← キリキアのシンプリキオス

アリストテレス『天界について』注解

§616.21-618.16

稀薄と濃密による元素区別への批判と関係概念化

アリストテレスが元素を希薄さと濃密さ(あるいは部分の大小)によって区別する説を批判し、その帰結として諸元素が自体的な実体ではなく相対的な関係概念となってしまう難点を指摘している箇所を、シンプリキオスがアレクサンドロスの注解を引きつつ解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.42#1

" Ἔτι δὲ τὸ μὲν πυκνότητι καὶ μανότητι τὰ ἄλλα γεννᾶν ἕως τοῦ διὰ τὸ ἐνυπάρχειν ἐν τοῖς μείζοσι τοὺς τῶν ἐλαττόνων λόγους.1" Καὶ τοῦτο τὸ ἐπιχείρημα προσάγει τοῖς ἀπὸ τῶν μέσων μανότητι καὶ πυκνότητι τὰ ἄλλα γεννῶσι καὶ δείκνυσιν ἑπόμενον αὐτοῖς ἄτοπον τὸ πάντα τὰ γινόμενα ἀπὸ τοῦ παρ’ ἑαυτοῖς στοιχείου πρός τι λέγειν καὶ μὴ εἶναι καθ’ αὑτὸ τὸ μὲν πῦρ τὸ δὲ ὕδωρ τὸ δὲ ἀέρα. ὅτι δὲ τοῦτο συμβαίνει αὐτοῖς, συλλογίζεται οὕτως· τὸ μανότητι καὶ πυκνότητι τὰ ἄλλα γεννᾶν οὐδὲν διαφέρει ἢ λεπτότητι καὶ παχύτητι, εἴπερ τὸ μὲν μανὸν λεπτόν ἐστι, τὸ δὲ πυκνὸν παχύ· τὸ δὲ παχύτητι καὶ λεπτότητι τὰς διαφορὰς τῶν γινομένων ὁρίζειν τὸ αὐτό ἐστι τῷ μεγέθει καὶ σμικρότητι· καὶ διὰ τί, προστίθησι· λεπτὸν μὲν γάρ ἐστι τὸ μικρομερές, παχὺ δὲ τὸ μεγαλομερές· τὸ γὰρ ἐπεκτεινόμενον, φησίν, ἐπὶ πολὺ λεπτόν ἐστιν, ὡς μὴ πολλὴν οὐσίαν ἐν τῷ αὐτῷ τόπῳ ἔχον, τοιοῦτον δὲ τὸ ἐκ μικρῶν μερῶν συνεστώς· τοῦτο δὲ λέγουσιν αὐτοῖς συμβαίνει μεγέθει καὶ σμικρότητι διορίζειν2 τὴν τῶν ἄλλων οὐσίαν τῶν ἐκ τοῦ στοιχείου δηλονότι γινομένων. εἰ οὖν τὸ μέγα καὶ τὸ μικρὸν πρός τι, ὡς καὶ ἐν Κατηγορίαις διώρισται, εἰ καὶ ἐν τῇ Μετὰ τὰ φυσικὰ κατὰ τὸ ποσὸν αὐτὰ θεασάμενος ὑπὸ τὴν τοῦ ποσοῦ κατηγορίαν ἀνήγαγε, συμβήσεται τοῖς οὕτω διοριζομένοις ἅπαντα λέγειν πρός τι τὰ γινόμενα, καὶ οὐκ ἔσται ἁπλῶς τὸ μὲν πῦρ τὸ δὲ ὕδωρ τὸ δὲ ἀήρ, ἀλλὰ τὸ αὐτὸ πρὸς μὲν τόδε πῦρ πρὸς δὲ ἄλλο ἀήρ. ἂν γὰρ τὸ ὕδωρ, φησὶν ὁ Ἀλέξανδρος, τοσούτῳ μεῖζον ᾖ τοῦ ἀέρος, ὅσῳ τῆς γῆς ἔλαττον ὂν ὕδωρ ἐστίν, ἔσται ὡς μὲν πρὸς τὴν γῆν ὕδωρ, ὡς δὲ πρὸς τὸν ἀέρα γῆ, καὶ ὁ ἀὴρ πάλιν, ἂν τοσούτῳ τοῦ πυρὸς ὑπερέχῃ, ὅσῳ ἐλαττοῦται τοῦ ὕδατος, πρὸς μὲν τὸ ὕδωρ ἀὴρ ἔσται, πρὸς δὲ τὸ πῦρ ὕδωρ, καὶ πάλιν, ἂν ὁ ἀὴρ τοσούτῳ τοῦ ὕδατος ἐλάττων ᾖ, ὅσῳ αὐτοῦ τὸ πῦρ, ἔσται ὡς πρὸς ἐκεῖνο πῦρ ὂν ὡς πρὸς τὸ λεπτότερον αὐτοῦ σῶμα τὸ πῦρ, οὕτω τε