- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:96.30-98.22
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
可想界における対立者の一致と天界における調和的相補作用を前提として、月下界における元素の対立と離隔からいかにして複合的実体の生成・消滅・相互転化が生じるかを論じる。
τὸ μὲν νοητὸν πλῆθος καὶ κατὰ τὴν διάκρισιν τὴν ἑαυτοῦ τὴν ὡς ἐν νοητῷ θεωρουμένην ἡνωμένον ἐστὶν ἅτε παντὸς τοῦ ὄντως ὄντος ἐν τῷ ἑνὶ μένοντος· διὸ καὶ οὐ μόνον τὰ διάφορα εἴδη ἅμα συνυφέστηκεν ἐν ἐκείνῃ τῇ οὐσίᾳ, ἀλλὰ καὶ τὰ ἐναντία, καὶ μετέχει ἀλλήλων καὶ ἥνωται πρὸς ἄλληλα, ὡς μηκέτι ἐπείσακτον εἶναι τὴν μέθεξιν μηδὲ τὸ ποιεῖν καὶ πάσχειν ἔτι χώραν ἔχειν ἐκεῖ, διὸ καὶ γενέσεως τῆς κυρίως ἐξῄρηται ἐκεῖνα. ἐν δὲ τοῖς πρώτοις τῶν κυρίως γινομένων διαστάσεως ἀναφανείσης καὶ μερισμοῦ καὶ μεταβολῆς, ἀλλὰ σωζομένης εἰλικρινοῦς τῆς πρὸς τὸ ἀμέριστον ὁμοιώσεως, διακέκριται μὲν ἀλλήλων τὰ συμπληροῦντα τὴν οὐσίαν ἐκείνην καὶ μέρη καὶ εἴδη, δρᾷ δὲ εἰς ἄλληλα καὶ πάσχει ὑπ’ ἀλλήλων ἅτε διαστάντα ἀπ’ ἀλλήλων, μενούσης δὲ ὅμως τῆς οὐσίας καὶ δρᾷ τὰ δρῶντα καὶ πάσχει τὰ πάσχοντα τελειωτικῆς οὔσης τῆς εἰς ἄλληλα ἐνεργείας· τῇ γὰρ ἀλλήλων μετοχῇ τὴν ἐν τῷ ὄντως ὄντι ἕνωσιν ἀπεικονίζεται τὰ ἐν τῷ γινομένῳ εἴδη· ἀλλὰ τὰ μὲν ἐν τῷ προσεχῶς ὑπὸ τοῦ ὄντος ὑφισταμένῳ τελεσιουργῶς τοῦτο δρᾷ, τὰ δὲ ἀπὸ τούτων ὑφιστάμενα λοιπὸν ἀπὸ τοῦ ἀεὶ τοῦ χρονικοῦ πρὸς τὸ ποτὲ τὸ ἐν μέρει χρόνου ὑπελθόντα,1 διότι κατὰ τὰς ἄλλοτε ἄλλας γινομένας διαθέσεις τῶν οὐρανίων ὑφίσταται, ὡς ταδὶ μὲν ἐν τοῖσδε τοῖς ζῳδίοις τοῦ ἡλίου τυγχάνοντος, ταδὶ δὲ ἐν τοῖσδε. πολλῆς οὖν γενομένης τῆς ἐν τῷ ἐσχάτῳ πλήθει διαστάσεως καὶ τῶν ὑπὸ σελήνην οὐσιῶν ἐκ τῶν οὕτως διεστηκότων συντιθεμένης οὔτε πάντα μετέχει πάντων οὔτε πάντα ἐν πᾶσιν, ἀλλ’ ὅσα μὲν διάφορα ὄντα ἐν ἑνὶ εἴδει συνδεδράμηκε, ταῦτα δύναται συνυπάρχειν ἀλλήλοις ἀστασιάστως ἀλλήλων μετέχοντα, τὰ δὲ ἐναντία τὴν πᾶσαν ἐνταῦθα διάστασιν ὑπομείναντα συνάγεται μὲν εἰς τοῦτο πάντως καὶ μάλιστα τὰ γενικώτερα, οἷον θερμότητες, ψύξεις, ξηρότητες, ὑγρότητες, καὶ τὰ συνεδρεύοντα τούτοις ἑκάστῃ τῶν αἰσθήσεων ἀντιληπτά, οἷον λευκότητες, μελανίαι, ὀξύτητες, βαρύτητες, γλυκύτητες, πικρότητες, τραχύτητες, λειότητες, καὶ αἱ κατὰ τὰς ὀσμὰς ἀντιθέσεις, συνάγονται δὲ οὐ καθ’ αὑτά, ἀλλὰ μετὰ τῶν ὑποκειμένων αὐτοῖς σωμάτων, ἐν οἷς ὑφεστήκασι· ταῦτα δέ ἐστι τὰ πρῶτα στοιχεῖα, πῦρ, ἀήρ, ὕδωρ, γῆ, ἐξ ὧν τὰ ἄλλα συνίσταται τά τε ζῷα καὶ τὰ φυτά. ἀλλ’ ὅταν μὲν ἐναρμονίου καὶ συμμέτρου τινὸς ἀπὸ τῶν οὐρανίων τύχῃ συναγωγῆς πρὸς τόδε τι ἢ τόδε τῶν συνθέτων εἰδῶν ἐπιτηδειότητα ἐχούσης, ἐλλάμπει τότε τὸ εἶδος ἐκεῖνο καὶ αὐτό τε συνέχει τὴν τῶν ἐναντίων συνδρομήν, καὶ ὑπ’ αὐτῆς ἐκεῖνο συνέχεται· ὅταν δὲ τὰ ἐναντία, οἷον πῦρ καὶ ὕδωρ, διὰ τὸ φύσει δύσμικτον ἐπιμένῃ μαχόμενα κατὰ τὰς ἐναντίας ποιότητας, τότε ἀνάγκη ποτὲ τὸ ἕτερον ἐπικρατοῦν ἐκ τῆς τοῦ ἀντικειμένου μειώσεως αὔξεσθαι, καὶ φθείρεται μὲν τότε τὸ σύνθετον εἶδος ἐκεῖνο τὸ τῇ τοιᾷδε συμμετρίᾳ τῶν στοιχείων πεφυκὸς ἐπιγίνεσθαι, οἷον τὸ τοῦ βοὸς ἢ τοῦ ἵππου, ἄλλου δὲ εἴδους συμμετρίας τοῖς στοιχείοις ἐγγενομένου κατὰ τὴν πλεονεξίαν τε καὶ μειονεξίαν τῶν στοιχείων καὶ ἄλλης ἐπιτηδειότητος2 μέλιτται μὲν ἀπὸ βοός, σφῆκες δὲ ἐξ ἵππου γίνονται καὶ σκώληκες ἀπὸ διαφόρων ζῴων καὶ φυτῶν διάφοροι. ἔστι δὲ ὅτε πολλῆς τινος πλεονεξίας τῶν στοιχείων ἐν τοῖς συνθέτοις γενομένης ἢ καμόντα λοιπὸν καὶ γηράσαντα ἀνεπιτήδεια γίνεται3 πρὸς συνθέτου εἴδους ὑποδοχὴν καὶ διαλυθέντα τότε εἰς τὰς ἑαυτῶν ὁλότητας χωρεῖ καὶ ἐκνεασθέντα ἐκεῖ καὶ ἀνηβήσαντα τότε πάλιν ἔρχεται πρὸς σύνθεσιν· δηλοῖ δὲ μάλιστα τὸ ὕδωρ ταῦτα τότε μάλιστα πρὸς γένεσιν καὶ τροφὴν ἐπιτήδειον ὑπάρχον, ὅταν καθαρὸν γένηται καὶ ἐκ τῆς ἑαυτοῦ ὁλότητος ἀπομερίζηται, ὡς ἀπὸ πηγῶν ὁρᾶται. καὶ δῆλον, ὅτι καὶ ἡ γένεσις ἐνταῦθα καὶ ἡ φθορὰ μεταβολή τίς ἐστιν ὑπό τε τοῦ ἐναντίου γινομένη καὶ ἐκ τῆς ἐναντίας ἕξεως εἰς τὴν ἐναντίαν μεθισταμένη, ἐπὶ μὲν τῶν στοιχείων τοῦ ὕδατος, εἰ τύχοι, ὑπὸ τοῦ πυρὸς εἰς τὴν ἐναντίαν ἑαυτῷ σύστασιν τὴν πύριον μεταβαλλομένου, καὶ οὕτως γίνεται τὸ πῦρ ἐξ ἐναντίου μὲν ἑαυτῷ τοῦ ὕδατος κατὰ τὰς ἐναντίας ποιότητας, ὑπὸ ἐναντίου δὲ τῷ ὕδατι τοῦ πυρός· δεῖ γὰρ τὸ μὲν φθειρόμενον ἐναντίον εἶναι τῷ φθείροντι, τὸ δὲ γινόμενον ταὐτὸν τῷ ποιοῦντι.
