← キリキアのシンプリキオス

アリストテレス『天界について』注解

§678.1-678.34

端的な重さ軽さと相対的な重さ軽さの定義

アリストテレスの『天体論』第4巻第1章(308a7)に基づき、シンプリキオスは「端的な重さ・軽さ」と「比較・関係による重さ・軽さ」の区分を論じ、初期自然学者たちが後者のみを扱ったことを指摘した上で、運動の方向と等しい嵩における落下・上昇速度による厳密な定義を注釈する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.2#1

" Λέγεται δὴ τὸ μὲν ἁπλῶς βαρὺ καὶ κοῦφον ἕως τοῦ κάτω φέρεται θάτερον φύσει θᾶττον." Διαιρεῖ πρῶτον τὸ βαρὺ καὶ κοῦφον εἴς τε τὰ ἁπλῶς λεγόμενα τοιαῦτα καὶ εἰς τὰ πρὸς ἕτερον, ἅπερ κατὰ σύγκρισιν λέγεται, ὡς ὅταν ἀμφοῖν ἐχόντων βάρος καὶ τοῦ χαλκοῦ καὶ τοῦ ξύλου τὸ μὲν βαρύτερον λέγωμεν τὸν χαλκὸν τὸ δὲ κουφότερον τὸ ξύλον, πρὸς σύγκρισιν αὐτὸ τοῦ βαρυτέρου κουφότερον λέγοντες καίτοι καθ’ αὑτὸ βάρος ἔχον. διελὼν δὲ οὕτω περὶ μὲν τῶν ἁπλῶς βαρέων καὶ κούφων οὐδὲν εἰρῆσθαι παρὰ τῶν προτέρων φησίν, ἀλλὰ περὶ μόνων τῶν πρὸς ἕτερον. οὐ γάρ, τί ἔστι τὸ βαρὺ καὶ τί τὸ κοῦφον, λέγουσιν· οὕτω γὰρ ἂν τὸ ἁπλῶς ἀπεδίδοσαν· ἀλλὰ τί τὸ βαρύτερον καὶ κουφότερον, ἀμφότερα ἐν τοῖς βάρος ἔχουσι θεωροῦντες. καὶ τοῦτο ἑαυτοῖς ἀκολούθως, ἐπειδὴ πᾶν σῶμα βάρος ἔχειν ἐνόμιζον, ἄλλο δὲ ἄλλου βαρύτερον ὡς μᾶλλον ὑφιζάνον, καὶ τό γε ἧττον βαρὺ καὶ κουφότερον ἐκάλουν ἀραιότερον ὑπάρχον καὶ ἐπιπολάζον καὶ τὸ μάλιστα ἀραιὸν, κοῦφον. βουλόμενος δὲ δεῖξαι, καὶ ὅτι ἄλλα μὲν τὰ ἁπλῶς βαρέα καὶ κοῦφα, ἄλλα δὲ τὰ κατὰ σύγκρισιν, καὶ τίνα ἑκάτερα, καὶ ὅτι περὶ μὲν τῶν ἁπλῶς οὐδὲν εἰρήκασιν οἱ πρότεροι περὶ μόνων δὲ τῶν πρὸς ἕτερον, ἐκ τῆς ἐναργείας λαμβάνει, ὅτι τὰ μὲν τῶν σωμάτων ἀεὶ πέφυκεν ἀπὸ τοῦ μέσου φέρεσθαι τὰ δὲ ἀεὶ πρὸς τὸ μέσον.1 καὶ τοῦτο μὲν ἐναργὲς καὶ κοινὸν ὁμολόγημα, τὰ δὲ ἐφεξῆς λοιπὸν ὡς αὑτῷ δοκοῦντα νῦν μὲν ἀποφαίνεται, ὕστερον δὲ ἀποδεικνύναι πειράσεται. τούτων γάρ, φησί, τῶν εἰρημένων τὰ μὲν ἀπὸ τοῦ μέσου φερόμενα ἄνω λέγομεν ἡμεῖς φέρεσθαι, κάτω δὲ τὰ πρὸς τὸ μέσον, καὶ ἁπλῶς μὲν κοῦφον λέγομεν τὸ ἄνω φερόμενον καὶ πρὸς τὸ ἔσχατον βαρὺ δὲ ἁπλῶς τὸ ἁπλῶς κάτω καὶ πρὸς τὸ μέσον. πρὸς ἄλλο δέ, φησί, κοῦφον, ὃ καὶ κουφότερον καλεῖται, τοῦτό ἐστιν, ὃ δυοῖν ἐχόντων βάρος ἢ μᾶλλον κουφότητα καὶ τῶν ὄγκων ἴσων ὄντων τὸ ἕτερον θᾶττον τοῦ ἑτέρου ἄνω φέρεται κατὰ φύσιν,2 βαρύτερον δέ, ὅταν βάρος ἀμφοῖν ἐχόντων καὶ ὄγκον ἴσον τὸ ἕτερον θᾶττον φέρηται 〈κάτω〉 κατὰ φύσιν. αὐτὸς δὲ τὸ κουφότερον ὡς πρὸς τὸ βαρύτερον λεγόμενον ἀποδέδωκεν ὡς τὸ μεῖζον πρὸς τὸ ἔλαττον. εἰκότως δὲ προσέθηκε τὸ καὶ τὸν ὄγκον ἴσον· εἰ γὰρ ἀνίσους ὄγκους ἔχει, δύναται τὸ βαρύτερόν τινος τῇ αὑτοῦ φύσει μὴ θᾶττον ἀλλὰ βραδύτερον καταφέρεσθαι διὰ τὸ ἔλαττον εἶναι, καὶ οὕτως οὐδὲ τὸ τῇ αὑτοῦ φύσει κουφότερον ἔτι κουφότερον ἔσται.

「さて、端的に重いものと軽いものと言われるのは」から「他方が自然により速く下へと運ばれる」まで。  彼はまず重いものと軽いものを、端的にそのように言われるものと、比較によって言われる関係的なもの(他に対するもの)とに区分している。それは、青銅と木の両方が重さを持つときに、我々が青銅をより重いもの、木をより軽いものと呼び、木それ自体としては重さを持っているにもかかわらず、より重いものとの比較においてそれをより軽いものと呼ぶような場合である。このように区分した上で、端的に重いもの・軽いものについては以前の者たちによって何も語られておらず、ただ関係的なものについてのみ語られていると彼は言う。というのも、彼らは重いものとは何であり軽いものとは何であるかを語っていないからである(そう語っていたなら端的なものを提示したことであろう)。むしろ彼らは、両方を重さを持つものの中に考察しながら、より重いものとより軽いものが何であるかを語っているのである。そしてこれは彼ら自身にとって首尾一貫している。なぜなら彼らはあらゆる物体が重さを持つと考え、一方が他方よりも深く沈み込む限りにおいてより重く、そして少なくとも[より重いものよりも]重さの少ないものを、より粗で浮き上がるものであるから、より軽いものとも呼び、最も粗なものを軽いものと呼んだからである。  他方、端的に重いもの・軽いものと比較によるものとは別のものであること、それら各々がいかなるものであるか、そして以前の者たちが端的なものについては何も語らず関係的なものについてのみ語ったということを示そうと欲して、彼は、諸物体のうちあるものは常に中心から離れる方向へ、あるものは常に中心へ運ばれる自然本性を持つという明瞭な事実を出発点とする。そしてこのことは明瞭であり共通の合意事項であるが、続く事柄について以後は自らの見解として今は表明し、後で論証を試みることになる。彼が言うには、これら上述のもののうち中心から運ばれるものを我々は上へ運ばれると言い、中心へ向かうものを下へ[運ばれる]と言い、上へ、すなわち極限へと運ばれるものを端的に軽いもの、端的に下へ、すなわち中心へと運ばれるものを端的に重いものと我々は呼ぶのである。他方、関係的に軽いもの、すなわち「より軽いもの」とも呼ばれるものは、次のようなものであると彼は言う。すなわち、二つのものが重さ(あるいはむしろ軽さ)を持ち、嵩が等しいときに、一方が他方よりも自然により速く上へと運ばれるようなものである。そしてより重いものとは、両方が重さと等しい嵩を持つときに、一方が自然により速く〈下へと〉運ばれるような場合である。そして彼自身は、より大きいものがより小さいものに対して言われるのと同様に、より軽いものをより重いものに対して言われるものとして提示した。そして「嵩も等しいときに」と付け加えたのはもっともである。もし嵩が不等であるならば、自然本性としてあるものよりも重いものが、より小さいことによって、より速くではなくより遅く下へと運ばれることがありえ、そうなると自然本性としてより軽いものももはやより軽いものではなくなるからである。

構文注2 件
  1. 4.2βουλόμενος δὲ δεῖξαι, καὶ ὅτι ἄλλα μὲν τὰ ἁπλῶς βαρέα καὶ κοῦφα, ἄλλα δὲ τὰ κατὰ σύγκρισιν, καὶ τίνα ἑκάτερα, καὶ ὅτι περὶ μὲν τῶν ἁπλῶς οὐδὲν εἰρήκασιν οἱ πρότεροι περὶ μόνων δὲ τῶν πρὸς ἕτερον, ἐκ τῆς ἐναργείας λαμβάνει, ὅτι τὰ μὲν τῶν σωμάτων ἀεὶ πέφυκεν ἀπὸ τοῦ μέσου φέρεσθαι τὰ δὲ ἀεὶ πρὸς τὸ μέσον.

    文の骨格は分詞句 βουλόμενος δὲ δεῖξαι が主動詞 λαμβάνει(目的語節として ὅτι τὰ μὲν... を伴う)に係る構造である。 δεῖξαι の目的語として3つの節・句(καὶ ὅτι... ἄλλα δὲ..., καὶ τίνα..., καὶ ὅτι...)が並列され、その後に主節の動詞と目的語節が続く長大な構造となっている。

  2. 4.2ὃ δυοῖν ἐχόντων βάρος ἢ μᾶλλον κουφότητα καὶ τῶν ὄγκων ἴσων ὄντων τὸ ἕτερον θᾶττον τοῦ ἑτέρου ἄνω φέρεται κατὰ φύσιν

    関係代名詞 ὃ(「…であるところのもの」)の節内で、2つの属格独立構文(δυοῖν ἐχόντων... と καὶ τῶν ὄγκων ἴσων ὄντων)が条件・状況として前置され、節の主語として τὸ ἕτερον(「一方が」)が立てられている。ὃ は関係節全体を包括的に導くか、または述語名詞句に対応する関係代名詞が主語の交替(破格構文)を伴って展開している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:678.1-678.34