- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:88.2-89.26
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
シンプリキオスは、天体が受動的性質や四元素からなると論じるピロポノスの説を論駁し、太陽による熱の伝達が非物質的な力と摩擦によること、天体の透明性や形貌が月下のものと同一ではないことを示して、天を地上の物体と同種視する誤りを批判する。
κἂν γὰρ δυσπαθέστερός ἐστι τῶν τῇδε, ἀλλ’ ἐσχάτων ἤδη τῶν ἡμερῶν οὐσῶν, ὥς φασι, καὶ τῆς συντελείας τοῦ αἰῶνος ὅσον οὐδέπω1 προσδοκωμένης ἔδει τι πάντως μέχρι νῦν ἀλλοῖον φανῆναι2 περὶ τὸν οὐρανὸν καὶ τὴν τοῦ οὐρανοῦ κίνησιν. εἰ δὲ πάσχει μὲν ὑπ’ αὐτοῦ τὰ τῇδε, δρᾶν δὲ εἰς αὐτὸν οὐδὲν πέφυκε, πῶς ὁμοφυῆ τολμῶμεν τούτοις ἐκεῖνον λέγειν καὶ πρὸς τοῦτο καὶ τὸν Πλάτωνα ἐπαγόμεθα μάρτυρα ὡς ἐκ τῶν τεσσάρων στοιχείων τὸν οὐρανὸν λέγοντα; πῶς δὲ ἐκ τοῦ θερμαίνειν τὰ τῇδε τὸν ἥλιον θερμὸν αὐτὸν εἶναι κατὰ ποιότητα νομίζει πολλοῦ μετέχοντα πυρός, ὅπερ καὶ ἀπὸ τοῦ χρώματος τεκμαίρεται; ἰδοὺ γάρ, καὶ τῶν ἄλλων ἀστέρων πολλοῦ πυρὸς μετέχειν λεγομένων καὶ πύριον, ὥς φησιν, ἐχόντων χρῶμα ὁ τοῦ Κρόνου ἀστὴρ ψύχειν καὶ συγκρίνειν τὰ τῇδε πεπίστευται, καὶ δῆλον, ὅτι κατὰ τὸν αὐτὸν λόγον ψυχρὸς ἂν εἴη καὶ αὐτὸς καὶ οὐ πύριος, ἀλλ’ ὑδάτινος μᾶλλον. ἀλλ’ οὔτε ὁ ἥλιος ὡς πῦρ ὢν τοῦτο τὸ συνεγνωσμένον θερμαίνει, οὔτε ὁ Κρόνιος ἀστὴρ ὡς ὑδάτινος ψύχει, ἀλλὰ κοινῶς μὲν πάντες ταῖς ἑαυτῶν ἀσωμάτοις δυνάμεσι τρέπουσι τὰ τῇδε σώματα πρὸς τὰς ἑαυτῶν ἰδιότητας, ὥσπερ καὶ τῆς ψυχῆς αἰδουμένης ἢ συννοούσης τι ἡ ἀσώματος αὕτη ἐνέργεια ποτὲ μὲν ἐρυθραίνεσθαι ποτὲ δὲ συνοφρυοῦσθαι τὸ σῶμα ποιεῖ. ὁ μέντοι ἥλιος καὶ ταύτῃ τῇ δυνάμει καὶ τῇ τῶν ἀκτίνων παρατρίψει θερμὸν τὸν ἀέρα ποιεῖ καὶ δι’ αὐτοῦ τὰ ἄλλα θερμαίνει· δῆλον δὲ ἐκ τοῦ μᾶλλον θερμαίνειν εἰς ἑαυτὰς τῶν ἀκτίνων ἀνακλωμένων. οὐ χρὴ τοίνυν τὰ θερμαινόμενα ὑπὸ τοῦ ἡλίου