- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:626.14-627.32
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスは元素が複数かつ有限であることを確認した上で、それらが永遠であるか否かの検討に入り、分解と結合に要する時間の観点から無限の時間の外に別の無限が生じる不条理を示して永遠性を論駁する。シンプリキオスはこれに対し、異種の元素間で同時に分解と結合が生じうるというアレクサンドロスの難問とその解決を引用・解説する。
" Ἐπισκεπτέον δὲ πρῶτον, πότερον ἀίδιά ἐστιν ἕως τοῦ ὅπερ ἀδύνατον." Μετὰ τὸ δεῖξαι, ὅτι οὔτε ἄπειρα δυνατὸν εἶναι τὰ στοιχεῖα οὔτε ἕν, καὶ συναγαγεῖν ἐκ τούτου, ὅτι πλείονα αὐτὰ ἀνάγκη εἶναι καὶ πεπερασμένα, ἀκόλουθον ἦν ζητεῖν, πόσα καὶ ποῖα. ἀλλ’ αὐτὸς πρότερόν φησι δεῖν ἐπισκέψασθαι, πότερον ἀΐδιά ἐστιν ἢ γινόμενα καὶ φθειρόμενα· τούτου γὰρ δειχθέντος φανερὸν ἔσται, καὶ πόσα ἄττα καὶ ποῖά ἐστιν. δείκνυσιν οὖν ἐφεξῆς, ὅτι οὐκ ἔστιν ἀΐδια, τοῦτον τὸν τρόπον· λαβὼν ὡς ἐναργές, ὅτι τὰ συνεγνωσμένα πάντα ἡμῖν ὑπὸ σελήνην σώματα καὶ τὰ σύνθετα καὶ τὰ ἁπλᾶ, ἅπερ ἐκ τῶν ἁπλῶν ηὗρε κινήσεων, ὁρᾶται διαλυόμενα καὶ φθειρόμενα καὶ μᾶλλον τῶν ἁπλῶν τὰ σύνθετα, τοὺς τρόπους, καθ’ οὓς δυνατὸν ἦν καὶ διαλυόμενα τὰ ἁπλᾶ ἀΐδια1 εἶναι, ἐκτίθεται, ἵνα τούτους ἐλέγξας ἔχῃ τὸ μὴ εἶναι ἀΐδια. εἰκότως δὲ τῶν συνεγνωσμένων τὰ ἁπλούστερα ἐκλεξάμενος ἐπὶ τούτων ποιεῖται τὸν λόγον ὡς ἐν αὐτοῖς τῶν στοιχείων ὀφειλόντων εὑρεθῆναι,2 εἰ μὴ ἄρα τὸ ἐν ἀρχῇ δόξει λαμβάνειν οὔπω δείξας, πόσα τε καὶ τίνα ἐστὶ τὰ στοιχεῖα, ταὐτὸν δὲ εἰπεῖν τὰ ἁπλᾶ σώματα. λέγει οὖν, ὅτι, εἰ διαλυόμενα ὁρᾶται τὰ ἁπλᾶ σώματα, εἰ μέλλοι οὕτως ἔχοντα ἀΐδιόν τι ἔχειν ἐν αὑτοῖς, ὥσπερ προσήκει στοιχεῖον εἶναι, ἀνάγκη ἢ ἐπ’ ἄπειρον προχωρεῖν τὴν διάλυσιν, ὡς μηδέποτε διαλελύσθαι, ἢ ἵστασθαι καὶ παύεσθαι τὴν διάλυσιν μήπω διαλυθέντος τοῦ ὅλου· καθ’ ἑκάτερον γὰρ τούτων τῶν τρόπων δυνατόν, κἂν μὴ τὸ ὅλον, ἀλλὰ μέρος γέ τι ὑπομένειν ἀίδιον. εἰ οὖν μήτε ἐπ’ ἄπειρον αὐτὰ δυνατὸν διαλύεσθαι μήτε καταλήγειν εἴς τι ἀδιάλυτον τὴν διάλυσιν, δῆλον, ὅτι οὐκ ἔσται ἀίδια. καὶ ὅτι μὲν οὐκ ἐπ’ ἄπειρον αὐτῶν ἡ διάλυσις, δείκνυσι προλαβών, ὅτι ἐν χρόνῳ διαλύεται, καὶ ὅτι ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ διαλύεται καὶ συντίθεται· καὶ γὰρ συντιθέμενα ὁρᾶται· οὐ γὰρ δυνατὸν τὸ αὐτὸ κατὰ ταὐτὸν ὑπομένειν ἄμφω· καὶ ὅτι ὅσος ὁ τῆς διαλύσεως χρόνος, τοσοῦτος ἂν εἴη ἢ καὶ πλείων ὁ τῆς συνθέσεως· ἐργωδεστέρα γὰρ ἡ σύνθεσις πανταχοῦ τῆς