可想的な多は、可想的なもののうちに考察されるようなそれ自身の区別に従ってさえ統一されている。真に存在するものの全体が一者のうちにとどまっているからである。それゆえ、かの実体のうちには異なる種が共に共存しているだけでなく、反対のものどもすら共存しており、互いに分有し合い、互いへと統一されているのであって、もはやその分有は外来的なものではなく、作用すること・作用を受けることがもはやかの場所で余地を持つこともない。それゆえかのものどもは、厳密な意味での生成から超越しているのである。 これに対し、厳密な意味で生じるもののうちの最初のものどもにおいては、間隔と分割と変化とが現れ出たものの、不可分なものに対する純粋な類似性は保持されているので、かの実体を満たしている部分も種も互いから区別されてはいるが、互いから間隔を置いたものとして互いへと働きかけ、互いから作用を受けるのである。しかし実体がとどまる中で、作用するものは作用し、作用を受けるものは作用を受けるのであり、互いへのその現実活動は完成作用的なものである。なぜなら、生じるもののうちにある諸々の種は、互いの分有によって、真に存在するもののうちにある統一を模像しているからである。しかし、存在から直接に存立させられるもののうちにある種は完全な仕方でこれを遂行するが、これらから次に存立する種は、時間の部分のうちにある「ある時[一時期]」へと時間的な「常に」から下降したものであって、というのも、太陽がこの星座にあるときにはこれらのものが、あの星座にあるときにはあれらのものが存立するように、その都度異なるものとなる天の諸物体の性向に従って存立するからである。 それゆえ、最も低次の多において多くの間隔が生じ、月下の諸実体がこのように間隔を置いたものどもから合成されるにあたって、すべてのものがすべてのものを分有するのでも、すべてのものがすべてのもののうちにあるのでもない。むしろ、異なるものでありながら一つの種のうちに収斂した限りでのものは、不和なく互いに共存し、互いを分有することができるが、ここにおいて全面的な間隔を耐え忍んだ反対のものどもは、全くもってこの[月下の]ものへとまとめ上げられ、何よりもまずより類的なもの、すなわち熱さ、冷たさ、乾き、湿り、そしてこれらに随伴して各感覚によって知覚されるもの、すなわち白さ、黒さ、〔音の〕高さ、低さ、甘さ、苦さ、粗さ、滑らかさ、さらに嗅覚に応じた対立がまとめ上げられる。しかしそれらはそれ自体としてではなく、それらが存立しているところの基底をなす諸物体と共にまとめ上げられる。そしてこれらこそが最初の元素、すなわち火、空気、水、土であり、これらから他のもの――動物も植物も――が構成されるのである。 しかし、天の諸物体から、複合された種のうちのこれまたはあれへの適合性を持つような調和的かつ均整の取れたまとめ上げを享受するときには、そのときかの種が輝き出で、それ自身が反対のものどもの収斂を保持し、また種自身もその収斂によって保持されるのである。これに対し、反対のものども――例えば火と水――が自然本性上混じり合いにくいがゆえに、反対の諸性質に従って争い続けるときには、そのとき一方が他方に打ち勝ち、対立するものの減少から増大することがいつか[ある時]必然となり、そのとき、元素のそのような均整の上に生じるよう本性づけられたかの複合された種――例えば牛や馬の種――は消滅する。そして、諸元素の過剰と不足に従って元素のうちに別の種の均整と別の適合性が生じるや、牛からは蜂が、馬からは雀蜂が生じ、多様な動物や植物からは多様な蛆虫が生じるのである。 