← キリキアのシンプリキオス

アリストテレス『カテゴリー論』注解

§100.17-102.10

基体に対する種差の同義的述語づけと範疇への分有

種差が基体について同義的に述語づけられるかという難問に対し、シンプリキオスはイアンブリコスの見解とその不十分さを吟味した上で、種差が実体的な質であり種を満たすものであるがゆえに同義的に述語づけられると論じ、次いで同義的述語づけが他の諸範疇にどのように分有されるかを考察する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.6#6

ἀλλὰ τοῦτο μὲν οὐκ ἔστιν ἡ διαφορά, διὸ οὐδὲν πρὸς τὸν λόγον· αὐτῆς δὲ τῆς πεζότητος, ἥτις ἐστὶν ἡ διαφορά, οὔτε τὸ ὄνομα κατηγορεῖται κατὰ τοῦ ὑποκειμένου· οὐδὲ γὰρ λέγομεν πεζότητα τὸ ὑποκείμενον, οἷον τὸν ἄνθρωπον ἤ τι ἄλλο τῶν πεζῶν· οὔτε τὸν λόγον τῶν πεζῶν·1 οὐ γὰρ λέγομεν τὸ ὑποκείμενον ἕξιν εἶναι ἀφ’ ἧς οἱ μετασχόντες πεζοὶ λέγονται. πῶς οὖν εἴρηται καὶ τοὔνομα καὶ τὸν λόγον τῆς διαφορᾶς κατηγορεῖσθαι τοῦ ὑποκειμένου; ὥστε οὐδὲ συνωνύμως ἂν ῥηθείη ἡ διαφορὰ κατὰ τῶν ὑποκειμένων. εἰ δὲ μὴ τοῦτο, οὐδὲ καθ’ ὑποκειμένου λέγεται, εἴπερ τὰ καθ’ ὑποκειμένου συνωνύμως τῶν κατ’ αὐτὰ ἀτόμων κατηγορεῖται. πρὸς δὴ τοῦτο τὸ ἀπόρημα * * * “οἱ συμπληρωτικὴν μὲν τιθέντες2 τὴν διαφορὰν κατ’ αὐτὸ τὸ εἶναι, λόγῳ δὲ καὶ ὀνόματι μὴ ἀληθευομένην λέγοντες, ἢ συμπληρωτικὴν μὲν τοῦ κατὰ τὸ ὑποκείμενον λόγου, οὐ μὴν τοῦ ὁριστικοῦ, οὗτοι οὐ συμφωνοῦσι πρὸς Ἀριστοτέλη· περὶ γὰρ τοῦ ὁριστικοῦ λόγου λέγει ἐνταῦθα, καὶ τὸ συνωνύμως κατηγορεῖσθαι ἐπὶ τῶν διαφορῶν καὶ τῶν εἰδῶν καὶ τῶν γενῶν οὕτως εἴρηκεν. διαμαρτάνουσι δὲ καὶ τῆς περὶ τῶν διαφορῶν ἀρίστης αἱρέσεως, τὸ οὐσιῶδες αὐτῶν μὴ ἐννοοῦντες. ἀτόπως δὲ καὶ διαιροῦσι χωρὶς τὸν κατὰ τὸ ὑποκείμενον εἶδος λόγον καὶ τὸν ὁριστικόν· εἰ γὰρ ὁ ὁριστικὸς λόγος τὸ τί ἦν εἶναι δηλοῖ, τοῦτο δέ ἐστιν τὸ εἶδος, οὐκ ἄλλος μὲν ἔσται ὁ κατὰ τὸ ὑποκείμενον λόγος, ἄλλος δὲ ὁ κατὰ τὸν ὅρον. αἴτιον δὲ τῆς ταραχῆς, ὅτι ποτὲ μὲν ὡς συμπληρωτικὰς τῆς οὐσίας λαμβάνουσι τὰς διαφορὰς καὶ ὡς μέρη τοῦ εἴδους, ὅταν δὲ τὸν λόγον τὸν ὁριστικὸν ποιῶνται, οὐχ ὡς συμπληρωτικὰς ἔτι τὰς διαφορὰς λαμβάνουσιν, ἀλλ’ ὡς κατὰ ποιότητα θεωρουμένας, καὶ τὸν λόγον οὐ πᾶσιν ἐφαρμόζειν τοῖς ὑποκειμένοις τὸν τῶν ἕξεων. εἰ δὲ ὥσπερ ἦν προσῆκον ἐλάμβανον ἐπ’ ἀμφοτέρων τούτων τὰς διαφορὰς ὡς συμπληρωτικάς, πάντως ἂν καὶ τὸ ὄνομα καὶ ὁ ὁριστικὸς λόγος κατηγορεῖτο κατὰ τῶν ὑποκειμένων”. ταῦτα μὲν οὖν ὁ Ἰάμβλιχος τὴν ἀπορίαν διαλύων φησίν. μήποτε δὲ ἔτι μένει τὸ ἄπορον· οὐ γὰρ ἔστιν οὔτε λέγεσθαι δύναται τὸ ὑποκείμενον τῷ τοῦ συμπληροῦντος ὀνόματι, οὐδὲ ὁ τῆς ποιότητος λόγος δύναται τῷ κατ’ αὐτὴν ποιῷ ἐφαρμόττειν. ἀλλ’ εἰ μὲν ποιότης ἦν ἁπλῶς ἡ διαφορά, καλῶς ἐλέγετο· εἰ δὲ οὐσιώδης ποιότης καὶ οὔτε ἐν ὑποκειμένῳ οὔτε μέρος οὐσίας τῆς συνθέτου ἢ τῆς ὑλικῆς, ἀλλὰ τοῦ εἴδους συμπληρωτικὴ κατὰ τὸ εἶναι, δηλονότι καὶ ἔστιν τὸ εἶδος κατ’ αὐτὴν καὶ λέγεται, καὶ οὐ δεῖ τὸν τῆς ποιότητος ἢ τῆς ἕξεως ὁρισμὸν ὡς διαφορᾶς λαμβάνειν· οὐ γὰρ ἦν τοῦτο ἡ διαφορὰ τὸ ὡς συμβεβηκὸς ὑπάρχον, ἀλλὰ τὸ οὐσιῶδες καὶ τῆς οὐσίας συμπληρωτικόν, καθ’ ὃ καὶ ἔστιν καὶ λέγεται τὸ εἶδος. καὶ τοῦτο καὶ αὐτὸς προϊὼν ὁ Ἰάμβλιχος ἐγκρίνει, ὥστε εἰκότως συνάγεται τὸ μὴ μόνον τὴν δευτέραν οὐσίαν συνωνύμως κατὰ τῶν ὑποκειμένων κατηγορεῖσθαι, ἀλλὰ καὶ τὴν διαφοράν. Τί οὖν; ἆρα τὸ συνωνύμως κατηγορεῖσθαι ταῖς δευτέραις οὐσίαις ὑπάρχει μόναις καὶ ταῖς διαφοραῖς ἢ καὶ ταῖς ἄλλαις πάσαις κατηγορίαις; καὶ γὰρ ἐν ἐκείναις τὰ γένη καὶ τὰ εἴδη πάντων τῶν κατ’ αὐτὰς ἀτόμων συμβεβηκότων συνωνύμως κατηγορηθήσεται· καὶ γὰρ ἐπιστήμη κατὰ γραμματικῆς συνωνύμως λέγεται καὶ ἡ γραμματικὴ κατὰ τῆς Ἀριστάρχου γραμματικῆς. πρὸς δὲ τοῦτο ῥητέον ὅτι κοινὸν μὲν τοῦτο καὶ πρὸς τὰ τῶν ἄλλων κατηγοριῶν γένη καὶ εἴδη, ἴδιον δὲ τῶν ἐν οὐσίᾳ γενῶν καὶ εἰδῶν τὸ τῶν ἀτόμων οὐσιῶν γένη εἶναι καὶ εἴδη καὶ κατὰ τούτων συνωνύμως κατηγορεῖσθαι, καὶ οὐδὲν κοινὸν τὸ τῆς οὐσίας συνώνυμον πρὸς τὸ τῶν συμβεβηκότων. μήποτε δὲ οὐσίας μὲν ἴδιον τὸ συνωνύμως κατηγορεῖσθαι,3 καὶ τὸ γένος καὶ τὸ εἶδος ταύτῃ πρώτῃ ὑπάρχει, μεταδίδοται δὲ ἀπ’ αὐτῆς καὶ ταῖς ἄλλαις κατηγορίαις, καθόσον οὐσιῶνταί πως καὶ ἐκεῖναι. διὸ καὶ ἐν ἐκείναις τὰ γένη καὶ τὰ εἴδη οὐσιωδῶς τοῖς ἀτόμοις ὑπάρχειν λέγομεν καὶ ἐν τῷ εἶναι κατηγορεῖσθαι, οἷον τὸ χρῶμα καὶ τὸ λευκὸν [καὶ] τῷδε τινι τῷ λευκῷ· ὡς γὰρ ταῖς οὐσίαις τινὰ κατὰ συμβεβηκὸς ὑπάρχει, οὕτως καὶ τοῖς συμβεβηκόσιν οὐσιωδῶς. ἀλλὰ διὰ τί, φασίν, τὰ μὴ ἴδια τῆς οὐσίας ὡς χρήσιμα εἰς τὴν γνῶσιν τῆς οὐσίας παραλαμβάνει, ὥσπερ τὸ οὐκ ἐν ὑποκειμένῳ; ἢ πρὸς γνῶσιν τῆς οὐσίας συντελεῖ τὸ γνῶναι ὅτι κἂν ὑπάρχῃ τῇ οὐσίᾳ τὸ μὴ ἐν ὑποκειμένῳ, ἀλλ’ οὐκ αὐτῇ μόνῃ τοῦτο ὑπάρχει, κἂν δοκῇ μάλιστα αὐτῇ προσήκειν.

