← キリキアのシンプリキオス

アリストテレス『天界について』注解

§65.16-67.7

中間元素の傾きと天が最軽であるという説への反論

シンプリキオスは中間元素(水と空気)と天の希求のあり方を論じて元素の直線運動と天の完全な円運動を対比し、続いて論敵(フィロポノス)による天が最も軽い物体であるという誤った推論と「上に浮かび上がる」概念の混同を批判する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.21#2

τῶν δὲ μέσων ἑκάτερον τὸ πλησιάζον κατὰ τὴν αὑτοῦ ῥοπὴν ἐφετὸν ἔχει, τὸ μὲν ὕδωρ τὴν γῆν, ἅτε ἐπ’ αὐτῆς ἑδραζόμενον ῥευστὸν ὑπάρχον τῇ ἑαυτοῦ φύσει· διὸ καὶ τοῦτο τὴν γῆν περιρρέον σφαιροῦται περὶ αὐτὴν καὶ συνέχεται διὰ τῆς γῆς μέσης καὶ αὐτὸ τῆς κεντρικῆς ἀπολαῦον συνοχῆς· ὁ δὲ ἀὴρ ἐπὶ τὸ πῦρ ἵεται τῆς ἑαυτοῦ θολώδους παχύτητος ἀπαλλαγῆναι καὶ ἐξαιθερωθῆναι βουλόμενος ὅ τε ὅλος καὶ τὰ μέρη. ὁ δὲ οὐρανός, ἅτε πάντων τῶν ἐν τῷ κόσμῳ σωμάτων θειότερος καὶ ὑπέρτερος ὤν, οὐδὲν ἄλλο ἐφετὸν ἔχει οὐδὲ ἵεται πρὸς ἄλλο, ἀλλ’ εἰς ἑαυτὸν συννεύων καὶ ἑαυτοῦ ἐφιέμενος καὶ τῆς ἑαυτοῦ ψυχῆς καὶ τοῦ νοῦ οὐκέτι τὴν ἐνδεῆ καὶ ἀτελῆ καὶ τῷ δυνάμει πολλῷ συνοῦσαν καὶ πρός τι τῶν ἐκτὸς ἱεμένην τὴν κατ’ εὐθεῖαν κινεῖται κίνησιν, ἀλλὰ τὴν ἀεὶ τελείαν καὶ ἐνεργητικὴν καὶ τὸ ἀγαθὸν ἐν ἑαυτῇ ἔχουσαν τὴν κυκλικήν. καὶ εἰ λέγω τι ταῦτα λέγων,1 καλῶς εἶπεν ὁ Ἀριστοτέλης, ὅτι εἰς ταὐτὸν φέρεται τὸ πᾶν καὶ τὸ μόριον κατὰ φύσιν, καὶ ὅτι τῶν μὲν τὸ ἐφετὸν ἔξω ἑαυτῶν ἐχόντων2 καὶ τὰ ὅλα καὶ τὰ μέρη ἐκείνου ἐφιέμενα εὐθύπορον ἔχει ῥοπήν, διὸ καὶ ῥοπὴν ὅλως, ὅτι ἔξω τὸ ἐφετὸν καὶ τοπικὸν τὸ ἔξω. καὶ εἴ γε καθ’ ὑπόθεσιν ὁ οὐρανὸς ἐξήρθη μετεωρότερος, ἀφ’ ἧς ἔχει νῦν χώρας, καὶ τὸ πῦρ ἂν ἐπηκολούθει· οὔτε γὰρ τόπου μοι δοκεῖ τοσοῦτον ἐφίεσθαι τὰ τέσσαρα στοιχεῖα οὔτε ὁλότητος ὡς τῆς τοῦ κρείττονος ἐπαφῆς, ἧς οὐδὲν ἧττον τὸ ὅλον ἐφίεται ἤπερ τὰ μέρη. Ταῦτα μὲν οὖν εἰ ἀληθῶς εἴρηται, πολλῶν ἐνοχλήσεων οἱ τοῦ Ἀριστοτέλους ἀπαλλάσσονται λόγοι. καὶ οἶδα μέν, ὅτι περὶ τοῦ βαρέος καὶ κούφου ἄλλως μὲν ὑπὸ Πλάτωνος, ἄλλως δὲ ὑπὸ τοῦ Ἀριστοτέλους τεθέντων ἔδει τι κατὰ τοῦτον τὸν τόπον εἰπεῖν, ἀλλ’ ἵνα μὴ δὶς τὰ αὐτὰ λέγω, φυλάττω ταῖς ἀντιλογίαις αὐτά. ἐπειδὴ δέ, κἂν εἰς τὸ μέγα πέλαγος ἐμπέσῃ τις κἂν εἰς κολυμβήθραν, μᾶλλον δὲ κἂν εἰς βορβορώδες τελμάτιον, νήχεσθαι ἀνάγκη, φέρε, πάλιν ἐκτραπέντες τὰ τοῦ Τελχῖνος ἴδωμεν ῥήματα. λέγει τοίνυν, ὡς, εἰ προσχρησάμενος τῷ μηδὲν εἶναι τῶν τεσσάρων τὸ οὐράνιον ἀπέδειξε τὸ μήτε βαρὺ μήτε κοῦφον αὐτὸ εἶναι, τὰ δὲ ἐκείνου κατασκευαστικὰ ἐπιχειρήματα λέλυται, δῆλον, ὅτι καὶ τὸ δι’ ἐκείνων κατασκευαζόμενον τὸ μήτε βαρὺ αὐτὸ μήτε κοῦφον εἶναι συναπελέγχεται.3 οὕτως εὐκόλως ὁ χρηστὸς οὗτος ταῖς ἑαυτοῦ φαντασίαις πεπίστευκεν. καίτοι τὸ ἄλλο κατ’ οὐσίαν εἶναι τὸ οὐράνιον, ὅπερ μέχρι νῦν προέβη δεικνὺς ὁ Ἀριστοτέλης, τίς ἂν ἀμφισβητήσειεν ἄνθρωπος ὤν; ἐφεξῆς δέ “εἰ ὀρθῶς, φησίν, ὡρίσατο τὸ κουφότατον εἶναι τὸ πᾶσιν ἐπιπολάζον τοῖς ἄνω φερομένοις, ἐπιπολάζει δὲ πᾶσιν ὁ οὐρανός, πάντων ἂν εἴη κουφότατος”, οὔτε τῷ ‘τοῖς ἄνω φερομένοις’ ἐπιστήσας οὔτε τῷ ‘ἐπιπολάζειν’ τί σημαίνει, ἀλλὰ ταὐτὸν νομίσας τῷ ἐπικεῖσθαι σημαίνειν. εἰπὼν δὲ κοῦφον εἶναι τὸ ἀπὸ τοῦ μέσου, τουτέστι τὸ ἀνώφορον, κουφότατον εἶναί φησι τὸ ἀνωφορώτατον, ὅπερ κάτωθεν ἀναβαῖνον πᾶσιν ἐπινήχεται· ἐπιπολάζει γὰρ καὶ τὸ ἔλαιον τῷ ὕδατι παραχωροῦν αὐτῷ τοῦ κάτω τόπου. εἰ δὲ τὸ ἐπιπολάζον ἄλλο παρὰ τὰ ἄνω φερόμενα ἔλαβεν πάντα, δῆλον, ὅτι καὶ τὸ πᾶσιν ὑφιστάμενον τοῖς κάτω φερομένοις ἄλλο λήψεται παρὰ τὰ κάτω φερόμενα, καὶ ἔσται τι ἄλλο σῶμα κατωτέρω τῆς γῆς. ἀλλ’ οὔτε ὑπὸ τῆς ὁμοίας ἀποδόσεως οὗτος ἴσχυσε χειραγωγηθῆναι οὔτε ὑπὸ τῶν τοῦ βαρέος καὶ τοῦ κούφου ὁρισμῶν. εἰ γὰρ βαρὺ τὸ ἐπὶ τὸ κάτω φερόμενον καὶ κοῦφον τὸ ἐπὶ τὸ ἄνω, δῆλον, ὅτι βαρύτατον μὲν ἂν εἴη τὸ κατωτάτω πάντων τῶν κάτω φερομένων γινόμενον, ὅπερ κυριώτερον αὐτὸς ὁ Ἀριστοτέλης ἡρμήνευσεν βαρύτατον εἰπὼν τὸ πᾶσιν ὑφιστάμενον τοῖς κάτω φερομένοις καὶ κουφότατον κατὰ τὴν ὁμοίαν ἀπόδοσιν. οὗτος δὲ τὸν Πλάτωνα νῦν ἀποδέχεσθαι δοκεῖ ἐκ πυρὸς τὸν οὐρανὸν λέγοντα οὐκ εἰδώς, τί λέγει ὁ Πλάτων πῦρ, καὶ ὅτι οὐ τοῦτο, ὅπερ Ἀριστοτέλης ἄνω φέρεσθαί φησι καὶ διὰ τοῦτο κοῦφον εἶναι καὶ πᾶσιν ἐπιπολάζειν τοῖς ἄνω φερομένοις καὶ διὰ τοῦτο κουφότατον, ἐκεῖνο δὲ τὸ πῦρ τὸ οὐράνιον φῶς εἶναι μόνον ὁ Πλάτων βούλεται4 πυρὸς ἓν εἶδος καὶ τὸ φῶς ἀφοριζόμενος. πάλιν δὲ πολὺν κατατείνει λόγον δεικνύναι πειρώμενος, ὅτι αἱ τῶν στοιχείων ὁλότητες οὐ κινοῦνται ἐπ’ εὐθείας.

