← キリキアのシンプリキオス

アリストテレス『天界について』注解

§68.26-70.16

重さと軽さをめぐるプラトンとアリストテレスの語法の調停

シンプリキオスは『ティマイオス』を引きつつ、重さと軽さや上下の概念をめぐるプラトンとアリストテレスの相違は実質的なものではなく名称の慣用をめぐるものにすぎないと論じ、ピロポノスによるテミスティオスの引用が無効であることを論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.21#4

ταῦτά ἐστι τὰ τοῦ Πλάτωνος ῥήματα πρὸ ὀλίγων εἰπόντος, ὅτι “τοῦ παντὸς οὐρανοῦ σφαιροειδοῦς ὄντος, ὅσα μὲν ἀφεστῶτα ἴσον τοῦ μέσου γέγονεν ἔσχατα, ὁμοίως αὐτὰ χρὴ ἔσχατα πεφυκέναι, τὸ δὲ μέσον τὰ αὐτὰ μέτρα τῶν ἐσχάτων ἀφεστηκὸς ἐν τῷ καταντικρὺ νομίζειν δεῖ πάντων εἶναι. τοῦ δὴ κόσμου ταύτῃ πεφυκότος, τί τῶν εἰρημένων ἄνω τις ἢ κάτω τιθέμενος οὐκ ἐν δίκῃ δόξει τὸ μηδὲν προσῆκον ὄνομα λέγειν; ὁ μὲν γὰρ μέσος ἐν αὐτῷ τόπος οὔτε κάτω πεφυκὼς οὔτε ἄνω λέγεσθαι δίκαιος, ἀλλ’ αὐτὸ ἐν μέσῳ· ὁ δὲ πέριξ οὔτε δὴ μέσος οὔτ’ ἔχων διάφορον ἑαυτοῦ μέρος ἕτερον θατέρου μᾶλλον πρὸς τὸ μέσον ἤ τι τῶν καταντικρύ. τοῦ δὲ ὁμοίως πάντη πεφυκότος ποῖά τις ἐπιφέρων ὀνόματα αὐτῷ ἐναντία καὶ πῇ καλῶς ἂν ἡγοῖτο λέγειν;” οὕτως ὁ Πλάτων τὸ ἄνω καὶ κάτω μὴ κυρίως ἐπὶ τοῦ παντὸς λέγεσθαι νομίζων διὰ τοῦτο καὶ τὸ κοῦφον ἐπ’ αὐτοῦ καὶ τὸ βαρὺ παρῃτήσατο. καὶ ὁ Θεμίστιος, καίτοι γε ἐν τοῖς πλείστοις τὸν Περίπατον προισχόμενος, ἐν τούτῳ τοῖς Πλάτωνος ἀρέσκεσθαι δοκεῖ μᾶλλον. ἐχρῆν δέ, οἶμαι, καὶ πρὸς τὸν σκοπὸν καὶ πρὸς τὰ ῥήματα ἀποβλέποντα ἐννοεῖν,1 ὡς οὐ περὶ πραγμάτων, ἀλλὰ περὶ ὀνομάτων ἐστὶν ἐν τούτοις ἡ τῶν φιλοσόφων διαφορά, τοῦ μὲν Πλάτωνος διὰ τὸ ἀκριβὲς ἀπορραπίσαντος τὴν τῶν ὀνομάτων συνήθειαν, τοῦ δὲ Ἀριστοτέλους τῇ συνηθείᾳ χρωμένου τῶν ὀνομάτων, ὡς μηδὲν παρὰ τοῦτο βλαπτομένης τῆς ἀληθείας. καὶ γὰρ ὁ μὲν Πλάτων τὴν φύσιν τοῦ βαρέος καὶ κούφου διαρθρῶσαι προέθετο, ὁ δὲ Ἀριστοτέλης οὐ τοῦτον εἶχε νῦν τὸν σκοπόν, ἀλλ’ ὅτι τῶν ὑπὸ σελήνην στοιχείων τὰ μὲν ἐπὶ τὸ μέσον φέρεται, τὰ δὲ ἀπὸ τοῦ μέσου, ὁ δὲ οὐρανὸς καὶ καθ’ ὅλον ἑαυτὸν καὶ κατὰ μέρη τῆς τοιαύτης ὑπερανέχει ῥοπῆς. ἐπεὶ δὲ τὸ μέσον κάτω καὶ τὸ ἔσχατον ἄνω σύνηθες ἦν καλεῖν καὶ βαρὺ τὸ κάτω ῥέπον καὶ κοῦφον τὸ ἄνω, διὰ τοῦτο