- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:167.9-168.27
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
シンプリキオスは左・右や同一性を例に差異と関係が不可分であることを論じてストア派とボエトスの追随関係説を批判し、両者の相互追随を主張する。続いて関係における差異の有無に関するイアンブリコスの解決を紹介し、諸関係に共通する本性が類によるのか焦点的一連性によるのかというプロティノスの難問を提示する。
ὁ δὲ ἀριστερὸς καὶ δεξιὸς σὺν πλείοσι διαφοραῖς ὑφίσταται· καὶ γὰρ μετὰ τόπου ἐμφαίνεται καὶ μετὰ μέρους τοιούτου· τῷ γὰρ ἡμᾶς μέρη ἔχειν τοιαῦτα τὸ δεξιὸν καὶ ἀριστερὸν λέγεται, ἐπεὶ ὅ γε λίθος πρὸς τὸν λίθον οὐκ ἔσται δεξιός, εἰ μή τις καὶ τοῦτον πρὸς τὰ ἡμέτερα δεξιὰ καὶ ἀριστερὰ παραβάλλοι. ἐπὶ δὲ τοῦ ταὐτοῦ καὶ παραδόξως τὸ πρός τι ὑπάρχει· οὐ γὰρ πρὸς ἕτερον, ἀλλὰ πρὸς ἑαυτὸ λέγεται· τὸ γοῦν καθάπαξ ὄν, ἀλλὰ μὴ κατά τι μηδέπως, τοῦτο ταὐτόν ἐστιν. οὕτως ἀεὶ ἡ σχέσις τοῖς χαρακτῆρσι τῆς διαφορᾶς συνυφίσταται, καὶ οὐ δύο ταῦτά ἐστιν, ὡς ὑπονοοῦσιν ἐκεῖνοι, ἀλλ’ ἓν τὸ συναμφότερον. ἕπεται δὲ αὐτοῖς κἀκεῖνο ἄτοπον τὸ σύνθετα ποιεῖν τὰ γένη ἐκ προτέρων τινῶν καὶ δευτέρων,1 ὡς τὸ πρός τι ἐκ ποιοῦ καὶ πρός τι. ἀλλὰ καὶ περὶ τῆς ἀκολουθίας οὔτε, ὡς οἱ Στωικοὶ λέγουσιν, τῷ μὲν πρός τί πως ἔχοντι τὸ πρός τι ἕπεται, τῷ δὲ πρός τι οὐκέτι τὸ πρός τί πως ἔχον, οὔθ’ ὡς ὁ Βόηθος ἀμυνόμενος αὐτοὺς “τῷ μὲν πρός τι, φησίν, τὰ πρός τί πως ἔχοντα συνακολουθεῖ· μετὰ γὰρ τοῦ πρὸς ἕτερον πως ἔχειν ταῦτα προσείληφεν καὶ τὴν οἰκείαν διαφοράν· τῷ δὲ πρός τί πως ἔχοντι οὐκέτι τὰ πρός τι συνέπεται· οὐ γὰρ πᾶσιν ὑπάρχει τοῖς πρός τι πρὸς ἕτερόν τε λέγεσθαι τῇ σχέσει καὶ τὴν διαφορὰν τὴν οἰκείαν ἔχειν”.2 ἀλλ’ ἄμεινον ἀντακολουθεῖν ἀλλήλοις ταῦτα λέγειν, ὥστε εἴ τι πρός τί ἐστιν, καὶ πῶς ἔχον εἶναι, καὶ εἴ τι πῶς ἔχον, καὶ πρός τι. εἶναι γὰρ δεῖ καὶ τὴν ἐπινεύουσαν δύναμιν κατὰ διαφορὰν θεωρουμένην καὶ τὴν ἐπίνευσιν αὐτὴν καὶ σχέσιν· ὁπότερον γὰρ ἂν ἐπιλείπῃ τούτων, οὐ σῴζεται ἡ τοιαύτη κατηγορία· οὔτε γὰρ ἡ σχέσις ψιλὴ καθ’ ἑαυτήν ἐστιν οὔτε ἡ διαφορὰ χωρὶς τῆς σχέσεως ταύτην ποιεῖ τὴν κατηγορίαν. ἀλλ’ οὐδὲ χωρίζειν δεῖ τήν τε διαφορὰν ἀπ’ ἀλλήλων καὶ τὴν σχέσιν, ἀλλὰ κατὰ μίαν κοινὴν ἰδιότητα συνισταμένην θεωρεῖν τοῦ τε ἔχοντος τὴν σχέσιν καὶ πρὸς ὅ πως ἔχει. ταῦτα μὲν οὖν ὡς πρὸς τὰς Στωικὰς ὑποθέσεις ἱκανῶς ἀντείρηται. Αὐτὸ δὲ καθ’ αὑτὸ τὸ πρόβλημα ζητεῖ ὁ Ἰάμβλιχος, πότερον ποιεῖ τὴν διαφορὰν ἐν τοῖς πρός τι, καθ’ ὅσον τὰ μὲν μᾶλλον τὸν χαρακτῆρα ἐνδείκνυται, ὡς τὸ γλυκὺ καὶ ἡδύ, τὰ δὲ τὴν σχέσιν μᾶλλον, ὡς ὁ πατὴρ καὶ υἱός, τὰ δὲ ἐξ ἴσου ἐπαμφοτερίζει τῇ τε ἐν αὐτοῖς ποιότητι καὶ τῇ πρὸς ἕτερον σχέσει, ὡς τὸ λευκότερον, καὶ εἰ ἐστιν διαφορά, πότερον κατὰ γένος ἐστὶν αὕτη ἢ κατά τι ἄλλο ὑποπῖπτον, ἢ ὅλως οὔτε κατὰ γένος διενήνοχεν οὔτε κατ’ ἄλλην οὐδεμίαν διαφοράν. καὶ ζητήσας μίαν πάντων λύσιν εἶναί φησιν τὸ γνῶναι τὴν τῶν πρός τι φύσιν, ὅτι οὐ κατὰ τὰ συνιόντα ἡ τῶν πρός τι σχέσις συμπεπλήρωται ἢ τοὺς τούτων πλεονασμοὺς ἢ τὰς παρισώσεις ἢ τὰς ἐλλείψεις, ἀλλὰ κατ’ αὐτὸν τὸν λόγον τῆς σχέσεως ἡ ἰδιότης τῶν πρός τι θεωρεῖται, τὰ ὁπωσοῦν διαφέροντα εἰς κοινωνίαν συνάγουσα καὶ κατὰ ταύτην τὴν κοινωνίαν ἀφοριζομένη· κατὰ μέντοι τὰ μετέχοντα καὶ ἐν τῇ σχέσει θεωρούμενα αἱ τοιαῦται θεωροῦνται παραλλαγαί, πλεοναζόντων καὶ ἐλλειπόντων καὶ ἐξισαζόντων καὶ ἐχόντων κατὰ τὰ πράγματα πολλὰς διαφοράς, αἵτινες οὐδὲν διαφέρουσι κατ’ ἐκεῖνο τὸ ἓν τῆς σχέσεως γένος, ὃ πάντῃ κεχώρισται τῶν ἐν τοῖς συνθέτοις παραλλάξεων. Πλειόνων δὲ τῶν πρός τι λεγομένων ὑπὸ τοῦ Ἀριστοτέλους καὶ ἐνταῦθα ὡς τὸ μεῖζον καὶ διπλάσιον καὶ ἕξις καὶ ἀνάκλισις καὶ τὰ λοιπά, καὶ ἄλλων δὲ ὑπ’ αὐτοῦ παραδοθέντων, ὧν πρότερον ἐμνημονεύσαμεν, τῶν τε καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν καὶ τῶν κατὰ δύναμιν καὶ ἀδυναμίαν καὶ τῶν ἄλλων τῶν τοιούτων, ἀπορεῖ ὁ Πλωτῖνος, τίς ἡ ἐν πᾶσι τούτοις κοινότης, ἆρα γενική τις ἢ κατ’ ἄλλον τρόπον,3 κατὰ τὴν εἰς ἓν ἀναφοράν, ὡς τοὺς Ἡρακλείδας εἰς ἕνα κοινὸν ἀναφέρεσθαι τὸν Ἡρακλέα φαμέν. καὶ γὰρ εἰ μὲν ἐφαπτόμεθα τῶν ὑποκειμένων καὶ ἐχόντων τὴν σχέσιν, ὧν τὰ μὲν ἐστιν ἐν οὐσίᾳ, τὰ δὲ ἐν ποσῷ, τὰ δὲ ἐν τοῖς ἄλλοις, συναλλοιωθήσεται τοῖς ἄλλοις τὰ πρός τι· εἰ δὲ μηδεμίαν ἔχει κοινωνίαν πρὸς τὰ ἔχοντα τὴν σχέσιν, ἀλλὰ ἄσχετός ἐστιν ἡ τῶν πρός τι κατηγορία, οὐχ ἕξει σχέσιν ἐκεῖνα οὐδὲ ἔσται πρός τι, οὐδὲ τούτων κοινότης ἐκείνη.
他方で左と右は、より多くの差異を伴って成立する。実際、場所を伴って現れるとともに、そのような部分を伴っても現れるからである。というのも、私たちがそのような部分を持っていることによって右や左と呼ばれるのであり、石は石に対して右であることはなく、誰かがこの石をも私たちの右や左に引き比べてみない限りそうではないからである。そして同一のものにおいては、逆説的なことに関係づけられるものが存在する。なぜなら、他のものに対してではなく、それ自身に対して言われるからである。いずれにせよ、絶対的にあるものであって、何らかの観点に従ってでも何らかのあり方ででもないものが、この「同一のもの」である。このように、関係は常に差異の特徴とともに共存しており、彼らが推測するようにこれらは二つのものではなく、両者を合わせた一つのものなのである。そして彼らには、先行するものと後続するものから類を複合的なものにしてしまうという、あの不条理もまた帰結する(関係づけられるものを、性質のものと関係づけられるものから複合するように)。しかしまた追随関係についても、ストア派が言うように、何らかのあり方で関係づけられるものには関係づけられるものが追随するが、関係づけられるものにはもはや何らかのあり方で関係づけられるものは追随しないというわけでもなく、またボエトスが彼らに反論して「関係づけられるものには何らかのあり方で関係づけられるものが共追随するのである(なぜならこれらは他のものへの何らかのあり方を持つこととともに、固有の差異も取り込んでいるからである)。しかし何らかのあり方で関係づけられるものにはもはや関係づけられるものは共追随しない(なぜなら関係によって他のものに対して言われることと、固有の差異を持つことの両方が、すべての関係づけられるものに属しているわけではないからである)」と言うようなわけでもない。むしろこれらは互いに追随しあうと言う方が優れている。したがって、もし何かが関係づけられるものであるなら、何らかのあり方をしているものでもあり、もし何かが何らかのあり方をしているなら、関係づけられるものでもある。なぜなら、差異に従って考察される傾斜する潜勢力と、その傾斜そのものである関係との両方が存在しなければならないからである。というのも、これらのうちのどちらかが欠けるなら、そのような範疇は保たれないからである。関係が単独でそれ自体として存在するわけでもなく、差異が関係を抜きにしてこの範疇を作り出すわけでもない。それどころか、差異と関係を互いに切り離すべきでもなく、関係を持つものと、それが何らかのあり方をとっている相手のものの、両者に成立する一つの共通の固有性に従って考察すべきである。