← キリキアのシンプリキオス

アリストテレス『天界について』注解

§729.16-730.27

運動原因としての形状の否定と浮沈の難問

アリストテレスが運動の原因は形状ではなく質料であると論じ、平たい物体が水に浮く現象を巡るアポリアと、それに対するデモクリトスの不十分な解決(上昇する熱小片による説明)を批判的に検討する場面を注解する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.27

" Τὰ δὲ σχήματα οὐκ αἴτια τοῦ φέρεσθαι ἕως τοῦ τὴν κίνησιν τῶν ἄνω φερομένων σωμάτων." Τοῦ τὰ μὲν κάτω φέρεσθαι τῶν σωμάτων τὰ δὲ ἄνω, τὰ δὲ μεταξὺ ἑκάτερον εἰς τὴν ἰδίαν χώραν καὶ εἰς τὴν τῶν ὑποκειμένων ὑποσπωμένων ἐκείνων,1 αἰτίαν τὴν ἑκάστου τῶν τεσσάρων ὕλην εἰπών,2 ἥτις καὶ τῆς κατὰ τὴν οὐσίαν διαφορᾶς καὶ τῆς ἐπὶ τὸν οἰκεῖον τόπον ὡς ἐπὶ οἰκεῖον εἶδος φορᾶς ἐστιν αἰτία, ἐπειδή τινες ἦσαν τὰ σχήματα τῆς κατὰ φύσιν κινήσεως αἰτιώμενοι, ὥσπερ οἱ πυραμίδι καὶ οἱ σφαίρᾳ τὸ πῦρ διὰ τὸ εὐκίνητον σχηματίζοντες, λέγει, ὅτι ἁπλῶς μὲν τὸ σχῆμα κινήσεως οὐκ ἔστιν αἴτιον, οὐδὲ φέρεταί τι διὰ τὸ τοιόνδε σχῆμα ἄνω ἢ κάτω, ἀλλὰ τῶν πεφυκότων φέρεσθαι ταχυτέραν τὴν κίνησιν τὴν ἐπὶ τὸν οἰκεῖον τόπον τὸ τοιόνδε σχῆμα ποιεῖ· δι’ ἃς δὲ αἰτίας τὰ σχήματα συνεργεῖ πρὸς τὰς κινήσεις, οὐ χαλεπόν, φησίν, ἰδεῖν. τέως δὲ τὰ ἀπορούμενα καὶ ζητούμενα περὶ τῆς διὰ τὰ σχήματα διαφορᾶς τῶν κινήσεων καὶ δοκοῦντα συνηγορεῖν τοῖς τὰ σχήματα τῶν κινήσεων αἰτιωμένοις ἐκθέμενος ἔπειτα λύων ταῦτα δείξει, ὅτι συνεργὸν μὲν τὸ σχῆμα πρὸς τὰς οἰκείας κινήσεις ἐστίν, οὐ μέντοι αἴτιον. ἀπορεῖται δέ, διὰ τί ἐν τῇ αὐτῇ ὕλῃ, οἷον σιδήρῳ καὶ μολίβδῳ, τὰ μὲν πλατέα κατὰ τὸ σχῆμα, κἂν βαρύτερα ᾖ, ἐπιπλεῖ ἐπὶ τοῦ ὕδατος, τὰ δὲ στρογγύλα καὶ μακρά, κἂν ἐλάττονα ᾖ καὶ ἧττον βαρέα, οἷον βελόνη, κάτω φέρεται· δεύτερον δέ, διὰ τί ἐνίων καίτοι βαρύτητα ἐχόντων σωμάτων τὰ μόρια ἐπιπλεῖ τῷ ὕδατι, ὡς τὰ τοῦ χρυσοῦ ψήγματα καὶ τὰ τοῦ κονιορτοῦ ἐν τῷ ἀέρι· δόξει γὰρ πάλιν διὰ τὸ μέγεθος ὁ χρυσὸς βάρος ἔχειν, ἀλλ’ οὐ τῇ αὑτοῦ φύσει, εἴ γε εἰς μὴ ἔχοντα βάρος διαιρεῖται. ἐκθέμενος δὴ τὰς ἀπορίας τὴν Δημοκρίτου λύσιν παράγει πρῶτον, πρὸς ἣν ἐνστῆναι μὲν καλῶς φησι τὸν Δημόκριτον, λύειν δὲ τὴν ἔνστασιν μαλακῶς. ἔλυσε δὲ τὴν ἀπορίαν τέως ὁ Δημόκριτος λέγων τὰ ἐκ τοῦ ὕδατος ἀναφερόμενα θερμά·3 εἶναι γὰρ πάντων σπέρματα ἐν πᾶσι, διὸ καὶ γίνεσθαι πάντα ἐκ πάντων· ταῦτα δὴ τοῖς πλατέσιν ἀντικρούοντα πολλὰ ὄντα ἐκ πλείονος τοῦ ὑπὸ τὰ πλατέα ὕδατος ἀνακωχεύειν αὐτά, τουτέστιν ἀνοχεῖν, τὰ δὲ στενὰ ὀλίγων ὄντων τῶν ὑπαντώντων αὐτοῖς θερμῶν διολισθαίνειν αὐτῶν τὴν ἀντέρεισιν. οὕτω λύσας ὁ Δημόκριτος τὴν ἐξ ἀρχῆς ἀπορίαν ἐνέστη μὲν καλῶς ἑαυτῷ λέγων, ὡς, εἰ τοῦτο τὸ αἴτιον ἦν τοῦ τὰ πλατέα ἐποχεῖσθαι τοῖς ὕδασιν, ἔδει μᾶλλον ἐν τῷ ἀέρι τοῦτο ποιεῖν· πλείονα γὰρ ἐν τῷ ἀέρι τὰ θερμὰ ἢ ἐν τῷ ὕδατι. οὕτως ἐνστὰς ὁ Δημόκριτος καλῶς τὴν λύσιν ἀσθενῶς καὶ ἀτόνως ἐπήγαγε· διὰ τοῦτο γάρ φησιν ἐν τῷ ἀέρι μὴ ἀνέχεσθαι τὰ πλατέα ὑπὸ τῶν ἀναδιδομένων θερμῶν, ὅτι μὴ πεπύκνωται ταῦτα ἐν τῷ ἀέρι λεπτῷ τε ὄντι καὶ κεχυμένῳ, ὥσπερ ἐν τῷ ὕδατι· διεσπαρμένων οὖν αὐτῶν οὐκ εἰς ἓν ὁρμᾷ ἡ κίνησις αὐτῶν, ὥστε ἀνέχειν τὸ ὑπερκείμενον, κἂν πλατὺ ᾖ, ἐν δὲ τῷ ὕδατι παχυτέρῳ τε καὶ στερροτέρῳ ὄντι συγκροτεῖται καὶ πυκνοῦται μᾶλλον τὰ ἀναφερόμενα θερμά· λέγοι δὲ ἂν ἴσως καὶ τὸ εὐκίνητον τοῦ ἀέρος αἴτιον τοῦ σκεδασμοῦ. ταύτην τὴν λύσιν καὶ πιθανῶς ἀποδοθεῖσαν μαλακὴν ὁ Ἀριστοτέλης εἶπεν ὡς οὐκ εὐτονοῦσαν τὰς ἐναργεῖς αἰτίας ἀπολογήσασθαι, ὅπερ αὐτὸς ποιήσει.

