← キリキアのシンプリキオス

アリストテレス『カテゴリー論』注解

§10.19-12.3

事物を指示する言葉としてのカテゴリー論の目的

シンプリキオスはポルピュリオスやボエトスらの見解を引き、カテゴリー論の目的が単なる言葉でも事物そのものでもなく、事物と概念を指示する限りにおける第一の単純な言葉にあることを論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.0#6

τῆς δὲ αὐτῆς ἐγένετο δόξης καὶ ὁ Αἰγαῖος Ἀλέξανδρος. ὁ δὲ Πορφύριος σκοπὸν εἶναι τοῦ βιβλίου φησὶν ἔν τε τῷ πρὸς Γεδάλειον καὶ ἐν τῷ κατὰ πεῦσιν καὶ ἀπόκρισιν περὶ τῶν κατηγορουμένων· αὗται δέ εἰσιν αἱ ἁπλαῖ φωναὶ αἱ σημαντικαὶ τῶν πραγμάτων, καθὸ σημαντικαί εἰσιν, ἀλλ’ οὐ καθὸ λέξεις ἁπλῶς. καθὸ μὲν γὰρ λέξεις, ἄλλας ἔχουσι πραγματείας, ἃς ἐν τῷ Περὶ τῶν τοῦ λόγου στοιχείων ὅ τε Θεόφραστος ἀνακινεῖ καὶ οἱ περὶ αὐτὸν γεγραφότες οἷον πότερον ὄνομα καὶ ῥῆμα τοῦ λόγου στοιχεῖα ἢ καὶ ἄρθρα καὶ σύνδεσμοι καὶ ἄλλα τινά (λέξεως δὲ καὶ ταῦτα μέρη, λόγου δὲ ὄνομα καὶ ῥῆμα), καὶ τίς ἡ κυρία λέξις, τίς δὲ ἡ μεταφορική, καὶ τίνα τὰ πάθη αὐτῆς, οἷον τί ἀποκοπή, τί ἀφαίρεσις, τίνες αἱ ἁπλαῖ, τίνες αἱ σύνθετοι, τίνες αἱ ὑποσύνθετοι καὶ ὅσα τοιαῦτα, καὶ ὅσα περὶ ἰδεῶν εἴρηται, τί τὸ σαφὲς ἐν ταῖς λέξεσιν, τί τὸ μεγαλοπρεπές, τί τὸ ἡδὺ καὶ πιθανόν· καθὸ μέντοι σημαντική ἐστιν ἡ λέξις, κατὰ τὰ γένη τῶν ὄντων ἀφορίζεται. καὶ ἡ μὲν λέξις κατηγορία λέγεται ὡς κατὰ τοῦ πράγματος ἀγορευομένη, τὸ δὲ πρᾶγμα κατηγόρημα. τῆς οὖν κατηγορίας ἤτοι πράγματος ὄντος μετὰ τῆς σημαινούσης αὐτὸ λέξεως ἢ τῆς σημαντικῆς λέξεως, καθόσον ἐστὶν σημαντική, ἑκατέρως ἔχεται καὶ τῶν πραγμάτων ἡ κατηγορία.1 ἀπείρων δὲ ὄντων τῶν κατὰ μέρος καὶ ἀκαταλήπτων, εἰς δέκα γένη τὰ ἄπειρα ἀνήγαγεν ὁ Ἀριστοτέλης, τὰς μὲν οὐσίας πάσας εἰς μίαν συνελὼν τὴν ἀνωτάτω οὐσίαν, ἧς ἐστι καὶ λέξις σημαντικὴ αὐτὴ ἡ οὐσία σύμβολον οὖσα τῆς ἐν τοῖς οὖσιν οὐσίας, εἴτε ὑποστάσεως οὔσης εἴτε ἄχρι ἐπινοίας ὑφεστώσης· οὐδὲν γὰρ τοῦτο τῇ κατηγορίᾳ διενήνοχεν·2 οὐ γὰρ καθὸ ἐν ὑποστάσει ἐστὶ τὰ πράγματα δηλοῦται ὑπὸ τῆς κατηγορίας, ἀλλὰ καθὸ ἐπινοεῖται ἤτοι ὄντα ἢ ὡς ὄντα. ὁμοίως δὲ καὶ τῶν καθ’ ἕκαστα ποσῶν ἐπὶ τὸ γενικώτατον ποσὸν ἀναγομένων ἄλλη γίνεται κατηγορία, ἡ ἀνωτάτω λέξις τοῦ ποσοῦ, κατὰ τοῦ ἀνωτάτω πράγματος ἀγορευομένη. οὕτως δὲ καὶ τὸ ποιόν. ἕτερον δέ τι γένος ἐστὶν τὸ πρός τι, ὑφ’ ὃ πάντα ἀνάγεται τὰ πρὸς ἄλλο τί πως ἔχοντα, καὶ κατηγορία ἄλλη τῆς πρός τι λέξεως, ὑφ’ ἣν τὸ διπλάσιον τὸ ἥμισυ, δοῦλος δεσπότης, πατὴρ υἱὸς καὶ τὰ τοιαῦτα. τὸ δὲ καθῆσθαι καὶ ἑστάναι καὶ κατακεῖσθαι ἄλλο γένος ποιεῖ τὸ κεῖσθαι. τὸ δὲ ἠμφιέσθαι καὶ ὡπλίσθαι ὑπὸ τὸ ἔχειν ἀνάγεται, τὸ δὲ ἐν Λυκείῳ καὶ ἐν Ἀκαδημίᾳ ὑφ’ ἓν γένος τὸ ποῦ. καὶ τὸ ποτὲ γένος ἐστὶν ἄλλο περιέχον τὰ τοῦ χρόνου εἴδη καὶ μέρη. τὸ δὲ τέμνειν καὶ καίειν εἰς τὸ ποιεῖν, ὥσπερ τὸ τέμνεσθαι καὶ καίεσθαι εἰς τὸ πάσχειν. προστίθησιν δὲ καὶ τὰ τοῦ Βοήθου ὁ Πορφύριος πολλῆς ἀγχινοίας γέμοντα καὶ εἰς τὸ αὐτὸ τείνοντα τοῖς εἰρημένοις. λέγει γὰρ καὶ ἐκεῖνος, ὅτι κατὰ μὲν τὸ ὄνομα καὶ τὸ ῥῆμα ἡ διαίρεσις εἰς τὰ τοῦ λόγου γίνεται στοιχεῖα, κατὰ δὲ τὰς κατηγορίας ἡ διαίρεσις γίνεται, καθὸ σχέσιν ἔχουσιν αἱ λέξεις πρὸς τὰ ὄντα, σημαντικαὶ τούτων οὖσαι. “διό, φησίν, οἱ σύνδεσμοι ἐν μὲν τῇ λέξει εὑρίσκονται, τῶν δὲ κατηγοριῶν ἐκπίπτουσιν· οὐδὲν γὰρ τῶν ὄντων δηλοῦσιν, οὔτε οὐσίαν οὔτε ποιὸν οὔτε ἄλλο τι τοιοῦτον”. δῆλον οὖν ἐκ τῶν εἰρημένων, ὅτι οὔτε περὶ φωνῶν ψιλῶν οὔτε περὶ αὐτῶν τῶν ὄντων ᾗ ὄντα ἐστὶν οὔτε περὶ τῶν νοημάτων μόνων οἱ ἄνδρες οὗτοι τὸν σκοπὸν ἀφορίζονται, ἀλλὰ περὶ φωνῶν μὲν ἁπλῶν καὶ λέξεων, διότι λογικῆς ἐστι πραγματείας προοίμιον, καθὸ δὲ σημαντικαὶ τῶν ὄντων εἰσὶ τῶν πρώτων καὶ ἁπλῶν, ἀλλ’ οὐ καθὸ παρασχηματίζονται ἢ συσχηματίζονται ἢ πάθη τοιάδε ἀναδέχονται καὶ ἰδέας ἔχουσι τοιάσδε, ἅπερ ἡ περὶ τῶν λέξεων ὡς λέξεων ἐπίσκεψις πολυπραγμονεῖ. δῆλον δὲ ὅτι, εἰ περὶ τῶν λέξεων, καθὸ σημαίνουσιν, ἀνάγκη καὶ τὰ πράγματα συνηρτῆσθαι τὰ σημαινόμενα καὶ τὰ νοήματα τὰ κατὰ τὰς σημασίας γινόμενα.