νομίζειν κατὰ μετάληψιν τῆς ἐν ἡλίῳ θερμότητος ὁμοίας θερμαίνεσθαι, ὥσπερ τὰ ὑπὸ πυρὸς θερμαινόμενα κατὰ μετάληψιν τῶν ἀπὸ τοῦ πυρὸς ἀπορρεόντων θερμαίνεται· ἐπεὶ οὕτω γε καὶ ἀπορρεῖν τὸν ἥλιον ἀνάγκη ὥσπερ τὸ παρ’ ἡμῖν πῦρ καὶ μὴ μόνον θερμαίνειν, ἀλλὰ καὶ αὐτὸν ψύχεσθαι, εἴπερ καὶ ἡ ἐν ἡμῖν θερμότης ψύχεται ἀπὸ τῆς ἐν αὐτῷ ἀπομερισθεῖσα. οὐκ ὀκνῶν δὲ λοιπὸν ἀνέδην οὗτος, μᾶλλον δὲ μανιωδῶς, κατὰ τοῦ οὐρανοῦ βλασφημεῖν καὶ δηλονότι κατὰ τοῦ τὸν οὐρανὸν ὑποστήσαντος καὶ ὑφιστῶντος θεοῦ μὴ ἀλλοτρίας εἶναι φύσεως τῶν παρ’ ἡμῖν στοιχείων τὰ οὐράνια σαφῶς βοᾷ· “οὐδὲ γὰρ ἔστι, φησί, σχεδὸν τῶν ἐν ἐκείνοις ἐνθεωρουμένων, ὃ μὴ καὶ τοῖς παρ’ ἡμῖν ὑπάρχει σώμασι· καὶ τό τε διαφανὲς παράγει ἐν οὐρανῷ καὶ ἀέρι καὶ ὕδατι καὶ ὑάλῳ καὶ λίθοις τισὶν ὁμοίως φαινόμενον”· οὐδὲ γὰρ τὸ “ὁμοίως” προσθεῖναι παρῃτήσατο· καὶ τὰ ἐν τοῖς ἄστροις διάφορα χρώματα οὐκέτι ὅμοια μόνον, ἀλλὰ καὶ τὰ αὐτὰ τοῖς παρ’ ἡμῖν καλεῖ· “καὶ τὸ λαμπρόν, φησί, καλούμενον χρῶμα καὶ τὸ φῶς καὶ πάντα τὰ ἐν τῷ φωτὶ παρεπόμενα πάθη πολλοῖς καὶ τῶν παρ’ ἡμῖν ὑπάρχει σωμάτων πυρί τε καὶ πυγολαμπίσι καὶ κεφαλαῖς τινων ἢ λεπίσιν ἰχθύων καὶ τοιούτοις ἄλλοις.” ἆρα τοῦτον σωφρονεῖν δυνατὸν τὸ τῶν οὐρανίων φῶς καὶ τὴν ἐκείνων λαμπρότητα πυγολαμπίσι καὶ λεπίσιν ἰχθύων ὑπάρχειν λέγοντα; “καὶ τὸ σφαιρικὸν δὲ σχῆμα, φησίν, οὐ τοῖς οὐρανίοις σώμασι μόνοις, ἀλλὰ καὶ τοῖς λοιποῖς ἅπασιν ὑπάρχει στοιχείοις καὶ ἔτι τῶν συνθέτων τισί, καὶ τὴν ἐγκύκλιον κίνησιν καὶ τῷ πυρὶ ὑπάρχειν καί τισι τοῦ ἀέρος”· οὕτως ἀναιδῶς ἢ ἀνεπιστάτως ἀπέκρυψεν τὸ τὴν κυκλικήν, ἣν λέγει, κίνησιν τὸ ὑπέκκαυμα ὑπὸ τοῦ οὐρανοῦ κινεῖσθαι,3 ὡς δηλοῦσιν οἱ κομῆται καὶ τὰ ἄλλα τὰ ἐκεῖ φάσματα τοῖς ἀπλανέσιν ἄστροις συνανατέλλοντα