← キリキアのシンプリキオス

アリストテレス『天界について』注解

§539.4-540.21

直角落下と鉛直運動による大地の不動性の証明

シンプリキオスは、大地の平面に直角に落下する重りが幾何学的に大地の中心へと向かうことを示し、プトレマイオスの議論や投げ上げられた物体の鉛直落下を用いて、大地が中心にあり不動であるとするアリストテレスの結論を補強する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.62#3

Ἔστω δὴ μέγιστος κύκλος ἐν τῇ ἐπιφανείᾳ τῆς γῆς ὁ ΑΒΓ, καὶ ἤχθω ἐφαπτομένη τοῦ κύκλου εὐθεῖα ἡ ΔΕ, καὶ ἔστω βάρος τι τὸ Ζ φερόμενον ἐπὶ τὴν ἐφαπτομένην κατὰ τὴν ΖΑ εὐθεῖαν, ὥστε ἴσας εἶναι τὰς ὑπὸ ΖΑΔ ΖΑΕ γωνίας ἀλλήλαις. λέγω, ὅτι καὶ πᾶσα ἡ ὑπὸ ΖΑΒ γωνία πάσῃ τῇ ὑπὸ ΖΑΓ γωνίᾳ ἴση ἐστίν· αὗται δέ εἰσιν αἱ πρὸς τῷ ἐπιπέδῳ τῆς γῆς ὑπὸ τοῦ καταφερομένου βάρους γινόμεναι. ἐκβεβλήσθω ἡ ΖΑ ἐπὶ τὸ κέντρον τοῦ κύκλου τὸ Η· δέδεικται γάρ, ὅτι ἐπὶ τῆς πρὸς ὀρθὰς τῇ ἐφαπτομένῃ ἐστὶ τὸ κέντρον. ἐπεὶ οὖν ἴσαι εἰσὶν αἱ ΔΑΗ ΕΑΗ γωνίαι· ὀρθὴ γὰρ ἑκατέρα· ὧν ἡ ΗΑΓ τῇ ΗΑΒ ἴση ἐστὶ τῶν ἡμικυκλίων οὖσαι τοῦ ΑΒΓ κύκλου,1 καὶ λοιπαὶ ἄρα αἱ πρὸς τῷ Α κερατοειδεῖς ἴσαι ἀλλήλαις εἰσίν· εἰσὶ δὲ καὶ αἱ ὑπὸ ΖΑΔ ΖΑΕ ἴσαι· καὶ ὅλη ἄρα ἡ ὑπὸ ΖΑΓ ὅλῃ τῇ ὑπὸ ΖΑΒ ἴση ἐστί, καί εἰσιν αἱ πρὸς τῇ τῆς γῆς ἐπιφανείᾳ. Ὁ δὲ Πτολεμαῖος ἐν τῇ ἀρχῇ τῆς Συντάξεως ὑποθέμενος τὰ βάρη πρὸς ἴσας γωνίας καταφέρεσθαι, διὸ καὶ μένειν ἀκλινῆ καὶ οὐ πίπτειν, δείκνυσι καί, ὅτι πάντα ἐπὶ τὸ κέντρον ἐπείγεται. τοῦ γὰρ ΖΑ πρὸς ἴσας γωνίας ἑστῶτος, οἷον κίονός τινος, ἐὰν ἀπὸ τοῦ κέντρου ἐπὶ τὸ Α ἐπιζεύξωμεν εὐθεῖαν καὶ ἀπὸ τοῦ Α τῇ ΑΗ διαμέτρῳ πρὸς ὀρθὰς ἀναστήσωμεν τὴν ΔΕ, ἔσται ἡ ΖΑ τῇ ΑΗ ἐπ’ εὐθείας. ἐπεὶ γὰρ ὅλη ἡ ὑπὸ ΖΑΒ ὅλῃ τῇ ὑπὸ ΖΑΓ ὑπόκειται ἴση, ὧν ἡ κερατοειδὴς τῇ κερατοειδεῖ ἴση, διότι καὶ αἱ τῶν ἡμικυκλίων ἴσαι, καὶ λοιπὴ ἄρα ἡ ΖΑΔ ἴση τῇ ΖΑΕ· ὀρθὴ ἄρα ἑκατέρα. ὀρθαὶ δὲ καὶ αἱ ὑπὸ ΔΑΗ ΕΑΗ· δύο ἄρα ὀρθαὶ αἱ ὑπὸ ΖΑΔ ΔΑΗ· ὥστε μία εὐθεῖα ἡ ΖΑΗ διὰ τὸ ιδʹ τοῦ πρώτου τῶν Στοιχείων, οὗ ἡ πρότασίς ἐστι τοιαύτη· ἐὰν πρός τινι εὐθείᾳ καὶ τῷ πρὸς αὐτῇ σημείῳ δύο εὐθεῖαι μὴ ἐπὶ τὰ αὐτὰ μέρη κείμεναι τὰς ἐφεξῆς γωνίας δυσὶν ὀρθαῖς ἴσας ποιῶσιν, ἐπ’ εὐθείας ἔσονται ἀλλήλαις 〈αἱ〉 εὐθεῖαι. τὸ ἄρα Ζ βάρος ἐπὶ τὸ κέντρον οἰσθήσεται. Ὅλως δέ, εἰ μὴ πρὸς τὸ κέντρον συνένευε τὰ βάρη πάντα, ἀλλὰ καὶ παράλληλα ἐφέρετο, οὐκ ἂν πάντα ἐπὶ τὴν γῆν ἐφέρετο, ἀλλὰ παρήλλασσέ τινα τὴν γῆν· οὐ γὰρ παντὶ τῷ μεταξὺ παρεκτείνεται ἡ γῆ ἐν μέσῳ οὖσα. εἰ οὖν φέρεται κατὰ φύσιν ἐπὶ τὸ μέσον ἡ γῆ, καὶ μένει ἐν τῷ μέσῳ κατὰ φύσιν. Εἶτα καὶ ἄλλην ἀπόδειξιν ἐναργεστέραν προστίθησιν τοῦ μὴ κινεῖσθαι τὴν γῆν ὅλως μήτε περὶ τὸ μέσον μήτε ἀπὸ τοῦ μέσου· εἰ γὰρ τὰ βίᾳ ῥιπτούμενα ἄνω βάρη εἰς τὸν αὐτὸν πάλιν τόπον κατὰ στάθμην καταφέρεται, κἂν εἰς ἄπειρον ἡ δύναμις ἀναρριπτῇ, ὥστε καὶ χρόνον πολὺν γενέσθαι μεταξὺ τῆς ἀναρρίψεως καὶ τῆς πτώσεως,2 οὐ κινεῖται ἡ γῆ. εἰ γὰρ ἡ γῆ ἐκινεῖτο, καὶ τόπον ἐκ τόπου παρήλλασσε τὰ μόρια αὐτῆς, ἐπ’ ἄλλον τόπον ἂν κατεφέρετο τὸ ἀναρριφθὲν καὶ οὐκ εἰς ἐκεῖνον, ἀφ’ οὗ ἀνερρίφθη. Δείξας δὲ ἄμφω τὰ προβλήματα, καὶ ὅτι ἐν τῷ μέσῳ ἐστὶν ἡ γῆ καὶ ὅτι ἀκίνητος οὔτε κύκλῳ περὶ τὸ μέσον οὔτε ἐπ’ εὐθείας κινουμένη, κοινὸν ἐπήγαγε συμπέρασμα φανερὸν εἶναι λέγων ἐκ τῶν εἰρημένων, ὅτι οὔτε κινεῖται οὔτε ἐκτὸς κεῖται τοῦ μέσου, ὃ ταὐτόν ἐστι τῷ καὶ ἐν τῷ μέσῳ κεῖσθαι καὶ ἠρεμεῖν.