アイガイのアレクサンドロスも同じ意見であった。そしてポルピュリオスは『ゲダレイオス宛て』においても『問答式[注解]』においても、本書の目的は述語づけられるものについてであると述べている。そしてこれらは、意味を表す限りにおいての、事物を意味する単純な言葉であって、単なる言辞としてのそれではない。なぜなら、言辞である限りにおいては、テオプラストスや彼の周辺で著作を残した人々が『言論の構成要素について』の中で論じているような別の論考群、たとえば名詞と動詞が言論の構成要素であるのか、それとも冠詞や接続詞や他の何らかのものもそうであるのか(ただしこれらは言辞の部分であり、名詞と動詞は言論の[部分]である)、またいかなるものが本来的な言辞であり、いかなるものが比喩的な言辞であるか、またそれの諸特性とは何か、たとえば語尾音消失とは何か、語頭音消失とは何か、いかなるものが単純で、いかなるものが複合的で、いかなるものが半複合的であるか、その他これに類する事柄、また文体に関して論じられている様々なこと、すなわち言辞において明瞭さとは何か、壮重さとは何か、心地よさや説得力とは何か、といった論考群を[言辞それ自体は]持つからである。しかし言辞は、意味を表すものである限りにおいて、実在するものの類に従って規定される。そして言辞は事物について言われるものとしてカテゴリー[述語]と呼ばれ、事物は述語づけられたものと呼ばれる。したがって、カテゴリーとは、それを意味する言辞を伴った事物であるか、あるいは意味を表す言辞が意味を表す限りにおいてのそれであるかのいずれかであるため、どちらの仕方であってもカテゴリーは事物にも関わっているのである。そして個々のものは無限であり把握しがたいものであるため、アリストテレスはこの無限のものを十の類へと還元し、すべての実体を一つの最上位の実体へと要約した。そしてこの実体に対しては「実体」という言辞そのものが意味を表すものとして存在し、実在するものにおける実体の記号となっている。それが個別の実在として存在していようと、思惟の次元にとどまって存在していようと変わりはない。なぜなら、このことはカテゴリーにとって何の違いももたらさないからである。カテゴリーによって示されるのは、事物が個別の実在の中にある限りにおいてではなく、実在するものとして、あるいは実在するかのように思惟される限りにおいてだからである。同様に、個々の分量が最も類的な分量へと還元されることによって、別のカテゴリー、すなわち最上位の事物について言われる「分量」という最上位の言辞が生じる。また「性質」も同様である。そして「関係」は別のある類であり、そのもとへ他の何かに対してある様態にあるすべてのものが還元され、また「関係」という言辞の別のカテゴリーがあり、そのもとへ「二倍」「半分」、「奴隷」「主人」、「父」「子」、その他これに類するものが還元される。また「座っている」「立っている」「横たわっている」ことは「姿勢」という別の類をなす。また「着ている」「武装している」ことは「所有」のもとに還元され、「リュケイオンで」「アカデメイアで」は「場所」という一つの類のもとに還元される。そして「時」は時間の諸種および諸部分を包括する別の類である。また「切る」「焼く」は「能動」へと還元され、ちょうど「切られる」「焼かれる」が「受動」へと還元されるのと同様である。さらにポルピュリオスは、大いなる洞察に満ち、いま述べられたことと同じ方向を目指すボエトス説をも付け加えている。なぜなら彼もまた、名詞と動詞による区分は言論の構成要素への区分であり、カテゴリーによる区分は、言辞が実在するものに対して関係を持ち、それらの意味を表すものである限りにおいて生じるのだと述べているからである。「それゆえに」と彼は言う、「接続詞は言辞の中には見いだされるが、カテゴリーからは抜け落ちる。実在するもののいかなるものも、すなわち実体も性質も他のいかなるそのようなものも示さないからである」。したがって、いま述べられたことから明らかなように、これらの人々は目的を単なる言葉についてでも、実在するものそのものが実在する限りにおいてについてでも、概念のみについてでもなく、論理学の論考の緒論であるという理由から単純な言葉と言辞について規定しつつも、言辞それ自体についての考察が細かく探究するような、言辞が派生されるか、結合されるか、いかなる特性を受け入れるか、いかなる文体を持つかによるのではなく、それらが第一の単純な実在するものの意味を表す限りにおいて規定しているのである。そして明らかなように、もし意味を表す限りにおける言辞についてであるならば、意味される事物も、その意味作用に従って生じる概念も、必然的に結び合わされているのである。

