← キリキアのシンプリキオス

アリストテレス『天界について』注解

§652.11-655.14

正多角形と立体による場所の充填の幾何学的論証

ポタモンとアレクサンドロスによる幾何学的作図を通じて、平面では正三角形・正方形・正六角形のみが一点の周りの場所を隙間なく満たし、正五角形などは満たしえないことが論証され、立体では立方体による充填が言及される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.62#2

“Ἔστω γάρ, φησίν, ἰσόπλευρον τρίγωνον, καὶ ἐκβεβλήσθωσαν αὐτοῦ δύο πλευραὶ ἐπ’ εὐθείας αἱ τὴν αὐτὴν γωνίαν ποιοῦσαι κατὰ τοῦτο, καθ’ ὃ συννεύουσιν ἀλλήλαις, καὶ κατὰ τὴν διχοτομίαν, καθ’ ἣν τέμνουσιν ἀλλήλας αἱ δύο αἱ ἐκβληθεῖσαι, ἤχθω τις εὐθεῖα μὴ τέμνουσα τὴν τοῦ τριγώνου γωνίαν μηδὲ τὴν κατὰ κορυφὴν ταύτης ἀλλὰ τὰς λοιπὰς δίχα· ἔσονται δὴ περὶ τὴν διχοτομίαν τῶν ἐκβληθεισῶν πλευρῶν γωνίαι ἓξ ἴσαι ἀλλήλαις. ἀλλ’ ἦν ἡ τοῦ τριγώνου διμοίρου· αἱ ἄρα ἕξ, ἐπεὶ ἴσαι ἀλλήλαις εἰσί, τεττάρων ὀρθῶν ἔσονται· ἐκπληροῦται ἄρα ὑπὸ τῶν τριγώνων ὁ τόπος. ἐὰν γὰρ ἀπολαβόντες ἀφ’ ἑκάστης τῶν ἐκβεβλημένων εὐθειῶν ἴσα ταῖς ἐξ ἀρχῆς εὐθείαις ἐπιζεύξωμεν εἰς τὸ κύκλῳ εὐθείας, ἔσται συγκείμενα τρίγωνα ἕξ, καὶ κενὸς τόπος οὐδείς. Ἔστω πάλιν τετράγωνον, καὶ ἐκβεβλήσθωσαν ὁμοίως ἐπὶ τὸ αὐτό, καθ’ ὃ συννεύουσιν ἀλλήλαις, δύο πλευραὶ αὐτοῦ τῶν τὴν αὐτὴν γωνίαν περιεχουσῶν· ἔσονται δὴ αἱ περὶ τὴν κοινὴν τομὴν τῶν ἐκβληθεισῶν ἴσαι ἀλλήλαις καὶ τὸν ἀριθμὸν τέτταρες. ἔστι δὲ ἡ τοῦ τετραγώνου ὀρθή· αἱ ἄρα τέτταρες ἔσονται τέτταρες ὀρθαί· οὐδεὶς ἄρα ἀπολειφθήσεται κενὸς τόπος. καὶ ἐὰν ἀπολαβόντες ἀφ’ ἑκατέρας τῶν ἐκβληθεισῶν εὐθειῶν ἴσην τῇ τοῦ τετραγώνου πλευρᾷ προσαναγράψωμεν τὸν γνώμονα, ἔσται τέτταρα τετράγωνα ἐκπληροῦντα τὸν τόπον, ὥσπερ τὰ ἓξ τρίγωνα ἐγίνετο.” Τὸ δὲ ἑξάγωνον ὁ Ποτάμων κατὰ τὴν αὐτὴν ἔφοδον καταγράψας ἀποδίδωσι τὸ ζητούμενον, προστίθημι δὲ ἐγὼ στοιχεῖα, ἵνα σαφηνίσω τοῖς ἐντυγχάνουσι τὸ λεγόμενον. “Ἔστω γάρ, φησί, πάλιν ἑξαγώνου γωνία ἡ Α, καὶ ἐκβεβλήσθωσαν αὐτοῦ δύο πλευραὶ αἱ περὶ τὴν αὐτὴν γωνίαν τὴν Α, καθ’ ἃ συννεύουσι πρὸς ἀλλήλας, ἡ ΒΑΓ καὶ ἡ ΔΑΕ, καὶ δίχα τετμήσθω ἡ τοῦ ἑξαγώνου ἡ Α καὶ ἡ κατὰ κορυφὴν αὐτῇ γεγονυῖα ὑπὸ τῶν ἐκβληθεισῶν τῇ ΖΗ εὐθείᾳ· ἔσονται δὴ περὶ τὸ κατὰ τὴν διχοτομίαν σημεῖον γωνίαι ἓξ ἴσαι ἀλλήλαις, ὧν ἑκάστη ἡμίσεια ἔσται τῆς τοῦ ἑξαγώνου γωνίας· καὶ γὰρ καὶ ἡ ΕΑΒ καὶ ἡ ΓΑΔ διμοίρου ὀρθῆς ἐστιν ἑκατέρα· εἰσὶ γὰρ αἱ λείπουσαι εἰς τὰς δύο ὀρθὰς μετὰ τὴν τοῦ ἑξαγώνου γωνίαν, ἡ δέ γε τοῦ ἑξαγώνου γωνία ἐστὶ μιᾶς ὀρθῆς καὶ τρίτου· αἱ γὰρ ἓξ αὐτοῦ γωνίαι ὀκτὼ ὀρθαῖς ἴσαι εἰσίν. εἰ οὖν ἑκάστη τῶν περὶ τὸ Α ὀκτὼ γωνιῶν διμοίρου ἐστὶν ὀρθῆς, αἱ ὀκτὼ τέτρασιν ὀρθαῖς ἴσαι εἰσίν·1 ἀναπληροῦσιν ἄρα τὸν περὶ τὸ Α τόπον, καὶ οὔτε ἐλλείπει τι οὔτε πλεονάζει. ἐὰν οὖν ἀπὸ τῶν τριῶν γωνιῶν τῶν περὶ τὸ Α τῆς τε ΖΑΒ καὶ τῆς ΒΑΔ καὶ τῆς ΔΑΖ, ὧν ἑκάστη ἑξαγώνου ἐστί, καί εἰσιν αἱ τρεῖς τέτρασιν ὀρθαῖς ἴσαι, γράψωμεν ἑξάγωνα τὰ ΑΖΘΚΛΒ, ΑΒΜΝΞΔ, ΑΔΟΠΡΖ, ἔσται τρία ἑξάγωνα ἀναπληροῦντα τὸν περὶ τὸ Α τόπον καὶ οὔτε κενὸν ἀπολείποντά τι οὔτε ὑπερβάλλοντα.” Οὕτω μὲν καὶ τὰ ἑξάγωνα ὁ Ποτάμων ἐμμεθόδως ἀνέγραψε, κατ’ ἄλλον δὲ τρόπον καταγραφῆς οὕτως ὁ Ἀλέξανδρος ἐκτίθεται. “Ἐὰν γὰρ ἑξάγωνον ἀναγράψωμεν τὸ ΑΒΓΔΕΖ, καὶ ἀπὸ τῆς ΓΔ πλευρᾶς ὅμοιον ἑξάγωνον ἀναγράψωμεν τῷ προτέρῳ τὸ ΓΔΗΘΙΚ, ἡ ὑπὸ τῶν ΒΓΚ περιεχομένη γωνία γίνεται καὶ αὐτὴ τεσσάρων τρίτων, οὗ καὶ αἱ τῶν περὶ τὸ Γ σημεῖον ἀναγεγραμμένων δύο ἑξαγώνων.2 ἐπεὶ γὰρ αἱ τρεῖς τέτρασιν ὀρθαῖς ἴσαι, τουτέστι δεκαδύο τρίτοις, ὧν ἑκατέρα τῶν δύο τεσσάρων ἐστὶ τρίτων, καὶ ἡ λοιπὴ ἄρα τεσσάρων τρίτων ἔσται. ἂν δὴ προσαναγράψωμεν ἑξάγωνον ἀπὸ τῶν ΓΒ, ΓΚ ἰσόπλευρόν τε καὶ ἰσογώνιον, συμπληρώσομεν τὸν τόπον, καὶ οὐδὲν μέσον διάκενον καταλειφθήσεται περὶ τὸ Γ σημεῖον ἀλλοῖον σχῆμα δέξασθαι δυνάμενον. τοῦτο δὲ ἐπ’ οὐδενὸς τῶν ἄλλων ἐπιπέδων σχημάτων συμβαίνει. καὶ γὰρ τοῦ πενταγώνου ἡ μία γωνία μιᾶς ὀρθῆς ἐστι καὶ πέμπτου· τούτων δὴ ὅσας ἂν λάβῃς γωνίας, οὐκ ἐκπληρώσουσι τὰς τέσσαρας ὀρθάς· ἐὰν μὲν γὰρ ἐλάττονας τῶν τεσσάρων, ἐλλείψουσιν, ἐὰν δὲ πλείονας τῶν τριῶν, ὑπερβαλοῦσιν, ὥστε οὐκ ἐκπληροῖ τὸν τόπον τὸ πεντάγωνον. ὁμοίως δὲ δειχθήσεται, ὅτι οὐδὲ ἄλλο τι τῶν ἐπιπέδων ἐκπληροῖ τὸν τόπον ἐκτὸς τῶν ῥηθέντων τριῶν. Ἐπὶ δὲ τῶν στερεῶν, ὅτι μὲν ὁ κύβος ἐκπληροῖ τὸν τόπον, τί δεῖ καὶ λέγειν; ἐὰν γάρ τις κατὰ τὰς πλευρὰς παραβάλλῃ τέσσαρας κύβους,3 ἐκπληρώσει τὸν τόπον. ἄλλως τε, ὃν ἔχει λόγον ἐν ἐπιπέδοις τὸ τετράγωνον, τοῦτον ἔχει τὸν λόγον ἐν στερεοῖς ὁ κύβος· ἐξεπλήρου δὲ τὸν τόπον ἐν τοῖς ἐπιπέδοις τὸ τετράγωνον· καὶ ὁ κύβος ἄρα ἐν τοῖς στερεοῖς πληρώσει τὸν τόπον.