διαλύσεως. τούτων δὲ προειλημμένων συμβήσεται ἔξω τοῦ ἀπείρου χρόνου ἄλλον εἶναι ἄπειρον, ὅπερ ἐστὶν ἀδύνατον· οὐδὲ γὰρ πεπερασμένον ἔξω τοῦ ἀπείρου δυνατὸν εἶναι, μή τί γε ἄπειρον.3 ἕκαστον δὲ τῶν μερῶν εἶπε, διότι μέρη τοῦ παντός ἐστι τὰ τέσσαρα ταῦτα στοιχεῖα. Ἀπορεῖ δὲ ὁ Ἀλέξανδρος, διὰ τί ἄλλος χρόνος ἔσται τῆς συνθέσεως· δύναται γὰρ ἐν τῷ αὐτῷ χρόνῳ ἄλλου μὲν διάλυσις γίνεσθαι ἄλλου δὲ σύνθεσις, οἷον ἀέρος διάλυσις καὶ πυρὸς γένεσις· τὸ μὲν γὰρ αὐτὸ ἅμα διαλύεσθαί τε καὶ συντίθεσθαι ἀδύνατον κατὰ ταὐτόν, κατ’ ἄλλο μέντοι διαλύεσθαι καὶ κατ’ ἄλλο συντίθεσθαι οὐδὲν κωλύει. καὶ λύει τὴν ἀπορίαν λέγων· “εἰ καὶ ἕκαστον αὐτῶν εἴς τινα διαλύεται καὶ ἔκ τινων γίνεται, εἴη ἂν ἡ ἐπ’ ἄπειρον ἑκάστου αὐτῶν διάλυσις ἐπ’ ἄπειρον ἄλλου πάλιν σύνθεσις αὐτῶν ἐκείνων, εἰς ἃ διαλύεται, ἑνουμένων καὶ συντιθεμένων πάλιν· εἰ τοίνυν ἐπ’ ἄπειρον ἡ διάλυσις τοῦ πυρός, ὅτε δὲ διαλύεται πῦρ, τότε οὐ γίνεται οὐδὲ συντίθεται, ἐν ἄλλῳ ἂν εἴη συνιστάμενον καὶ γινόμενον, οὐκ ἐν ᾧ διαλύεται· οὗτος δὲ ἄπειρος· ἔξω ἄρα τοῦ ἀπείρου χρόνου ὁ χρόνος, ἐν ᾧ συνίσταται τὸ πῦρ. καὶ ἐπεὶ οὐκ ἐν ἐλάττονι γίνεται χρόνῳ ἢ φθείρεται, ἄπειρος δὲ ὁ τῆς φθορᾶς, ἄπειρος ἂν εἴη καὶ ὁ τῆς συνθέσεως αὐτοῦ. εἰ δὲ λέγοι τις ἐν τῇ αὐτῇ ἀπειρίᾳ τοῦ χρόνου τὸ μὲν γίνεσθαι τοῦ πυρός, τὸ δὲ φθείρεσθαι, καὶ τὸ γενόμενον πάλιν φθείρεσθαι καὶ ἄλλο γίνεσθαι, ὥσπερ καὶ τὸ ἀληθὲς ἔχει, ἡ τοιαύτη ὑπόθεσις οὐδὲν τοῦ πυρὸς ἀίδιον φυλάττει.”
「しかし第一に、それらが永遠であるか」から「まさにこれは不可能である」まで。 元素が無限であることも一つであることも不可能であることを示し、このことから元素は複数であり有限でなければならないと結論づけたのちには、それらが幾つありどのようなものであるかを問うことが順序であった。しかし彼自身は、それらが永遠であるのか、それとも生成し消滅するものなのかをまず考察しなければならないと言う。なぜなら、このことが示されれば、それらがいかなる数のものでありどのようなものであるかも明らかになるからである。そこで彼は引き続いて、次のような仕方でそれらが永遠ではないことを示す。すなわち、月の下にある我々に知られたすべての物体が、合成されたものも、彼が単純な運動から見出した単純なものも、分解され消滅するのが見られ、単純なものたちよりも合成されたものたちが一層そうであるということを明白な事実として取った上で、単純なものたちが分解されながらも永遠であることが可能であった諸々の仕方を提示し、これらを論駁した上で[単純な物体が]永遠ではないという結論を得ようとするのである。そして、知られたものたちの中からより単純なものを選び出してこれらについて論述を行うのはもっともなことであり、それは、元素が、換言すれば単純な物体が、幾つありいかなるものであるかを未だ示していないのに論点先取を犯していると見なされるのでないかぎり、元素はそれらのうちに見出されるべきであると考えてのことである。したがって彼は次のように言う。もし単純な物体が分解されるのが見られるとして、そうした状態にありながら、元素であることがふさわしいような何らかの永遠なるものを自己のうちに保ち続けるとするならば、分解が決してなされ尽くすことがないように無限へと進むか、あるいは全体がまだ分解され尽くさないうちに分解が立ち止まり停止するかのいずれかでなければならない、と。