← キリキアのシンプリキオス

アリストテレス『天界について』注解

§716.15-717.20

二つの場所への傾きとティマイオスの重さ論

シンプリキオスは、重いものと軽いものが向かう最外端とは宇宙全体ではなく月下界の最外端であることを確認し、場所が二つであるゆえに傾きと運動も二つであると論述する。さらに、各元素が本来の場所に向かって重さをもつとするプラトン『ティマイオス』の説とその秤の比喩を引用・検討し、プラトンの見解とアリストテレスの議論との異同を整理している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.19#2

οὐ γὰρ δὴ πρὸς τὸ κάτω οἰσθήσεται· οὐκέτι γὰρ ἂν ἐναντίον εἴη οὐδὲ διάφορον τὸ ἐπιπολάζειν τοῦ ὑφίστασθαι· τὰ γὰρ κατὰ τὴν ῥοπὴν ἐναντία ἐπὶ ἐναντίους φέρεσθαι τόπους ἀνάγκη. Ἀσφαλῶς δὲ πρὸς τὸ ἔσχατον τῆς χώρας εἶπεν, ἐν ᾗ ποιοῦνται τὴν κίνησιν· οὐ γὰρ πρὸς τὸ τοῦ παντὸς ἔσχατον φέρεται τὸ κοῦφον· ταύτην γὰρ ἡ ἀπλανὴς ἔχει τὴν χώραν· ἀλλὰ τὸ ἔσχατον τοῦ ὑπὸ σελήνην,1 ἐν ᾧ κινεῖται τὰ βαρέα καὶ κοῦφα καὶ ὅλως τὰ ἐπ’ εὐθείας κινούμενα σώματα. τῷ δὲ ὑφίστασθαι τὸ ἀεὶ προσέθηκε δηλῶν τὸ ἁπλῶς βαρύ· τοῦτο γάρ ἐστι τὸ ἀεί τε καὶ πᾶσιν ὑφιστάμενον. δείξας δὲ δύο τοὺς τόπους ὡρισμένους τε καὶ ἀντικειμένους ἀλλήλοις τό τε μέσον καὶ τὸ ἔσχατον εἰκότως ἐπήγαγεν· διὸ καὶ εὐλόγως τὸ βαρὺ καὶ κοῦφον δύο ἐστί· καὶ γὰρ οἱ τόποι δύο τὸ μέσον καὶ τὸ ἔσχατον. εἰ γὰρ δύο οἱ τόποι καὶ ἀντικείμενοι, ἐφ’ οὓς αἱ κινήσεις, καὶ αἱ κατὰ τὰς κινήσεις ῥοπαὶ αἱ ἐπὶ τούσδε τοὺς τόπους δύο ἂν εἶεν καὶ οὐ μία, ὡς ὁ Πλάτων ἐν τῷ Τιμαίῳ δοκεῖ λέγειν βάρος εἶναι τὴν ἐπὶ τὸν οἰκεῖον τόπον φορὰν ἑκάστου τῶν στοιχείων βουλόμενος. καὶ γάρ, ὥσπερ δύο ὄντων τῶν ἁπλῶν διαστημάτων τοῦ τε κύκλου καὶ τῆς εὐθείας δύο καὶ αἱ ἁπλαῖ κινήσεις γεγόνασιν, ἥ τε ἐπ’ εὐθείας καὶ ἡ κύκλῳ, οὕτω καὶ δύο ὄντων τόπων τοῦ τε μέσου καὶ τοῦ ἐσχάτου δύο καὶ αἱ ῥοπαί εἰσι καὶ τὰ κατ’ αὐτὰς κινούμενα σώματα τό τε βαρὺ καὶ τὸ κοῦφον. εἴρηται δέ, ὅτι ὁ Πλάτων τὸ βάρος ταὐτὸν σημαίνειν τῇ ῥοπῇ λογισάμενος ὥσπερ ῥοπὴν οὕτω καὶ βάρος ἔχειν πάντα πρὸς τοὺς οἰκείους τόπους λέγει καὶ τοῦτο πεποίηκεν ἐναργὲς διὰ τῆς εἰκόνος ἐκείνης, περὶ ἧς τάδε γέγραφε· κάλλιον γὰρ πάλιν αὐτῶν ἀκούειν τῶν τοῦ Πλάτωνος ῥημάτων ὡς χρυσοῦ ἀργύρῳ τοῖς τοῦ Ἀριστοτέλους ἐλλαμπόντων·2 “εἴ τις ἐν τῷ τοῦ παντὸς τόπῳ, καθ’ ὃν ἡ τοῦ πυρὸς εἴληχε μάλιστα φύσις, οὗ καὶ πλεῖστον ἂν ἠθροισμένον εἴη, πρὸς ὃ φέρεται, ἐπεμβὰς ἐπ’ ἐκεῖνο καὶ δύναμιν εἰς τοῦτο ἔχων μέρη τοῦ πυρὸς ἀφαιρῶν ἱσταίη τιθεὶς εἰς πλάστιγγας αἴρων τὸν ζυγὸν καὶ τὸ πῦρ ἕλκων εἰς ἀνόμοιον ἀέρα βιαζόμενος, δῆλον, ὡς τοὔλαττόν που τοῦ μείζονος ῥᾷον βιᾶται· ῥώμῃ γὰρ μιᾷ δυοῖν ἅμα μετεωριζομένοιν τὸ μὲν ἔλαττον μᾶλλον τὸ δὲ πλέον ἧττον ἀνάγκη που κατατεινόμενον ξυνέπεσθαι τῇ βίᾳ, καὶ τὸ μὲν πολὺ βαρὺ καὶ κάτω φερόμενον κληθῆναι, τὸ δὲ σμικρὸν ἐλαφρὸν καὶ ἄνω.” καὶ οὕτω μὲν φανήσεται τὸ πῦρ βαρύ· εἰ δὲ ἐν γῇ ἑστῶτες γεώδη σώματα ἄνισα θέντες εἰς τὰς πλάστιγγας εἵλκομεν τὸν ζυγὸν εἰς ἀνόμοιον ἀέρα βιαζόμενοι, τὸ σμικρότερον ῥᾷον τοῦ μείζονος συνέπεται· κοῦφον οὖν αὐτὸ προσειρήκαμεν καὶ τὸν τόπον, εἰς ὃν βιαζόμεθα, ἄνω, καὶ ἔσται κατὰ τοῦτο κοῦφον ἡ γῆ. ὅτι μέντοι, κἂν τὸ ἄνω καὶ τὸ κάτω μὴ προσίηται ὁ Πλάτων ἐν τῷ παντὶ σφαιρικῷ ὄντι μηδὲ τὸν τοῦ κούφου καὶ βαρέος διορισμὸν ὡς τῶν αὐτῶν κούφων καὶ βαρέων εὑρισκομένων, οἶδεν ὅμως διαφορὰν τῆς ἐπὶ τὸ μέσον καὶ τὸ πέριξ κινήσεως, σαφῶς, οἶμαι, δεδήλωκεν εἰπών·3 “ταῦτα οὖν δὴ διαφόρως ἔχειν αὐτὰ πρὸς αὑτὰ ἀνάγκη διὰ τὸ τὰ πλήθη τῶν γενῶν τόπον ἐναντίον ἀλλήλοις κατέχειν.”

というのも、浮くものが下へと運ばれることは決してないからである。さもなければ、浮くことが沈降することと反対でも異なりもすることではなくなってしまうであろう。なぜなら、傾きにおいて反対であるものは反対の場所へと運ばれることが必然だからである。そしてアリストテレスが、それらが運動を行う「その領域の最外端へと」と言ったのは周到であった。なぜなら軽いものは宇宙の最外端へと運ばれるのではないからである。というのも、この領域は恒星天が占めているからである。むしろ、重いものや軽いもの、総じて直線に沿って運動する物体がその中で運動する、月下の[領域]の最外端[へと運ばれる]のである。そして「沈降する」に「常に」を付け加えたのは、無条件に重いものを指し示しているからである。なぜなら、常にそしてすべてのものの下に沈降するものがこれだからである。そして、中心と最外端という互いに対立し規定された二つの場所を示したのち、彼が「それゆえにまた、重いものと軽いものが二つであることはもっともである。なぜなら場所もまた二つ、すなわち中心と最外端であるからだ」と付け加えたのは至当である。なぜなら、運動が向かう二つの対立した場所が存在するならば、これらの場所へ向かう諸運動に応じた傾きもまた、プラトンが『ティマイオス』において各元素の本来の場所への移動が重さであると主張しようとして述べていると思われるように一つではなく、二つであろうからである。というのも、円と直線という二つの単純な広がりが存在することによって、直線に沿う[運動]と円を描く[運動]という二つの単純な運動が生じたのと同様に、中心と最外端という二つの場所が存在することによって、二つの傾きと、それらに従って運動する物体、すなわち重いものと軽いものが存在するからである。そして、プラトンは重さが傾きと同じことを意味すると判断して、傾きをもつようにすべてのものは本来の場所に向かって重さをもつと述べており、このことを、それについて彼が次のように記しているかの比喩によって明瞭にしたと語られた。というのも、プラトンの言葉そのものは、アリストテレスの[言葉という]銀に黄金が輝きを添えるかのように、ふたたび聞くのがより良いからである。「もし誰かが宇宙の場所のうちで、火の自然本性が最も多く割り当てられており、火がそれへと運ばれるところのものが最も多く集められているであろう場所に踏み入り、これを行う能力をもちながら、火の部分を切り離して秤の皿に置き、天秤を持ち上げて火を似ていない空気へと引っ張って無理に動かそうと量るならば、より少ないもののほうがより多いものよりもおそらく容易に無理に動かされることは明らかである。なぜなら、二つのものが同時に持ち上げられるとき、一つの力によって、引っ張られながら無理な動きに従うのは、より少ないもののほうがより多く、より多いもののほうがより少なくあることがおそらく必然であり、多いほうは重くて下へ運ばれると呼ばれ、小さいほうは軽くて上へ[運ばれる]と呼ばれるからである。」そしてこのようにして火は重いものとして現れるであろう。他方で、もし私たちが大地に立ち、不均等な土の物体を秤の皿に置いて、似ていない空気へと無理に動かしながら天秤を引っ張るならば、より小さなもののほうがより大きなものよりも容易に従う。それゆえ私たちはそれを軽いと呼び、私たちが無理に動かすその場所を上と呼んだのであり、この点に従えば土は軽いものとなるであろう。とはいえ、たとえプラトンが、宇宙が球形であることにおいて上と下を受け入れず、また同一のものが軽いものとしても重いものとしても見出されるとして軽いものと重いものの規定を受け入れないとしても、彼が中心への運動と周辺への運動の相違を知っているということは、「したがって、諸類の塊が互いに反対の場所を占めていることによって、これらがそれら自身に対して異なったあり方をしていることは必然である」と言ったことによって明白に示していると私は思う。

