題となっており、他のすべての事物はこれらの言葉のもとに還元されねばならなかったのであるから、もし個々の事物にそれぞれ固有の名称が一つだけあるのなら、各々の事物は単一の範疇のもとに還元されたであろう。しかし、もし同一の名称が複数の、かつ実体において異なる事物のものであるならば、言うまでもなく、いかなる時に同一の範疇のもとに還元され、いかなる時にはそうでないのか、その区別が必要であった。例えば、人間も馬も「動物」と呼ばれ、他方また、ソクラテスも、色彩の形象化であるソクラテスの肖像も「動物」と呼ばれる。というのも、これらのうち人間と馬とはそれらについて同義的に述語づけられる「動物」の同一の実体を分有しているので、単一の範疇のもとに還元されるが、他方ソクラテスと描かれたソクラテスとは、双方が「動物」の実体を分有しているのではなく、一方は実体を分有し、他方は表面的な色彩や形相を分有しているにすぎないため、同一の範疇のもとには還元されず、ソクラテスは実体のもとに、描かれたソクラテスは性質のもとに還元されるからである。したがって、同音異義的なものと同義的なものについてあらかじめ教示する必要があったのである。そして同音異義的なものの事前の把握が必要であることは、アンドロニコスが「語られる事柄のうち、あるものは結合なしに語られ、あるものは結合を伴って語られる。そして結合なしに語られるもののうち、名称のみが共通であるようなものが同音異義的なものと言われる」と冒頭に置いたことによっても明らかにした。したがって、同音異義的なものの事前の把握は、前述の諸理由によって、また、有が類であるか否かについて大きな疑義があるなか、それが同音異義的なものと同義的なものから認識されるということによっても、必要であることが明らかとなる。さらに神的なイアンブリコスは次のように述べている。「私には、範疇について論じる者が同音異義的なものから始めるのは、何よりも最も適切なことであると思われる。なぜなら、まさに範疇そのものが範疇という同音異義的な名称を持っているからである。事実、事物においても全体の類においても範疇は隔たっており、名称のみを除いては他のいかなる共通点も持たないからである。そして『述語づける』ということ自体も同音異義的に言われる。それゆえ、もし同音異義的なものを規定しないならば、範疇のまさにこの固有性を理解することも、範疇がいかに複数のものに共通して帰属し、存在するすべてのものに対して関係を持つかを見出すことも不可能であるとするなら、彼が冒頭においてそれらに関する議論を行うのは理にかなっている」。またこれとは別に、ソフィスト的な論難に対しても、名称を区別することに勝るものはない。そしてこのことはプラトンも『エウテュデモス』の中で述べており、他のあらゆる人々も同意している。すなわち、名称の二重性が弁証術への大きな手がかりをもたらしたということである。しかし、アリストテレスがいかに同音異義的なものの本性を明らかにしたかを見てみよう。我々は彼の言葉を次のように解き明かすこととする。諸事物の各々は、名称によっても、輪郭的または定義的な説明方式によっても示される。例えば人間は、「人間」というこの名称によっても、「理性的な死すべき動物」と述べる定義的な説明方式によっても示されるのであり、名称はそれを単一的な相において示し、説明方式はそれを多部分的な相において示す。しかし、名称は記号であるため、実体において異なる他の何らかのものにとっても、例えば描かれた人間にとっても、それの記号ともなることで同一でありうるが、実体を解き明かす説明方式は、実体において異なる他のものにとって同一であることは不可能である。それゆえ知るべきであるのは、名称においては共通しつつ説明方式において異なるものは同音異義的なものと呼ばれ、逆に説明方式においては共通しつつ名称において異なるものは多名的なものと呼ばれるということである。例えば、人間の定義は一つであるが、名称は「有声の人」「可死の者」など複数あるような場合である。他方、名称と説明方式の双方において共通するものは同義的なものと呼ばれる。例えば人間と馬は、「動物」という名称もその定義も共有している。なぜなら双方が動物であり、感覚を持つ有魂の実体だからである。そしてこのゆえに、「動物」は双方について同義的に述語づけられるのである。

構文注3 件
  1. 1.1πότε μὲν δῆλον ὅτι ὑπὸ τὴν αὐτὴν ἀνάγεται κατηγορίαν, πότε δὲ οὔ

    πότε μὲν ... πότε δὲ οὔ は間接疑問節を導き、先行する διακρίσεως(「区別、判定」)の内容を具体的に展開している。挿入された δῆλον ὅτι はここでは副詞的に「明らかに/言うまでもなく」として機能し、主節構造を乱すことなく文意を補強している。

  2. 1.1οὐδὲν ἄλλο πλὴν ὄνομα μόνον ἔχουσι κοινόν

    οὐδὲν ἄλλο πλὴν ὄνομα μόνον(「名称のみを除いては他のいかなるものも〜ない」)は二重の限定表現(ἄλλο πλὴν と μόνον)を伴う慣用的強調構文であり、κοινόν は述語的対格として ἔχουσι に係る。

  3. 1.1οὐδέν ἐστιν οἷον τὸ διαστέλλεσθαι τὰ ὀνόματα

    οὐδέν ἐστιν οἷον(「…に勝るものはない」「…ほどよいものはない」)は不定詞や動名詞を伴って最善性を示すギリシア語の慣用表現であり、ここでは冠詞付き不定詞 τὸ διαστέλλεσθαι が主語的・補語的に置かれている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:21.1-22.30