καὶ συνδύνοντα. εἰπὼν δὲ καὶ ἄλλα τοιαῦτα ἐπάγει λοιπόν, ὅτι ὁρατὸς ὢν πάντως καὶ ἁπτός ἐστιν, ἁπτὸς δὲ ὢν τὰς ἁπτὰς ἔχει ποιότητας, σκληρότητα, μαλακότητα, λειότητα, τραχύτητα, ξηρότητα, ὑγρότητα καὶ τὰ τούτοις παραπλήσια καὶ τὰ πάντων τούτων περιεκτικὰ τήν τε θερμότητα καὶ τὴν ψῦξιν. καὶ ὅτι μὲν ἁπτός, δῆλον καὶ ἐξ ὧν ἐγὼ πρότερον εἶπον· ὡς δὲ καὶ ἡμῖν ἁπτῶν τυγχανόντων τῶν οὐρανίων οὕτως φαίνεται διατεινόμενος, ὅς γε καὶ τὴν τοῦ ἡλίου θερμότητα πολλάκις παράγει, ἐπὶ τέλει δὲ καὶ τὸ τριχῇ διαστατὸν τῶν τε οὐρανίων καὶ τῶν παρ’ ἡμῖν τὸ αὐτό φησιν εἶναι· οὐδὲν γὰρ τριχῇ διαστατὸν οὐδενὸς τριχῇ διαστατοῦ, ᾗ τοιοῦτόν ἐστι, διοίσει, ἐπεὶ μηδὲ σῶμα σώματος, ᾗ σῶμά ἐστι. καὶ δῆλον, ὅτι ὁ λόγος οὗτος οὐ μόνον τὸν οὐρανὸν ὁμοφυῆ τοῖς ἐνταῦθα ποιήσει, ἀλλὰ καὶ εἴ τι νοητόν ἐστι καὶ τὸν θεὸν αὐτόν.
なぜなら、天がこちらのものより受動しにくいとしても、彼らの言うように、既に終わりの日々であり、世の終わりがいまにも予期されているというのに、天に関して、また天の運動に関して、何らかの異状が今日に至るまでにどうしても現れているべきであったからである。しかし、もしこちらのものは天から受動するが、天に対して作用する本性を何も持たないとするなら、どうして我々は天がこれらと同種であるなどとあえて言えようか、またどうしてそのために天が四元素からなると述べているとしてプラトンをも証人として引き合いに出せようか。また、太陽がこちらのものを温めることから、太陽自身が多くの火を分有して性質において熱いと、どうして彼は考えるのか。そのことを彼は色からも推論しているのだが。見よ、他の星々も多くの火を分有すると言われ、彼の言うように火のような色をしているのに、土星はこちらのものを冷やし凝縮させると信じられており、同じ理屈に従えば、土星自身も冷たくて火のようではなく、むしろ水のようであることになるはずだということは明白である。しかし太陽も、この一般に知られた火であるとして温めているのではなく、土星も水であるとして冷やしているのではない。むしろ共通してすべての星々が、自らの非物体的な能力によってこちらの物体を自分たちの特有性へと転向させるのであり、あたかも魂が恥じらったり何か思い悩んだりするとき、この非物体的な活動があるときは身体を赤らめさせ、あるときは眉をひそめさせるようなものである。しかしながら太陽は、この能力によっても、また光線の摩擦によっても空気を熱くし、それを通じて他のものを温める。そしてそのことは、光線が互いに反射するときにより強く温めることから明らかである。それゆえ、太陽によって温められるものが、太陽の中の類似した熱さの分有によって温められると考えるべきではない。あたかも火によって温められるものが、火から流出するものの分有によって温められるかのように。