しかしこの[分有する]ものは種差ではなく、それゆえこの議論[定義]には何の関係もない。他方、種差である有足性自体については、その名も基体について述語づけられない。なぜなら我々は、例えば人間や他の有足なもののいずれかという基体を、有足性と呼ぶことはないからである。また有足なものの定義も[基体について述語づけられない]。なぜなら我々は、基体が、それを分有する者たちが有足と呼ばれる根拠である状態だ、とは言わないからである。では、いかにして種差の名も定義も基体について述語づけられると言われたのか。したがって種差は、基体たちについて同義的に語られもしないであろう。もしそうでないとすれば、基体について語られもしないことになる。基体について語られるものは、それらに応じた不可分割のものたちについて同義的に述語づけられるのだとすればである。まさにこの難問に対して[…]「種差を存在そのものにおいて実体を満たすものと置きながら、定義においても名においても真とされないと述べる者たち、あるいは基体に応じた定義を満たすものではあるが定義的言明を満たすものではないと述べる者たちは、アリストテレスと一致していない。なぜなら彼はここで定義的言明について語っており、種差や種や類において同義的に述語づけられることをそのように語ったからである。また彼らは、それらの実体的な性格を考えないことによって、種差についての最も優れた見解からも逸脱している。そしてまた、基体たる種に応じた定義と定義的言明とを切り離して区別するのも不合理である。なぜならもし定義的言明が何であったか[本質]を明らかにし、これが種であるならば、基体に応じた定義と定義に応じた定義とは別のものではないからである。そして混乱の原因は、彼らが種差を一方では実体を満たすものとして、また種の部分として受け取りながら、定義的言明をなすときには、種差を、もはや満たすものとしてではなく、性質に応じて考察されるものとして受け取り、状態の定義がすべての基体に当てはまるわけではないとする点にある。しかしもし彼らが、相応しいように、これら両方において種差を、満たすものとして受け取っていたならば、名も定義的言明も間違いなく基体たちについて述語づけられていたであろう」。イアンブリコスは難問を解決しつつこのように述べる。しかしあるいは、難問は依然として残るかもしれない。なぜなら、基体は満たすものの名で呼ばれることもできず、ありえもしないし、性質の定義がそれに応じた性質のものに当てはまることもできないからである。しかし、もし種差が単なる性質であったなら、[そう]語られてもよかった。だが、もし[種差が]実体的な性質であり、基体のうちにあるものでも複合的あるいは質料的な実体の部分でもなく、存在において種を満たすものであるなら、明らかに種はその種差に応じて存在し、また語られるのであって、性質や状態の定義を種差の定義として受け取るべきではない。なぜなら偶有性として存在するものが種差なのではなく、種がそれに応じて存在し語られるところの、実体的なものであり実体を満たすものが種差であったからである。そしてこのことをイアンブリコス自身も先へ進んで承認しており、したがって第二実体だけでなく種差も基体たちについて同義的に述語づけられる、ということは尤もらしく結論される。では何か。はたして同義的に述語づけられることは、第二実体と種差にのみ属するのか、それとも他のすべての範疇にも属するのか。なぜならそれらの[他の範疇の]うちにおいても、類や種はそれらに応じたすべての不可分割の偶有性たちについて同義的に述語づけられるであろうからである。というのも、知識は文法について同義的に語られ、文法はアリスタルコスの文法について語られるからである。これに対しては、このことは他の諸範疇の類や種にも共通であるが、実体における類や種に固有なのは、不可分割の実体たちの類や種であり、これらについて同義的に述語づけられることである、と言わねばならず、実体の同義性と偶有性の同義性とは何ら共通性をもたない。しかしあるいは、同義的に述語づけられることは実体に固有であり、類や種は第一に実体に属し、他の諸範疇へと実体から分け与えられるのかもしれない。それら[他の範疇]もまた何らかの仕方で実体化されている限りにおいてである。それゆえ我々は、それらのうちにおいても類や種は不可分割のものたちに実体的に属し、存在において述語づけられると言うのである。例えば色や白がこの特定の白に[属し、述語づけられる]ように。なぜなら実体に対してあるものが偶有的に属するのと同様に、偶有性に対しても[あるものが]実体的に属するからである。しかし彼らは言う、なぜ実体に固有でないものを、例えば基体のうちにないことのように、実体の認識にとって有用なものとして採用するのか、と。あるいは、基体のうちにないことが実体に属するとしても、たとえ実体に最も相応しいと思われようとも、これが実体だけに属するわけではないと知ることが、実体の認識に寄与するのであろう。