これらの中間の[二つの元素の]各々は、自らの傾きに従って隣接するものを欲求の対象としてもつ。すなわち水は地を[欲求の対象としてもつ]。水はそれ自身の本性において流動的でありながら地の上に据えられているからである。それゆえ水もまた地を巡って流れつつ、地の周りに球形をなし、中軸にある地を通じて自らも一つに保たれ、中心的結合を享受するのである。他方、空気は火に向かって急ぐ。全体としても諸部分としても、自らの濁った濃密さから免れ、エーテル化されることを望むからである。しかし天は、宇宙の中にあるあらゆる物体よりも神的であり上位にあるがゆえに、自らのほかに欲求の対象をもたず、他のものへと急ぐこともない。むしろ自らへと収斂し、自ら自身と自らの魂および知性を欲求しつつ、もはや欠けた不完全な、多くの潜勢力に伴われ外的な何ものかへと急ぐ直線上の運動を運動するのではなく、常に完全で活動的であり、善を自らのうちに保つ円運動を運動するのである。そして、私のこの言明に何らかの理があるとするならば、全体も部分も自然に従って同じ[場所]へと運ばれるというアリストテレスの主張、また欲求の対象を自らの外にもつものたちにおいては、全体も諸部分もそれを欲求しつつ直線的な傾きをもつのであり、まさに欲求の対象が外にあり、外なるものが場所的であるからこそそもそも傾きをもつのだという主張は、正しく語られたのである。そして、もし仮定として天が今ある場所からより高い位置へと引き上げられたならば、火もまたそれに追従したであろう。なぜなら、四元素は場所を欲求する以上に、あるいは全体性を欲求する以上に、より優れたものとの接触を欲求しているのであり、その接触を全体も諸部分に劣らず欲求しているように思われるからである。これらのことが真実に語られたのであれば、アリストテレスの議論は多くの煩わしさから免れることになる。そして、重いものと軽いものについてプラトンとアリストテレスによってそれぞれ異なる規定が立てられたことに関して、この箇所で何かを論じるべきであったことは承知しているが、同じことを二度語らないために、それらの議論は[後の]反論のために留保しておく。しかし、大海原に落ち込もうと、水浴槽に、いやむしろ泥深い水たまりに落ち込もうと、泳ぎ抜かねばならない以上、さあ、再び議論を転じてテルキネスの言説を見ることにしよう。彼が言うには、もし[アリストテレスが]天的な物体が四元素のいずれでもないということを付加的な前提として用いて、それが重くも軽くもないことを論証したのだとすれば、そしてその論証を構成する論拠が論破されたのだとすれば、それらを通じて構成された「天的な物体自身が重くも軽くもない」という結論も共に論駁されることは明らかである、という。このようにこのお人好しは、極めて軽率にも自らの妄想を信じ込んだのである。だが、アリストテレスがここまでに示し終えた「天的なものが本質において異なる」ということを、人間でありながら誰が疑い得ようか。さらに彼(テルキネス)は続けて言う。「もし彼が最軽量のものを『上方へ運ばれるすべてのものの上に浮かび上がるもの』と正しく定義したのであり、天がすべてのものの上に浮かび上がっているとすれば、天はすべてのものの中で最も軽いものであろう」と。彼は「上方へ運ばれるもの」に注意を払うことも、「上に浮かび上がる」が何を意味するかに意を注ぐこともなく、それが「上に横たわる」ことを意味するのと同一であると考えたのである。そして、中心から[離れる]もの、すなわち上方へ向かうものが軽いものであると述べた上で、下から上昇してすべてのものの上に浮遊する、最上位へ向かうものが最軽量のものであると彼は言う。油もまた水に下方での場所を譲り渡しつつ、水の上に浮かび上がるからである。しかし、もし彼が「上に浮かび上がるもの」を「上方へ運ばれるあらゆるものとは異なるもの」として取ったのだとすれば、明らかに「下方へ運ばれるすべてのものの下に沈むもの」をも「下方へ運ばれるものとは異なるもの」として取ることになり、地のさらに下方に何か別の物体が存在することになるであろう。しかし彼は、同様の対応関係によっても、重いものと軽いものの定義によっても導かれることができなかった。なぜなら、もし下方へと運ばれるものが重いものであり、上方へと運ばれるものが軽いものであるならば、下方へと運ばれるあらゆるものの中で最下層に位置するようになるものが最重量のものであることは明らかだからである。まさにアリストテレス自身が、下方へと運ばれるすべてのものの下に沈むものを最重量のものと言い、同様の対応関係によって最軽量のものを語ることで、より本来的な仕方で説明したのである。だが彼(テルキネス)は今、天が火から成ると語るプラトンを受け入れているように思われるが、プラトンが何を「火」と呼んでいるかを理解しておらず、またそれがアリストテレスが上方へ運ばれ、それゆえに軽いものであり、上方へ運ばれるすべてのものの上に浮かび上がるがゆえに最軽量のものであると語る火のことではないということをも知らないのである。むしろプラトンは、あの天的な火は単なる光であると考えており、光をも火の一つの種として区分しているのである。そして彼は再び長い議論を展開し、元素の全体性は直線運動をしないということを示そうと試みている。