大地の表面における大円をΑΒΓとし、その円の接線として直線ΔΕが引かれたとし、ある重りΖが直線ΖΑに沿って接線へと運ばれ、角ΖΑΔと角ΖΑΕが互いに等しいとする。私は、角ΖΑΒの全体もまた角ΖΑΓの全体と等しいと主張する。そしてこれらこそが、下降する重りによって大地の平面に対して作られる角である。直線ΖΑが円の中心Ηへと延長されたとせよ。なぜなら、接線に対する垂線の上に中心があることは証明されているからである。それゆえ、角ΔΑΗと角ΕΑΗは等しく(なぜなら双方が直角だからである)、これらのうち角ΗΑΓは角ΗΑΒと等しいので(これらは円ΑΒΓの半円[の角]であるから)、残りの点Αにおける角状角も互いに等しい。そして角ΖΑΔと角ΖΑΕも等しい。したがって、角ΖΑΓの全体も角ΖΑΒの全体と等しく、これらこそが大地の表面に対する角である。 他方、プトレマイオスは『構文論』の冒頭において、重いものが等しい角をなして下降すること、それゆえ傾かずに留まり倒れないことを前提としたうえで、すべてのものが中心へと向かうことも証明している。なぜなら、ある柱のようにΖΑが等しい角をなして立っているとき、もし中心から点Αへと直線を結び、点Αから直径ΑΗに対して直角にΔΕを立てるならば、ΖΑはΑΗと一直線をなすことになるからである。なぜなら、角ΖΑΒの全体が角ΖΑΓの全体と等しいと仮定されており、これらのうち角状角は角状角と等しく(半円の角も等しいからである)、したがって残りの角ΖΑΔも角ΖΑΕと等しく、ゆえに双方が直角だからである。そして角ΔΑΗと角ΕΑΗも直角である。したがって角ΖΑΔと角ΔΑΗは二直角である。それゆえ、『原論』第1巻の第14定理――その命題は「ある直線およびその上の一点に対して、同じ側に位置しない二つの直線が隣接する角を二直角に等しくするならば、それらの直線は互いに一直線をなすであろう」というものである――により、ΖΑΗは一つの直線である。したがって重りΖは中心へと運ばれるであろう。 一般に、もしすべての重りが中心へと収斂せず、平行にも運ばれるとすれば、すべてのものが大地の上へと運ばれることはなく、大地を通り過ぎて外れてしまうものもあるであろう。なぜなら、中心にある大地は、中間のあらゆる空間に広がっているわけではないからである。それゆえ、もし大地が本性上中心へと運ばれるならば、本性上中心に留まりもする。 次いで彼は、大地が中心の周りにも中心から離れてもまったく動かないことの、より明瞭な別の証明をも付け加える。なぜなら、もし力づくで上方へと投げ上げられた重りが、たとえ投げ上げる力が無限に達して投射と落下との間に多くの時間が生じるとしても、鉛直に再び同一の場所へと下降するならば、大地は動いていないのである。なぜなら、もし大地が動いており、その諸部分が場所から場所へと移り変わるならば、投げ上げられたものはそこから投げ上げられた場所ではなく、別の場所へと下降するであろうからである。 こうして、大地が中心にあること、および中心の周りを円を描いて動くことも直線上に動くこともなく静止していることの双方の課題を示したのち、彼は共通の結論を付け加え、述べられた事柄から、大地が動くこともなく中心の外に位置することもないのは明白であると言っているが、これは中心に位置することと静止していることの双方と同じことである。