また、複合されたもののうちに諸元素の何らかの甚だしい過剰が生じたとき、あるいはついに疲弊して老衰したときには、複合された種を受け容れるのに不適となり、そのとき解体してそれぞれの全体性へと向かい、そこで若返り再び青年期を迎えて、そのとき再び複合へと向かうこともある。このことは水が最もよく示しているのであって、水は浄化され、自らの全体性から分割されて流れ出るとき――泉から見られるように――、生成と養分にとって最も適合的なものとなる。 そして明らかなように、ここでの生成も消滅も何らかの変化であり、反対のものによって生じ、反対の性向から反対の性向へと移行するものである。元素において言えば、例えば水が火によって自らと反対の組立てである火の組立てへと変化する場合であり、このようにして火は、反対の諸性質に従って自らと反対である水から生じるのであり、水にとって反対である火によって生じるのである。なぜなら、消滅するものは消滅させるものに対して反対でなければならず、生じるものは作り出すものと同一でなければならないからである。
- 1.22τὰ δὲ ἀπὸ τούτων ὑφιστάμενα λοιπὸν ἀπὸ τοῦ ἀεὶ τοῦ χρονικοῦ πρὸς τὸ ποτὲ τὸ ἐν μέρει χρόνου ὑπελθόντα
対比構造「τὰ μὲν ... δρᾷ, τὰ δὲ ... ὑπελθόντα」における主語と述語の接続。先行する「τὰ μὲν ... δρᾷ」に対して、後続する「τὰ δὲ ... ὑπελθόντα」は定動詞を欠き、分詞のまま従属節「διότι ... ὑφίσταται」へと展開している。ここでは「δρᾷ」(または「ὑφίσταται」)が意味上補われるか、あるいは分詞「ὑπελθόντα」が主節の主語「τὰ δὲ ... ὑφιστάμενα」の同格的叙述として置かれた破格(アナコルートン)と解される。
- 1.22ἄλλου δὲ εἴδους συμμετρίας τοῖς στοιχείοις ἐγγενομένου ... καὶ ἄλλης ἐπιτηδειότητος
属格独立構文(genitive absolute)。名詞句「ἄλλου εἴδους συμμετρίας」と「ἄλλης ἐπιτηδειότητος」が接続詞「καί」で結ばれ、分詞「ἐγγενομένου」を共有している。語順の上で「τοῖς στοιχείοις ἐγγενομένου」の後に前置詞句「κατὰ τὴν πλεονεξίαν τε καὶ μειονεξίαν τῶν στοιχείων」が挿入され、その後に第二の主格相当名詞「καὶ ἄλλης ἐπιτηδειότητος」が置かれる離隔構造(hyperbaton)をなしている。
- 1.22ἢ καμόντα λοιπὸν καὶ γηράσαντα ἀνεπιτήδεια γίνεται
主語の省略と中性複数の呼応。前節の属格独立構文「πολλῆς τινος πλεονεξίας τῶν στοιχείων ἐν τοῖς συνθέτοις γενομένης」に続く接続詞「ἤ」の後で、主語として中性複数名詞(文脈上の諸元素「τὰ στοιχεῖα」または諸物体「τὰ σώματα」)が補われ、分詞「καμόντα καὶ γηράσαντα」および補語「ἀνεπιτήδεια」と単数動詞「γίνεται」に一致している。