「実際、等辺三角形があるとし」、と彼[ポタモン]は言う、「同じ角をなすその二つの辺を、互いに合流する点において直線上に延長し、延長された二つの直線が互いに交差する二等分点を通って、三角形の角もその対頂角も二等分せず、残りの角を二等分するような直線を引くとする。そうすれば、延長された辺の二等分点の周りには、互いに等しい六つの角が生じるであろう。しかし三角形の角は直角の三分の二であった。したがって、互いに等しい以上、その六つの角は四直角に等しくなるであろう。それゆえ、諸三角形によって場所は満たされる。なぜなら、延長された各直線から最初の直線に等しい長さを切り取って、順に直線を結ぶならば、組み立てられた六つの三角形が生じ、空虚な場所は何一つ残らないからである。再び四角形があるとし、同様に、同じ角を挟むその二辺を、互いに合流する点に向かって延長するとしよう。そうすれば、延長された諸直線の共通の交点の周りにある角は互いに等しく、その数は四つとなるであろう。そして四角形の角は直角である。したがってその四つの角は四直角となるであろう。それゆえ、いかなる空虚な場所も残されないであろう。そして延長された各直線から四角形の辺に等しい長さを切り取ってグノーモーンを描き足すならば、六つの三角形が生じたのと同様に、場所を満たす四つの四角形が生じるであろう」。 他方、六角形については、ポタモンは同一の手法にしたがって図解しつつ探求されている事柄を示しているが、読者に語られている事柄を明確にするために、私[シュンプリキオス]が文字記号を付け加えることにする。 「実際」、と彼[ポタモン]は言う、「再び六角形の角をΑとし、その同じ角Αを挟む二辺を、互いに合流する点において、ΒΑΓおよびΔΑΕとして延長し、六角形の角Αと、延長された諸直線によってそれに対して生じた対頂角とが、直線ΖΗによって二等分されるとしよう。そうすれば、二等分点における点の周りには互いに等しい六つの角が生じ、それらの各々は六角形の角の半分となるであろう。実際、ΕΑΒもΓΑΔもそれぞれ直角の三分の二である。なぜなら、それらは六角形の角の後に二直角に対して不足している角であり、他方で六角形の角は一直角と三分の一直角だからである(六角形の六つの角は八直角に等しいからである)。それゆえ、もしΑの周りの八つの角の各々が直角の三分の二であるなら、その八つは四直角に等しい。したがってそれらはΑの周りの場所を満たし、何一つ不足することも余分になることもない。そこで、Αの周りの三つの角、すなわち角ΖΑΒ、角ΒΑΔ、角ΔΑΖ(それらの各々は六角形のものであり、三つ合わせて四直角に等しい)から、六角形ΑΖΘΚΛΒ、ΑΒΜΝΞΔ、ΑΔΟΠΡΖを描くならば、Αの周りの場所を満たし、いかなる真空をも残さず超過もしない三つの六角形が生じるであろう」。 このようにポタモンは六角形についても理路整然と書き記したが、アレクサンドロスは別の図解の仕方にしたがって次のように論述している。 「実際、もし六角形ΑΒΓΔΕΖを描き、辺ΓΔから先の六角形と相似な六角形ΓΔΗΘΙΚを描くならば、ΒΓΚによって挟まれる角もまた、点Γの周りに描かれた二つの六角形の角と同じく[直角の]三分の一の四倍となる。なぜなら、三つの角は四直角、すなわち[直角の]三分の一の十二倍に等しく、その二つの各々は三分の一の四倍であるから、残りの角もまた三分の一の四倍となるからである。そこで、ΓΒとΓΚから等辺かつ等角の六角形を描き足すならば、場所を満たすことになり、点Γの周りには別の図形を受け入れることのできるような中間の間隙は一切残されないであろう。そしてこのことは、他のいかなる平面図形においても生じない。実際、五角形の一つの角は一直角と五分の一の直角である。したがって、これらの角をいくつ取ろうとも、四直角を満たすことはないであろう。なぜなら、もし四つより少なければ不足し、三つより多ければ超過するからであり、その結果、五角形は場所を満たさない。同様に、言及された三つを除いては、他のいかなる平面図形も場所を満たさないことが示されるであろう。 他方、立体について言えば、立方体が場所を満たすということは言うまでもないことではないか。実際、もし人が辺に沿って四つの立方体を並置するならば、場所を満たすであろう。その上、四角形が平面において持っている比を、立体においては立方体が持っている。そして平面において四角形が場所を満たしていたのであるから、立体においても立方体が場所を満たすであろう」。