τὸ αὐτὸ ἅμα ὕδωρ τε καὶ ἀὴρ ἔσται. οὐ γὰρ ὥριζον, φησίν, ὅτι τὸ ἐκ τοῦ τοσούτου στοιχείου ἀὴρ καὶ τὸ ἐκ τοῦ τοσούτου στοιχείου ὕδωρ, ἀλλ’ ἐν τῷ μείζονι καὶ ἐλάττονι εἶναι τοσῷδέ τινι ἐν τούτῳ ἐτίθεντο τὴν τῶν ἐκ τοῦ στοιχείου γινομένων αὐτοῖς πρὸς ἄλληλα διαφοράν. Εἶτα λοιπὸν κοινοποιεῖ τὴν δόξαν αὐτῶν τοῖς περὶ Δημόκριτον τοῖς τὰς ἀπείρους ἀτόμους ἀρχὰς ὑποτιθεμένοις καὶ μικρότητι καὶ μεγέθει τῶν ἀτόμων τὴν τῶν γινομένων ἐξ αὐτῶν διαφορὰν ἀνατιθεῖσιν, ὡς ἐρρήθη πρὸ ὀλίγου· γῆν γὰρ καὶ ὕδωρ καὶ ἀέρα ταύτῃ διαφέρειν ἔλεγον ἀλλήλων τῷ τὸ μὲν ἐκ μειζόνων τὸ δὲ ἐκ μικροτέρων συγκεῖσθαι τῶν αὐτῶν. λέγει δέ, ὅτι καὶ τούτοις ταὐτὸν ἕπεται. ἐπεὶ γὰρ μεγέθει καὶ μικρότητι τὰ στοιχεῖα διαφέρειν λέγουσιν ἀλλήλων, τὰ μεγέθη αὐτῶν ἐν λόγῳ τινὶ ἔσται πρὸς ἄλληλα· εἰ οὖν διὰ τὸν πρὸς ἄλληλα λόγον τῶν μεγεθῶν τῶν στοιχείων καὶ τὴν ὑπεροχὴν τὴν τοσήνδε τὸ μὲν γῆ ἐστι τὸ δὲ ὕδωρ τὸ δὲ ἀήρ, ὅ τι ἂν ᾖ σῶμα πρὸς ἄλλο σῶμα ἐν τῇ ὑπεροχῇ, ἐν ᾗ τὰ τῆς γῆς στοιχεῖα πρὸς τὰ τοῦ ὕδατος, ἔσται τὸ μὲν γῆ τὸ δὲ ὕδωρ, ὥστε, κἂν τὰ τοῦ ὕδατος στοιχεῖα τοσοῦτον ὑπερέχῃ τῶν τοῦ ἀέρος, ὅσον ὑπερέχεται ὑπὸ τῶν τῆς γῆς, ἔσται τὸ μὲν ὕδωρ γῆ ὁ δὲ ἀὴρ ὕδωρ πρὸς ἄλληλα· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. δύναται δέ, φησί, μὴ περὶ τῆς Δημοκρίτου δόξης ταῦτα λέγειν, ἀλλὰ πρὸς τοὺς λέγοντας τέσσαρα μὲν εἶναι τὰ στοιχεῖα, διαφέρειν δὲ αὐτὰ ἀλλήλων μεγέθει καὶ σμικρότητι. καὶ ἴσως ἔχει τινὰ τοῦτο λόγον, εἴπερ οἱ μὲν περὶ Δημόκριτον τὸ πῦρ οὐ τῷ μεγέθει μόνον ἀλλὰ καὶ τῷ σχήματι διαφέρειν τῶν ἄλλων λέγουσιν, ὁ δὲ Ἀριστοτέλης κοινὸν καὶ ἐπὶ τοῦ πυρὸς ποιεῖται τὸν λόγον. “Τὸ δὲ διὰ τὸ ἐνυπάρχειν ἐν τοῖς μείζοσι τοὺς τῶν ἐλαττόνων λόγους ἀσάφειάν τινα ἔχει, φησὶν ὁ Ἀλέξανδρος, εἴη δὲ ἂν τὸ λεγόμενον τοιοῦτον· διὰ τὸ τὰ μείζονά τινων ὄντα ἔχειν πρὸς ἄλλα τινὰ τὸν τῶν ἐλαττόνων λόγον· οὕτω γὰρ ἔχοντα, καθ’ ὃ μὲν πρός τινα τὸν τῶν μειζόνων λόγον ἔχει, ἔσται τινὰ τῶν μειζόνων ὡς πρὸς ἐκεῖνα, καθ’ ὃ δὲ πάλιν τὸν τῶν ἐλαττόνων, ἔσται πάλιν ὡς πρὸς ἐκεῖνα τῶν ἐλαττόνων τινά, οὕτω τε τὸ αὐτὸ πρὸς μὲν ἄλλο ὕδωρ ἔσται πρὸς δὲ ἄλλο γῆ.