構文注3 件
  1. 2.6οὔτε τὸν λόγον τῶν πεζῶν

    否定文「οὔτε τὸ ὄνομα κατηγορεῖται κατὰ τοῦ ὑποκειμένου」に続く並列要素。「τὸν λόγον τῶν πεζῶν」は対格で、前節の動詞「κατηγορεῖται」に対応する能動動詞または不定詞表現(すなわち「οὐδὲ τὸν λόγον τῶν πεζῶν [κατηγορεῖσθαι λέγομεν / κατηγοροῦμεν]」)が構文上省略されている。

  2. 2.6πρὸς δὴ τοῦτο τὸ ἀπόρημα * * * “οἱ συμπληρωτικὴν μὲν τιθέντες

    写本上の脱落(アステリスク)の直後に引用符で始まっている箇所。直前の難問(πρὸς δὴ τοῦτο τὸ ἀπόρημα)に対する回答導入部(例えば「イアンブリコスは次のように論じる」に類する動詞句)が脱落しており、続く「οἱ συμπληρωτικὴν...」から直接イアンブリコスの所説の引用(あるいは直接話法的な要約)へと入る構文である。

  3. 2.6οὐσίας μὲν ἴδιον τὸ συνωνύμως κατηγορεῖσθαι

    「ἴδιον」は所属または特性を表す属格「οὐσίας」を伴う述語形容詞として機能しており、冠詞付き不定詞句「τὸ συνωνύμως κατηγορεῖσθαι」が主語である。続く「καὶ τὸ γένος καὶ τὸ εἶδος ταύτῃ πρώτῃ ὑπάρχει」と並列され、偶有性の範疇へ伝達される前の、実体そのものに第一次的に帰属する固有性を述べている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:100.17-102.10