τὴν ἐπὶ τὸ μέσον ῥοπὴν καὶ τὴν ἀπὸ τοῦ μέσου βαρύτητα κατὰ τὸ σύνηθες ὡρίσατο καὶ κουφότητα. ὅτι γὰρ τὴν ῥοπὴν ταύτην καὶ ὁ Πλάτων οἶδεν, ἐδήλωσεν εἰπών “ὡς ἡ μὲν πρὸς τὸ ξυγγενὲς ὁδὸς ἑκάστοις οὖσα βαρὺ μὲν τὸ τοιοῦτον ποιεῖ, τὸν δὲ τόπον, εἰς ὃν φέρεται τὸ τοιοῦτον, κάτω”. ὅτι δὲ ὁ Ἀριστοτέλης τῇ κρατούσῃ συνηθείᾳ συγχωρῶν ἐχρήσατο τοῖς ὀνόμασι, δηλοῖ μὲν καὶ ἐνταῦθα λέγων “βαρὺ μὲν οὖν ἔστω”, ἀλλ’ οὐχὶ ‘ἐστίν’. εἰ οὖν μὴ αὐτὸς θέμενος τὸ ὄνομα τὸ ‘ἔστω’ εἶπεν, δῆλον, ὅτι συγχωρῶν τοῖς θεμένοις εἶπεν. ἐν δὲ τῷ τετάρτῳ βιβλίῳ πρῶτον διορίσαι περὶ αὐτῶν φησι δεῖν καὶ θέσθαι καθὰ δὴ πᾶσιν φαίνεται καὶ συγχωρεῖται, βαρὺ μὲν εἶναι ἁπλῶς τὸ πᾶσιν ὑφιστάμενον, κοῦφον δὲ ἔμπαλιν τὸ πᾶσιν ἐπιπολάζον. πῶς δὲ ἂν ἦν τούτου σαφέστερον δηλοῦν τὸ κατὰ τὴν συνήθειαν χρήσασθαι τοῖς ὀνόμασιν; πλὴν καὶ οὕτως ὀλίγον ἀπὸ τῆς συνηθείας ἀποκεχώρηκε πρὸς τὸν Πλάτωνα τὸ βαρὺ καὶ κοῦφον εὐθὺς ὁρισάμενος οὐκ ἐπὶ τὸ κάτω καὶ ἄνω ῥέπον, ἀλλ’ ἐπὶ τὸ μέσον καὶ ἀπὸ τοῦ μέσου. ἀλλὰ καὶ ὁ Θεμίστιος, ὃν οὗτος εἰς μαρτυρίαν παρήγαγεν, κἂν ἀθετῇ τὸ βαρὺ καὶ κοῦφον καὶ μάλιστα ἐπὶ τῶν ἐν τοῖς οἰκείοις ὄντων τόποις, ἀλλὰ τήν γε ῥοπὴν ὑπάρχειν φησὶ τοῖς στοιχείοις ἐν ἀλλοτρίοις τόποις οὖσι λέγων “εὐλογώτερον δὲ ἂν ἦν καὶ σύμφωνον τοῖς περὶ αὐτὰ φαινομένοις τὸ ἐν τοῖς ἀλλοτρίοις τόποις μᾶλλον τὰς ῥοπὰς ἀποδιδόναι τοῖς στοιχείοις”. ὅπερ δηλονότι καὶ οὗτος ὁμολογεῖ τῷ οὐρανῷ μὴ ὑπάρχειν. τί οὖν τούτῳ συνετέλεσε πρὸς τὸν οἰκεῖον σκοπὸν ἡ διωλύγιος τῶν Θεμιστίου παράθεσις ἀνδρὸς συμφώνως τῷ Ἀριστοτέλει τὸν οὐρανὸν καὶ καθ’ ὅλον καὶ κατὰ μέρη πάσης ῥοπῆς ἐξῃρῆσθαι νομίζοντος; οὐ γάρ, εἰ μὴ ἔχουσι ῥοπὴν αἱ τῶν στοιχείων ὁλότητες, εἴπερ μὴ ἔχουσιν, ἤδη διὰ τοῦτο ὁμοφυὴς αὐτοῖς ὁ οὐρανός ἐστιν, ὅς γε οὐ μόνον καθ’ ὅλον ἀλλὰ καὶ κατὰ τὰ μόριά ἐστιν ἀρρεπής, ὁπότε, κἂν ὁμοφυὴς ταῖς τῶν στοιχείων ὁλότησιν ὁ οὐρανὸς ἐδείχθη, οὐκ ἤδη διὰ τοῦτο φθαρτὸς ἦν ὁ οὐρανός,2 ὡς οὗτος ἐπιθυμεῖ, κατὰ τὴν ὁλότητα, ἀλλ’, εἴπερ ἄρα, τοῖς μέρεσιν, ὥσπερ τὰ στοιχεῖα.