構文注3 件
  1. 4.19ἀλλὰ τὸ ἔσχατον τοῦ ὑπὸ σελήνην

    先行する οὐ γὰρ πρὸς τὸ τοῦ παντὸς ἔσχατον φέρεται τὸ κοῦφον を受け、ἀλλὰ [πρὸς] τὸ ἔσχατον τοῦ ὑπὸ σελήνην [φέρεται] と前置詞および動詞が省略されている。また τοῦ ὑπὸ σελήνην は 中性属格句で「月下の[領域]」を表す。

  2. 4.19ὡς χρυσοῦ ἀργύρῳ τοῖς τοῦ Ἀριστοτέλους ἐλλαμπόντων

    分詞 ἐλλαμπόντων(属格中性複数)は、ἀκούειν の目的語である前出の τῶν τοῦ Πλάτωνος ῥημάτων に一致する。χρυσοῦ は ὡς に導かれる比喩的主語で、全体として「プラトンの言葉がアリストテレスの言葉(与格 τοῖς τοῦ Ἀριστοτέλους [ῥήμασι]=銀 ἀργύρῳ)に対して金のように輝きを放ちながら」という比較の構造をなす。

  3. 4.19ὅτι μέντοι, κἂν τὸ ἄνω καὶ τὸ κάτω μὴ προσίηται ὁ Πλάτων ἐν τῷ παντὶ σφαιρικῷ ὄντι μηδὲ τὸν τοῦ κούφου καὶ βαρέος διορισμὸν ὡς τῶν αὐτῶν κούφων καὶ βαρέων εὑρισκομένων, οἶδεν ὅμως διαφορὰν τῆς ἐπὶ τὸ μέσον καὶ τὸ πέριξ κινήσεως, σαφῶς, οἶμαι, δεδήλωκεν εἰπών

    文全体の主節は σαφῶς, οἶμαι, δεδήλωκεν εἰπών... である。文頭の ὅτι は δεδήλωκεν の目的語となる名詞節を導く接続詞で、長大な譲歩条件文(κἂν ... μὴ προσίηται ... μηδέ ...)とそれに続く帰結(οἶδεν ὅμως...)を文頭に先行・強調(prolepsis 的語順倒置)させている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:716.15-717.20