なぜなら、これら二つの仕方の各々にしたがえば、たとえ全体ではないにせよ、少なくとも何らかの部分が永遠にとどまることが可能だからである。それゆえ、もしそれらが無限に分解されることも、分解が何らかの分解不可能なものへと立ち至ることも不可能であるならば、それらが永遠ではないことは明らかである。そして、それらの分解が無限に進むのではないということを、彼は、[第一に]時間において分解されるということ、[第二に]分解と結合は異なる時間においてなされるということ――というのも結合されるのも見られるのであり、同じものが同じことに関して両方を同時に被ることは不可能だからである――、そして[第三に]分解の時間がどれほどであれ、結合の時間は同等であるかそれ以上であるだろうということ――なぜならいたるところで結合は分解よりも労力を要するからである――をあらかじめ取った上で示す。そしてこれらがあらかじめ取られているとき、無限の時間の外に別の無限が存在することになるであろうが、まさにこれは不可能である。なぜなら無限の外には有限なものでさえありえないのであり、まして無限なものなどなおさらありえないからである。そして彼が「諸部分の各々」と言ったのは、これら四つの元素が全体の諸部分であるからである。 しかしアレクサンドロスは、なぜ結合の時間が別のものでなければならないのかと疑義を呈する。なぜなら同じ時間において、一方の分解と他方の結合、たとえば空気の分解と火の生成が起こることは可能だからである。同一のものが同じことに関して同時に分解されかつ結合されることは不可能であるが、ある点に関して分解され別の点に関して結合されることを妨げるものは何もないからである。そして彼は次のように言って疑義を解決する。「たとえそれらの各々があるものへと分解されあるものから生成するとしても、それら各々の無限なる分解は、それがそこへと分解されるまさにそれらのものが再び合一し結合することによって、別のものの無限なる結合となるであろう。それゆえ、もし火の分解が無限であり、火が分解されるときには火は生成せず結合もされないのであるならば、それが組織され生成するのは、分解される時間とは異なる時間においてであろう。そしてこの時間は無限である。したがって火が組織される時間は、無限の時間の外にあることになる。そして火は消滅する時間よりも少ない時間において生成することはなく、消滅の時間は無限であるから、その結合の時間も無限であろう。しかしもし誰かが、同じ時間の無限性のうちで火のある部分は生成しある部分は消滅し、生成したものが再び消滅し別のものが生成するのだと言うならば、まさに真実がそうであるように、そのような仮定は火のいかなるものも永遠には保ちえない。」
- 3.48λαβὼν ὡς ἐναργές, ὅτι τὰ συνεγνωσμένα πάντα ἡμῖν ὑπὸ σελήνην σώματα καὶ τὰ σύνθετα καὶ τὰ ἁπλᾶ, ἅπερ ἐκ τῶν ἁπλῶν ηὗρε κινήσεων, ὁρᾶται διαλυόμενα καὶ φθειρόμενα καὶ μᾶλλον τῶν ἁπλῶν τὰ σύνθετα, τοὺς τρόπους, καθ’ οὓς δυνατὸν ἦν καὶ διαλυόμενα τὰ ἁπλᾶ ἀΐδια εἶναι, ἐκτίθεται, ἵνα τούτους ἐλέγξας ἔχῃ τὸ μὴ εἶναι ἀΐδια.
主節の核は τοὺς τρόπους ... ἐκτίθεται(諸々の仕方を提示する)であり、前置された分詞 λαβών(明らかな事実として取った上で)が ὅτι 以下の長大な名詞節を従えている。ὅτι 節内では主語 τὰ συνεγνωσμένα πάντα ἡμῖν ὑπὸ σελήνην σώματα(および同格の καὶ τὰ σύνθετα καὶ τὰ ἁπλᾶ)に対し、知覚動詞 ὁρᾶται が分詞補語 διαλυόμενα καὶ φθειρόμενα を従える。末尾の ἵνα 節内の ἔχῃ τὸ μὴ εἶναι ἀΐδια は、ἔχω+定冠詞付き不定詞(動名詞句)で「…という結論・成果を手中にする」を意味する。
- 3.48ὡς ἐν αὐτοῖς τῶν στοιχείων ὀφειλόντων εὑρεθῆναι
ὡς に属格絶対(τῶν στοιχείων ὀφειλόντων εὑρεθῆναι)が後続した構文で、アリストテレスが単純な物体を議論の対象に選んだ理由を注解者が主観的・合理的判断(「元素はそれらのうちに見出されるべきであると考えて」)として提示している。
- 3.48μή τί γε ἄπειρον
οὐδὲ γὰρ πεπερασμένον ... μή τί γε ἄπειρον は慣用的な対比構文。「有限なものすら[…ない]、まして無限なものなどなおさら[ありえない]」を表す。μή τί γε は a fortiori(なおさら・ましてや)の否定文文脈における定型表現。