構文注4 件
  1. 1.21εἰ λέγω τι ταῦτα λέγων

    τι は内面対格または副詞的に機能し、「何らかの有意義なこと・理にかなったこと」を意味する慣用表現である。全体で「もし私がこれらのことを語るにあたって理にかなったことを言っているとすれば」という留保を表す条件節を構成している。

  2. 1.21τῶν μὲν τὸ ἐφετὸν ἔξω ἑαυτῶν ἐχόντων

    属格絶対構文として前置され、後続する主語・述語「καὶ τὰ ὅλα καὶ τὰ μέρη ... εὐθύπορον ἔχει ῥοπήν」に対する条件・前提的状況を提示している。意味上の主語は四元素などの自然物体一般である。

  3. 1.21λέγει τοίνυν, ὡς, εἰ προσχρησάμενος τῷ μηδὲν εἶναι τῶν τεσσάρων τὸ οὐράνιον ἀπέδειξε τὸ μήτε βαρὺ μήτε κοῦφον αὐτὸ εἶναι, τὰ δὲ ἐκείνου κατασκευαστικὰ ἐπιχειρήματα λέλυται, δῆλον, ὅτι καὶ τὸ δι’ ἐκείνων κατασκευαζόμενον τὸ μήτε βαρὺ αὐτὸ μήτε κοῦφον εἶναι συναπελέγχεται.

    主動詞 λέγει の目的語を導く従属接続詞 ὡς の内部に、条件節(εἰ προσχρησάμενος ... ἀπέδειξε ..., τὰ δὲ ... λέλυται)と帰結節(δῆλον, ὅτι ... συναπελέγχεται)からなる推論全体が入れ子状に収められている。τὰ δὲ ... λέλυται は εἰ 節と並列関係にあり、反対事実あるいは論敵の主張する前提として提示されている。

  4. 1.21ἐκεῖνο δὲ τὸ πῦρ τὸ οὐράνιον φῶς εἶναι μόνον ὁ Πλάτων βούλεται

    βούλεται はここでは「主張する、意図する」の意。不定詞句 τὸ οὐράνιον [πῦρ] φῶς εἶναι μόνον において、前置された ἐκεῖνο δὲ τὸ πῦρ が不定詞 εἶναι の主格的/対格的主語であり、φῶς μόνον が述語対格である。前文のアリストテレスの火と対比して天の火(プラトンの火)が前置されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:65.16-67.7