「さらに、濃密さと希薄さによって他のものを生成させることは……から、より小さいものの比率がより大きいもののうちに存することによって、に至るまで。」 彼[アリストテレス]は、中間のものから希薄さと濃密さによって他のものを生成させる者たちに対してもこの論駁を適用し、自分たちの[措定する]元素から生じるすべてのものが関係概念であると彼らが語ることになり、火、水、空気がそれぞれ自体的に存在するのではないという不条理が彼らに帰結することを示す。そしてこれが彼らに起こることを、彼[アリストテレス]は次のように推論する。希薄さと濃密さによって他のものを生成させることは、微細さと粗大さ[によって生成させること]と何ら異ならない、もし希薄なものが微細であり、濃密なものが粗大であるとするなら。そして粗大さと微細さによって生成するものの差異を規定することは、大と小[によって規定すること]と同一である。そしてその理由を彼[アリストテレス]は付言する。なぜなら微細なものとは微小な部分からなるものであり、粗大なものとは大いなる部分からなるものだからである。実に、遠くまで広がるものは、同じ場所に多くの実体をもたないものとして微細であり、微小な部分から構成されたものがそのようなものであると彼[アリストテレス]は言う。そしてこのように言う彼らには、明らかに元素から生じる他のものの実体を大と小によって規定することが帰結する。それゆえ、もし大と小が『カテゴリー論』でも規定されたように関係概念であるならば――たとえ『形而上学』において彼がそれらを数量に即して考察し、量のカテゴリーのもとに還元したとしても――、このように規定する者たちには、生成するすべてのものが関係概念であると語ることが帰結し、一方が単的に火であり他方が水であり他方が空気であるということはなく、同一のものがこれに対しては火であり、他に対しては空気であるということになるであろう。なぜなら、アレクサンドロスが言うには、もし水が空気より大である度合いが、大地より小であって水である度合いと同じであるならば、[水は]大地に対しては水であるが、空気に対しては大地となり、また空気も、もし火を超越する度合いが、水より小である度合いと同じであるならば、水に対しては空気であるが火に対しては水となり、さらにまた、もし空気が水より小である度合いが、火がそれ[空気]より小である度合いと同じであるならば、[空気は]それに対して火でありつつ、それ自身より微細な物体である火に対して[は水]となり、こうして同一のものが同時に水でもあり空気でもあることになるからである。なぜなら彼らは、これだけの元素からなるものが空気であり、これだけの元素からなるものが水であると規定していたのではなく、これほどの大と小のうちにあるということ、このことのうちに、彼らにおいて元素から生じるものの相互の差異を置いていたからである、と彼[アレクサンドロス]は言う。次に、彼[アリストテレス]は彼らの見解を、無数の原子を原理と仮定し、少し前に述べられたように原子の小と大にそれらから生じるものの差異を帰するデモクリトスの一派の見解と共通のものとする。なぜなら彼らは、大地と水と空気が互いに異なっているのは、同一のもののうち、一方はより大きなものから、他方はより小さなものから構成されていることによる、と述べていたからである。そして彼[アリストテレス]は、これら[の論者]にも同一の事態が帰結すると言う。