構文注2 件
  1. 2.62ὧν ἡ ΗΑΓ τῇ ΗΑΒ ἴση ἐστὶ τῶν ἡμικυκλίων οὖσαι τοῦ ΑΒΓ κύκλου

    関係代名詞 ὧν は先行する二つの直角(ΔΑΗ, ΕΑΗ)に対する部分の属格。続く τῶν ἡμικυκλίων οὖσαι は女性複数分詞(主格)であり、省略された角(γωνίαι)を意味上の主語として「それらが円ΑΒΓの半円の角であることから」という理由を表す。τῶν ἡμικυκλίων は角の性質・種類を示す述語的属格である。

  2. 2.62κἂν εἰς ἄπειρον ἡ δύναμις ἀναρριπτῇ, ὥστε καὶ χρόνον πολὺν γενέσθαι μεταξὺ τῆς ἀναρρίψεως καὶ τῆς πτώσεως

    κἂν(καὶ ἐάν)は接続法 ἀναρριπτῇ を伴う譲歩節(「たとえ投げる力が無限に達するとしても」)を導き、主文の条件文(εἰ γὰρ τὰ βίᾳ ῥιπτούμενα...)の内部に挿入されている。続く ὥστε は不定詞 γενέσθαι を伴ってその譲歩的仮定から生じる結果を表す(「その結果、投射と落下の間に多くの時間が生じるとしても」)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:539.4-540.21