構文注3 件
  1. 3.62εἰ οὖν ἑκάστη τῶν περὶ τὸ Α ὀκτὼ γωνιῶν διμοίρου ἐστὶν ὀρθῆς, αἱ ὀκτὼ τέτρασιν ὀρθαῖς ἴσαι εἰσίν

    文脈および直前の「ἔσονται δὴ περὶ τὸ κατὰ τὴν διχοτομίαν σημεῖον γωνίαι ἓξ」から明らかなように、幾何学的な角の数は6個(直角の2/3×6=4直角)であるが、伝承テキストでは「八つの角(ὀκτὼ γωνιῶν)」「その八つは(αἱ ὀκτώ)」と読まれている。直前で六角形の全内角の和として言及された「ὀκτὼ ὀρθαῖς」に牽引された誤記と考えられるが、構文上は主語「αἱ ὀκτώ」および被修飾名詞「ὀκτὼ γωνιῶν」として原文のまま読んでいる。

  2. 3.62τεσσάρων τρίτων, οὗ καὶ αἱ τῶν περὶ τὸ Γ σημεῖον ἀναγεγραμμένων δύο ἑξαγώνων

    「τεσσάρων τρίτων」は「直角の三分の一の四倍」(すなわち一直角と三分の一)を意味する属格表現であり、「ὀρθῆς」が省略されている。関係代名詞「οὗ」は中性単数属格で、量・大きさ(「μέγεθος」相当)を先行詞とし、「二つの六角形の角[αἱ γωνίαι]もそれと同じ大きさである」という比較の関係節を導いている。

  3. 3.62ἐὰν γάρ τις κατὰ τὰς πλευρὰς παραβάλλῃ τέσσαρας κύβους

    直前の議論では一点の周りの充填(八個の立方体)が問題とされていたのに対し、ここでは「辺に沿って(κατὰ τὰς πλευράς)」と限定されているため、一つの線分(稜)を共有して四つの立方体が四直角(360度)を取り囲んで配置される状況を指している。前置詞句「κατὰ τὰς πλευράς」が並置の基準面・基準線を指定している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:652.11-655.14