元素が互いに大と小によって異なると彼らが述べる以上、それらの大きさは互いに対して或る比率のうちにあるであろう。それゆえ、もし元素の大きさの相互の比率とこれほどの超過によって一方が大地であり、他方が水であり、他方が空気であるとするなら、大地の元素が水の元素に対してあるその超過のうちに、どのような物体が他の物体に対してあるのであれ、一方は大地であり他方は水であることになろう。その結果、たとえ水の元素が空気の元素を超過する度合いが、大地の元素によって超過されている度合いと同じであっても、水は大地となり、空気は水となるであろう、相互に対して。他のものについても同様である。しかし彼[アレクサンドロス]が言うには、彼[アリストテレス]はこれらのことをデモクリトスの見解について述べているのではなく、元素は四つであるがそれらは互いに大と小によって異なると述べる者たちに対して述べているということもありうる。そしてこのことにはおそらく何らかの理由がある。なぜなら、デモクリトスの一派は火が他のものと異なるのは大きさだけでなく形によってでもあると述べているのに対し、アリストテレスは議論を火についても共通のものとしているからである。「『より小さいものの比率がより大きいもののうちに存することによって』という句は、或る種の不明瞭さを持っているとアレクサンドロスは言う。そして言われていることは次のようなものであろう。或るものより大であるものが、他の或るものに対してはより小なるものの比率をもつことによって、である。なぜなら、そのようにあるものは、或るものに対してより大なるものの比率をもつ限りにおいては、それらに対してより大なるものの或るものとなり、他方でより小なるものの比率をもつ限りにおいては、それらに対して再びより小なるものの或るものとなるのであり、こうして同一のものが或るものに対しては水であり、他のものに対しては大地となるであろうからである。」

構文注2 件
  1. 3.42διὰ τὸ ἐνυπάρχειν ἐν τοῖς μείζοσι τοὺς τῶν ἐλαττόνων λόγους

    前置詞 διὰ と冠詞付き不定詞 τὸ ἐνυπάρχειν による原因句。不定詞の意味上の主語は対格 τοὺς τῶν ἐλαττόνων λόγους(「より小さいものの比率が」)であり、ἐν τοῖς μείζοσι(「より大きいもののうちに」)はその場所的補語である。アレクサンドロスはこの難解な句を、より大きいものが別の第三者に対してはより小さいものの比率をもつ(ἔχειν πρὸς ἄλλα τινὰ τὸν τῶν ἐλαττόνων λόγον)という意味に解釈している。

  2. 3.42τοῦτο δὲ λέγουσιν αὐτοῖς συμβαίνει μεγέθει καὶ σμικρότητι διορίζειν

    現在分詞与格 λέγουσιν は代名詞 αὐτοῖς に一致し、非人称動詞 συμβαίνει に対する利益・関心の与格として機能している。「彼らがこのように言うとき、[…ということが]彼らに帰結する」という構文。主語は後続の不定詞句 διορίζειν τὴν τῶν ἄλλων οὐσίαν である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:616.21-618.16