構文注2 件
  1. 1.0τῆς οὖν κατηγορίας ἤτοι πράγματος ὄντος μετὰ τῆς σημαινούσης αὐτὸ λέξεως ἢ τῆς σημαντικῆς λέξεως, καθόσον ἐστὶν σημαντική, ἑκατέρως ἔχεται καὶ τῶν πραγμάτων ἡ κατηγορία.

    前半の ἤτοι... ἤ... は対等な二つの独立属格句(πράγματος ὄντος... / τῆς σημαντικῆς λέξεως[οὔσης]...)であり、理由を示す。「カテゴリーとは、事物が言葉を伴っているか、あるいは言葉が意味を表す限りにおけるものであるかのいずれかであるため」。主節の動詞 ἔχεται は中受動相で属格補語(τῶν πραγμάτων)を取り、「〜に関わる」「〜に連なる」の意味を表す。

  2. 1.0οὐδὲν γὰρ τοῦτο τῇ κατηγορίᾳ διενήνοχεν

    動詞 διενήνοχεν(διαφέρω の完了)は非人称的に用いられ、主語としての主格代名詞 τοῦτο と関連の与格 τῇ κατηγορίᾳ、内的な対格 οὐδέν を伴い、「このことはカテゴリーにとって何の違いももたらさない(何の影響もない)」という定型構文をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:10.19-12.3