「形状は運ばれることの原因ではない……上方へ運ばれる物体たちの運動を、に至るまで」諸物体のうち或るものが下方へ、或るものが上方へ、中間のものが各々固有の領域へと、またそれらの下に横たわるものが引き抜かれたときにはそれらの領域へと運ばれることの原因は、四つの[元素]の各々の質料――それは本質に応じた差異の原因でもあり、固有の形相へと向かうかのように固有の場所へと向かう場所移動の原因でもある――であると語ったのち、自然に従う運動の原因を形状に帰する者たち――あたかも動きやすさのゆえに火を角錐によって形づくる者たちや球によって形づくる者たちのように――がいたので、[アリストテレスは]、端的に言えば形状は運動の原因ではなく、どのような形状であるかによって何かが上方や下方へ運ばれるのでもないが、固有の場所へ運ばれる性質をもつものたちの運動をそのような形状がより速くするのだ、と述べる。形状がいかなる原因によって運動を促進するのかを見るのは困難ではない、と彼は言う。それまでの間、形状による運動の差異を巡ってアポリアとされ探究されている事柄であり、運動の原因を形状に帰する者たちの弁護をするように思われる事柄を提示したうえで、次いでこれらを解決しながら、形状は固有の運動にとって助因ではあるが原因そのものではないということを、彼は論証するであろう。ところで、同じ質料、例えば鉄や鉛において、形状において平たいものは、より重いとしても水の上に浮かぶのに対し、丸いものや細長いものは、より小さく重さにおいて劣るとしても、針のように下方へ運ばれるのはなぜか、というアポリアが立てられる。第二に、或る物体は重さを有しているにもかかわらず、その諸部分が、金の砂粒のように水の上に、また塵埃のそれのように空気中に浮かぶのはなぜか、ということである。なぜなら、もし金が重さをもたないものへと分割されるのであるならば、金は自身の本性によってではなく、大きさによって再び重さを有するように思われるからである。さて、これらのアポリアを提示したのち、彼はまずデモクリトスの解決を導く。それに対してデモクリトスは自ら見事に反駁を立てたものの、その反駁を軟弱に解決した、と[アリストテレスは]言う。デモクリトスはまず、水から上昇する熱いものたち――なぜなら万物の種子は万物の中にあり、それゆえに万物は万物から生じるのであるが――を原因として語り、これらのものが平たいものに衝突するとき、平たいものの下にある多量の水から生じて多数であるためにそれらを支え止め、すなわち持ち上げるのに対し、狭いものたちについては、それらに出遭う熱いものたちが少数であるために、それらの抵抗を滑り抜けてしまう、と述べてこのアポリアを解決した。このように初めのアポリアを解決したのち、デモクリトスは自らに見事に反駁を立て、もし平たいものが水の上に乗る原因がこれであるならば、むしろ空気中においてこのことが起きるべきであった、なぜなら空気中には水の中よりも多くの熱いものが存在するからだ、と述べた。このように見事に反駁を立てながら、デモクリトスはその解決を薄弱かつ無力に導いた。すなわち、彼が言うには、空気中において平たいものが立ち昇る熱いものたちによって支えられないのは、薄く流動的な空気の中では、水の中のようにそれらが凝縮していないからである。したがって、それらが分散しているために、たとえ平たいものであっても上に置かれたものを支えるほどには、それらの運動は一つへと向かわないが、より濃くより堅固である水の中では、上昇する熱いものたちがより集結し凝縮するからである。またおそらく空気の動きやすさも分散の原因であると[デモクリトスは]言うであろう。もっともらしい仕方で提示されはしたこの解決を、アリストテレスは、自らがこれから行うように明白な諸原因を弁明する力強さを欠いているとして、軟弱であると述べたのである。