ストア派の前提に対しては、このように十分に反駁された。他方で問題そのものをそれ自体としてイアンブリコスは探究し、甘さや心地よさのように特徴をより明示するものと、父や子のように関係をより明示するものと、より白いもののようにそれらに内在する質と他のものへの関係の両方へと等しく動揺するものとがある限りにおいて、何かが関係づけられるもののうちに差異を作り出すのかどうか、そしてもし差異があるなら、これは類によるものなのか、それともその下に属する何か別のものによるのか、あるいは全体として類による差異も他のいかなる差異も全く持たないのかを問うている。そして彼は探究した末に、すべてについての唯一の解決は関係づけられるものの本性を知ることであると言う。すなわち、関係づけられるものの関係は、合致してくるものたちやそれらの過多や均等化や欠如に従って完成されているのではなく、関係そのものの規定に従って関係づけられるものの固有性が考察され、どのようにであれ異なっているものたちを一つの共有関係へとまとめ上げ、この共有関係に従って限定されるということである。しかし、それにあずかるものたちや関係のうちで考察されるものたちに従っては、そのような差異が見出される。それらは過多や欠如や均等化をなすものであり、事物の側で多くの差異を持つが、これらの差異は関係というあの一つの類においては何らの違いももたらさない。その類は複合的なもののうちにある差異から完全に切り離されているのである。アリストテレスによってここでもより大きいもの、二倍のもの、状態、寄りかかること、その他多くの関係づけられるものが語られ、また彼によって伝えられた他のものたち(私たちが先に言及した、優越と欠如によるもの、潜勢力と無潜勢力によるもの、その他のそのようなもの)も多数ある中で、プロティノスは、これらすべてにおける共通性とは何か、果たして類的なものなのか、それともヘラクレスの末裔たちが一人の共通の祖先であるヘラクレスへと連れ戻されると言うように、一なるものへの連れ戻しによる別の仕方によるものなのか、と難問を投げかけている。実際、もし私たちが基底にあって関係を持つもの(それらのうちあるものは実体のうちに、あるものは量のうちに、あるものは他のもののうちにある)に触れるならば、関係づけられるものは他のものとともに変化してしまうであろう。しかしもし関係づけられるものの範疇が、関係を持つものに対して何の共有関係も持たず無関係であるなら、それらのものは関係を持たず、関係づけられるものでもなくなり、あの範疇もそれらのものの共通性ではなくなるであろうからである。
- 4.1ἕπεται δὲ αὐτοῖς κἀκεῖνο ἄτοπον τὸ σύνθετα ποιεῖν τὰ γένη ἐκ προτέρων τινῶν καὶ δευτέρων
主語は動詞 ἕπεται の後置主語となっている κἀκεῖνο ἄτοπον であり、冠詞付き不定詞句 τὸ σύνθετα ποιεῖν... がその内容を同格的に説明している。αὐτοῖς は帰結の帰属先(ストア派)を示す与格。
- 4.1οὐ γὰρ πᾶσιν ὑπάρχει τοῖς πρός τι πρὸς ἕτερόν τε λέγεσθαι τῇ σχέσει καὶ τὴν διαφορὰν τὴν οἰκείαν ἔχειν
非人称動詞 ὑπάρχει の意味上の主語は二つの不定詞(πρὸς ἕτερόν τε λέγεσθαι と τὴν διαφορὰν... ἔχειν)であり、与格 πᾶσιν... τοῖς πρός τι は属格的・所有的な帰属関係を表す。
- 4.1ἀπορεῖ ὁ Πλωτῖνος, τίς ἡ ἐν πᾶσι τούτοις κοινότης, ἆρα γενική τις ἢ κατ’ ἄλλον τρόπον
ἀπορεῖ の目的語として間接疑問節 τίς ἡ... κοινότης が続き、さらにその内容を二者択一の疑問(ἆρα... ἤ...)が展開している。各疑問節において繋辞(ἐστίν)が省略されている。