これらはプラトンの言葉であり、彼はその少し前に次のように述べていた。「全天が球形である以上、中心から等しく離れて末端となったすべてのものは、同様に末端としての自然本性をもつはずであり、末端から等しい測度だけ離れている中心は、すべてのものの向かい側にあると考えねばならない。世界がまさにこのように自然本性をもっているのに、述べられた諸領域のいずれかを上あるいは下と置いて、正当にも、いささかも相応しくない名を口にしていると思われない者が誰かいようか。なぜなら、その中にある中心の場所は自然本性上、下とも上とも言われるのが正当ではなく、まさに中心にあるのであり、周囲の場所は中心でもなければ、中心あるいは向かい合っているもののいずれかに対して、自分自身の部分の別の一方が他方よりも異なった[距離の]関係をもっているわけでもないからである。あらゆる点において一様に自然本性をもつものに対し、人はどのような反対の名を付して、いかにして立派に語っていると考えうるだろうか」と。このようにプラトンは、上と下が全宇宙に対して厳密な意味では言われないと考えたがゆえに、宇宙に関して軽いことと重いことも斥けたのである。そしてテミスティオスも、大抵の点では逍遙学派を掲げているにもかかわらず、この点においてはプラトンの説の方を好んでいるように見える。しかし思うに、[彼の]意図と語辞の双方に着目して、これらにおいて哲学者たちの差異は事柄に関してではなく名称に関して存するのであり、プラトンの方は厳密さのゆえに名称の慣用を斥け、アリストテレスの方は、それによって真理が何ら損なわれないとして名称の慣用を用いたのだと認識すべきであった。実際、プラトンは重いものと軽いものの自然本性を明晰に区分することを目指したのに対し、アリストテレスは今やこの意図を持っていたのではなく、月下の諸元素のうちあるものは中心へと運ばれ、あるものは中心から運ばれるのに対し、天はその全体としても部分としてもそのような傾きを超越し離脱しているということ[を示すこと]を目指していたのである。そして、中心を下と呼び、末端を上と呼び、下へと傾くものを重いとし、上へと傾くものを軽いと呼ぶのが慣行であったがゆえに、中心への傾きを重さ、中心からの傾きを軽さと慣行に従って定義したのである。なぜなら、この傾きをプラトン自身も知っていることは、「同族のものへの各々の道は、そのようなものを重いものとなし、そのようなものが運ばれる場所を下となす」と語ったことで明示したからである。そして、アリストテレスが支配的な慣行に歩み寄って諸名称を用いたことは、ここでも「それゆえ重いものと[呼ばれる]としよう」と述べ、「[重いもの]である」とは述べていないことからも示されている。それゆえ、もし自ら名を設定することなく「〜としよう」と語ったのであるなら、設定した者たちに歩み寄って語ったことは明白である。さらに第4巻において彼は、それらについてまず規定し、万人にとって現に現れており合意されている通りに設定すべきであると述べており、無条件に重いものとは万物の下に位置するものであり、反対に軽いものとは万物の上に浮かび出るものであるとしている。慣行に従って諸名称を用いたことを示すのに、これ以上に明瞭なことがありえただろうか。しかしこのようにであっても、彼は重いものと軽いものを、下と上へ傾くものとしてではなく、中心へと中心から傾くものとして直ちに定義することで、慣行から少し離れてプラトンへと接近したのである。だが、この男が証言のために引き合いに出したテミスティオスも、重いことと軽いことを、とりわけ固有の場所にあるものに関して否定するとしても、傾きそのものは外の場所にある諸元素に属すると述べており、「むしろ外の場所において諸元素に傾きを帰する方が、より理に適っており、それらに関して現に観察される現象とも調和するであろう」と語っている。これは明白に、この男自身も天には属さないと認めていることである。それゆえ、アリストテレスと調和して天が全体としても部分としても一切の傾きを免れていると考えている人物であるテミスティオスの長大な引用は、この男自身の目的に対していったい何の役に立ったというのか。なぜなら、仮に諸元素の全体性が傾きをもたないとしても――かりに持たないとして――、全体においてのみならず部分においても傾きのない天が、そのことによって直ちに諸元素と同族になるわけではないからである。もっとも、たとえ天が諸元素の全体性と同族であると示されたとしても、この男が望んでいるように天がその全体性において直ちに可滅であったわけではなく、もしそうであるとしても、諸元素と同様に部分において可滅であったにすぎないのだから。

構文注2 件
  1. 1.21ἐχρῆν δέ, οἶμαι, καὶ πρὸς τὸν σκοπὸν καὶ πρὸς τὰ ῥήματα ἀποβλέποντα ἐννοεῖν

    非人称動詞 ἐχρῆν(〜すべきであった)に導かれる不定詞 ἐννοεῖν に対し、意味上の主語を表す分詞 ἀποβλέποντα が対格男性単数で置かれている。不特定の読者・思索者一般(τινά)を念頭に置いた構文。

  2. 1.21ὁπότε, κἂν ὁμοφυὴς ταῖς τῶν στοιχείων ὁλότησιν ὁ οὐρανὸς ἐδείχθη, οὐκ ἤδη διὰ τοῦτο φθαρτὸς ἦν ὁ οὐρανός

    接続詞 ὁπότε(〜である以上は、〜のとき)が理由・前提を導き、その内部に譲歩の条件節 κἂν (= καὶ ἐάν) + 直説法アオリスト ἐδείχθη、帰結節に 直説法未完了 ἦν が続く反事実的・譲歩的構文。仮に元素の全体と同族であることが証明されていたとしても、直ちに全体として可滅ということにはならなかった、という論理的帰結の否定を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:68.26-70.16