構文注3 件
  1. 4.27καὶ εἰς τὴν τῶν ὑποκειμένων ὑποσπωμένων ἐκείνων

    εἰς τὴν の後には直前の χώραν(「領域」)が省略されている。また τῶν ὑποκειμένων... ἐκείνων は、前置詞句 εἰς τὴν [χώραν] にかかる所有の属格であり、同時に分詞 ὑποσπωμένων を伴う独立属格構文(「それらの下に横たわるものが引き抜かれたときに」)の機能をも兼ね備えている。

  2. 4.27Τοῦ τὰ μὲν κάτω φέρεσθαι τῶν σωμάτων... αἰτίαν τὴν ἑκάστου τῶν τεσσάρων ὕλην εἰπών

    文頭の属格の冠詞付き不定詞句 Τοῦ τὰ μὲν κάτω φέρεσθαι... は、分詞 εἰπών の目的語である αἰτίαν(「原因」)にかかる目的格的属格。文全体の主語は後続の主動詞 λέγει の主語(アリストテレス)であり、長い分詞構文 εἰπών と理由の従属節 ἐπειδή... を経て主節 λέγει, ὅτι... へと至る構文の離隔(hyperbaton)が見られる。

  3. 4.27ἔλυσε δὲ τὴν ἀπορίαν τέως ὁ Δημόκριτος λέγων τὰ ἐκ τοῦ ὕδατος ἀναφερόμενα θερμά

    λέγων の直後に続く τὰ... θερμά は、挿入句 εἶναι γὰρ... を挟んだのち、後続の不定詞 ἀνακωχεύειν の対格主語(あるいはそれ自体が αἴτια と補われて対格不定詞構文を先取りするもの)として機能しており、文の構造は ἀνακωχεύειν... διολισθαίνειν にまで及ぶ対格不定詞構文のアナコルソン(文のねじれ)を形成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:729.16-730.27