なぜなら、そうであるなら太陽も我々のもとにある火のように流出せざるをえず、温めるだけでなく、もし我々の中の熱さがその中の熱さから切り離されて冷えるのだとすれば、太陽自身も冷えることになるからである。そしてこの男は、天に対して、また明らかに天を成立させ維持している神に対して、放埒に、むしろ狂気じみて冒涜することをもはやためらわず、天上のものは我々のもとにある諸元素と異なる本性のものではないと声高に叫んでいる。「なぜなら、あちらのものに観察される事柄のうち、我々のもとにある物体にも属さないものはほとんどないからである」と彼は言い、天にも、空気・水・ガラス・ある種の石にも同様に現れる透明なものを引き合いに出す。彼は「同様に」と付け加えることすら躊躇しなかったのである。そして星々における多様な色を、もはや似ているだけでなく、我々のもとにあるものと同じであると呼んでいる。「そして輝かしいと呼ばれる色も、光も、光に伴うすべての受動も、我々のもとにある多くの物体、すなわち火、ホタル、ある種の魚の頭や鱗、その他そのようなものに属している」と彼は言う。天上のものの光とそれらの輝きがホタルや魚の鱗に属すると言うこの者が正気であるなどということがあろうか。「また球形も天体にだけでなく、残りのすべての元素にも、さらに複合体のいくつかにも属し、円運動も火に、また空気の一部にも属する」と彼は言う。彼はこれほど厚かましく、あるいは無思慮にも、彼が語る円運動で可燃物が天によって動かされているという事実を隠蔽したのである。そのことは彗星やあちらの他の現象が恒星とともに昇りともに沈むことから明らかである。そして他のそのような事柄を述べたのち、彼はさらに付け加えて、天は可視的である以上どうしても可触的でもあり、可触的である以上は可触的な諸性質、すなわち硬さ、柔らかさ、滑らかさ、粗さ、乾き、湿り、これらに類するもの、そしてこれらすべてを包括する熱さと冷たさを持つ、と述べる。そして天が可触的であることは私が前に述べたことからも明らかである。しかし天上のものが我々にとっても可触的であるかのように彼は強弁しているように見え、まさに太陽の熱さを何度も引き合いに出し、最後には天上のものと我々のもとにあるものとの三次元の広がりは同一であると述べる。なぜなら、いかなる三次元の広がりも、そのようなものである限りにおいて、いかなる三次元の広がりとも異ならず、いかなる物体も物体である限りにおいて物体と異ならないからである。そして、この議論は天をここのものと同種にするだけでなく、何らかの叡智的なものや神自身をも同種にしてしまうことは明白である。
- 1.21ὅσον οὐδέπω
「今にも」「まもなく」を意味する副詞的慣用句。ὅσον(程度)と οὐδέπω(未だ…ない)が結合し、「まだ起きていないのはほんのわずかな間である」という意味から、切迫した未来を表す。
- 1.21ἔδει τι πάντως μέχρι νῦν ἀλλοῖον φανῆναι
非人称動詞 ἔδει(義務・必然の未完了過去)に不定詞 φανῆναι が続く構文で、過去から現在に至る事態に対する反実仮想的含意(「現れているべきであった[が現れていない]」)を持つ。直前の絶対属格句(終末論的主張)を受けた皮肉的な帰結を表す。
- 1.21τὸ τὴν κυκλικήν, ἣν λέγει, κίνησιν τὸ ὑπέκκαυμα ὑπὸ τοῦ οὐρανοῦ κινεῖσθαι
定冠詞 τό が後続の対格不定詞句(τὸ ὑπέκκαυμα ... κινεῖσθαι)全体を名詞化して動詞 ἀπέκρυψεν の直接目的語としている。その句の内部で、τὴν κυκλικήν ... κίνησιν は同族対格(内的対格)として受動不定詞 κινεῖσθαι に係り、τὸ ὑπέκκαυμα が不定詞の意味上の主語、ὑπὸ τοῦ οὐρανοῦ が動作主を表す。
