← キリキアのシンプリキオス

アリストテレス『天界について』注解

§522.1-523.33

クセノパネスとタレスの大地説に対する批判

シンプリキオスは、クセノパネスの大地無限説とタレスの大地浮水説に対するアリストテレスの批判を解説し、特にタレス説に対する三つの論駁(同等の難問の反復、軽重の自然的位置、部分と全体に関する対偶論法)を整理する。次いで、問題の不適切な解決が生じる原因として事柄そのものではなく論敵との対話に安住する傾向を指摘し、『トピカ』に依拠して固有の差異と共通性の把握の重要性を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.55

" Οἱ μὲν γὰρ διὰ ταῦτα ἄπειρον τὸ κάτω τῆς γῆς εἶναί φασιν ἕως τοῦ πάσας τεθεωρηκέναι τὰς διαφοράς." Ὑπὸ τῆς ἀπορίας, φησί, κινούμενοι πάντες, μὴ βουλόμενοι δὲ πράγματα ἔχειν μέχρι τοσούτου ζητοῦντες, ἕως οὗ εὕρωσι τὴν κυριωτάτην αἰτίαν, ἕκαστος τὸ προχείρως ἐπελθὸν ἀπεφήνατο, ὥσπερ Ξενοφάνης ὁ Κολοφώνιος τὸ ἄπειρον τὸ κάτω τῆς γῆς εἶναι καὶ διὰ τοῦτο μένειν αὐτήν.1 ἀγνοῶ δὲ ἐγὼ τοῖς Ξενοφάνους ἔπεσι τοῖς περὶ τούτου μὴ ἐντυχών, πότερον τὸ κάτω μέρος τῆς γῆς ἄπειρον εἶναι λέγων διὰ τοῦτο μένειν αὐτήν φησιν ἢ τὸν ὑποκάτω τῆς γῆς τόπον καὶ αἰθέρα ἄπειρον καὶ διὰ τοῦτο ἐπ’ ἄπειρον καταφερομένην τὴν γῆν δοκεῖν ἠρεμεῖν·2 οὔτε γὰρ ὁ Ἀριστοτέλης διεσάφησεν οὔτε τὰ Ἐμπεδοκλέους ἔπη διορίζει σαφῶς· “γῆς” γὰρ “βάθη” λέγοιτο ἂν καὶ ἐκεῖνα, εἰς ἃ κάτεισιν. Ἀλλὰ ταύτην μὲν οὐδὲ ἀντιλογίας ἠξίωσε τὴν δόξαν ὡς παντελῶς ἀπίθανον, ἐπ’ αὐτῇ δὲ τὴν Θαλοῦ τοῦ Μιλησίου τίθησιν ἐφ’ ὕδατος λέγοντος ὀχεῖσθαι τὴν γῆν ὥσπερ ξύλον ἢ ἄλλο τι τῶν ἐπινήχεσθαι τῷ ὕδατι πεφυκότων. πρὸς ταύτην δὲ τὴν δόξαν ὁ Ἀριστοτέλης ἀντιλέγει μᾶλλον ἴσως ἐπικρατοῦσαν διὰ τὸ καὶ παρ’ Αἰγυπτίοις οὕτως ἐν μύθου σχήματι λέγεσθαι καὶ τὸν Θαλῆν ἴσως ἐκεῖθεν τὸν λόγον κεκομικέναι. τρία δὲ τῆς ἀντιλογίας ἐστὶν ἐπιχειρήματα, ἓν μὲν χαριέντως ἅμα ἐπισκῶπτον ὡς οὐδὲν ἧττον ἀπόρῳ τὸ ἄπορον λύειν ἐπιχειροῦντας· τὸ γὰρ αὐτὸ ἄν τις καὶ περὶ τοῦ ὕδατος τοῦ ὑποκειμένου τῇ γῇ ζητήσοι, ἐπὶ τίνος αὐτὸ βεβηκὸς ὀχεῖ τὴν γῆν· οὐδὲ γὰρ τὸ ὕδωρ πέφυκε μένειν μετέωρον ὥσπερ οὐδὲ ἡ γῆ. δεύτερον δέ ἐστι τοιοῦτον· εἰ τὰ κουφότερα πέφυκε τοῖς βαρυτέροις ἐπιπολάζειν, τὰ δὲ βαρύτερα τοῖς κουφοτέροις ὑφίστασθαι, καί ἐστιν ὥσπερ ἀὴρ ὕδατος οὕτως ὕδωρ γῆς κουφότερον, πῶς οἷόν τε τὸ κουφότερον κατωτέρω κεῖσθαι τοῦ βαρυτέρου τὴν φύσιν; τρίτον δὲ κατὰ τὴν σὺν ἀντιθέσει λεγομένην ἀντιστροφήν·3 εἰ ὅλη πέφυκε μένειν ἐφ’ ὕδατος ἡ γῆ, δῆλον, ὅτι καὶ τῶν μορίων αὐτῆς ἕκαστον δυνατὸν ἐποχεῖσθαι τῷ ὕδατι· ἀλλὰ μὴν οὐ φαίνεται τοῦτο γινόμενον· τὸ γὰρ τυχὸν μόριον ἐμβληθὲν εἰς ὕδωρ οὐχ ἵσταται, ἕως ἂν εἰς τὸν πυθμένα τοῦ ὕδατος ἔλθῃ· τοῦτο γὰρ σημαίνει τὸ βυθίζεται· καὶ θᾶττον φέρεται τὸ μεῖζον, ἐξ οὗ δῆλον, ὅτι, εἴπερ ὑπέθου τῇ γῇ ὕδωρ, ἡ ὅλη γῆ θᾶττον ἂν παντὸς μορίου καταβυθισθείη· ὥστε καὶ ἡ ἐπιφορὰ τοῦ συλλογισμοῦ δηλονότι· οὐκ ἄρα πέφυκεν ἡ ὅλη γῆ μένειν ἐφ’ ὕδατος. Εἰπὼν δὲ ταῦτα τὴν αἰτίαν ἡμῖν καθόλου τοῦ μὴ καλῶς λύειν τὰς ἀπορίας θαυμαστῶς παρεγύμνωσεν· ἐοίκασι γάρ, φησί, μέχρι τινὸς ζητεῖν, ἀλλ’ οὐ μέχρι τοσούτου τῆς ἀπορίας, μέχρις οὗ δυνατὸν ἦν ἐπαπορεῖν ταῖς τοιαύταις λύσεσι· διὸ τὴν τυχοῦσαν λύσιν εἰπόντες ἠρκέσθησαν. ὅτι δὲ τοῦτο οὕτως ἔχει, πιστοῦται ἐκ τοῦ πᾶσιν ἡμῖν σύνηθες εἶναι μὴ πρὸς τὸ πρᾶγμα τὸ προτιθέμενον ποιεῖσθαι τὴν ζήτησιν, ἀλλὰ πρὸς τὸν τὰ ἐναντία λέγοντα· ἐὰν γὰρ τοῦτον ἀποπλήσωμεν, ἀρκούμεθα, κἂν μὴ πάσας ἡμῖν τὰς ἀπορίας προήγαγεν, ὅσαι τοῦ πράγματός εἰσιν οἰκεῖαι. καὶ τοῦτο πάλιν ὅτι οὕτως ἔχει, πιστοῦται, ἐξ ὧν αὐτός τις ἕκαστος ἡμῶν ἑαυτῷ πάσχοντι σύνοιδεν ἐν ταῖς ζητήσεσι· καὶ γὰρ μέχρι τοσούτου καθ’ ἑαυτὸν ἕκαστος περὶ τοῦ προτιθεμένου ζητεῖ, ἕως ἄν μηκέτι ἔχῃ ἀντιλέγειν αὐτὸς ἑαυτῷ· τότε γὰρ μηδὲν ἄπορον ἔτι νομίζομεν ὑπολείπεσθαι. διὰ τοῦτο οὖν δεῖ τὸν μέλλοντα καλῶς ζητήσειν πάσας ἐπεσκέφθαι τὰς ἀπορίας τὰς οἰκείας τῷ προκειμένῳ πράγματι καὶ κατὰ πάσας ἐνίστασθαι, εἴτε πρὸς ἑαυτὸν εἴτε πρὸς ἄλλον ποιεῖται τὴν ζήτησιν· οὕτω γὰρ αἱ τῶν ἀποριῶν λύσεις τὸ τέλειον ἕξουσιν. Οἰκείας δὲ ἐνστάσεις λέγει τὰς ἀπ’ αὐτοῦ τοῦ πράγματος εἰλημμένας καὶ μὴ σοφιστικάς. ἀπορήσομεν δὲ καὶ ἐνστησόμεθα κατὰ πάσας τὰς οἰκείας τῷ πράγματι ἐνστάσεις, ἐὰν ὦμεν πάσας τὰς διαφοράς, αἷς διαφέρει τῶν ἄλλων τὸ προκείμενον εἰς ζήτησιν, ἐπεσκεμμένοι· καὶ γὰρ τῷ τὴν διαφορὰν τῆς γῆς μὴ διεγνωκέναι τὴν πρὸς τὸ ξύλον ἠπατήθησαν οἱ τὴν γῆν ἐπινήχεσθαι τῷ ὕδατι λέγοντες, διότι τὸ ξύλον ἑώρων ἐπινηχόμενον. τοῦτο δὲ καὶ ἐν τῷ πρώτῳ τῶν Τοπικῶν εἶπε χρήσιμον εἶναι ἓν τῶν πρὸς εὐπορίαν ἐπιχειρημάτων τὸ τὰς διαφορὰς ἐγνωκέναι πάσας τὰς πρὸς ἄλληλα μάλιστα τῶν κοινωνεῖν ἀλλήλοις δοκούντων. Τοῦτο δὲ νῦν εἰπὼν ἡμῖν παρῆκε συννοεῖν, ὅτι καὶ τὰς κοινωνίας πάσας δεῖ τεθεωρηκέναι τῶν διαφερόντων· καὶ γὰρ ἀπὸ τούτων ἀπορίαι κινοῦνται πολλαί. ἔστι δὲ τὰ ἐν τοῖς Τοπικοῖς πρὸς εὐπορίαν συλλογισμῶν εἰρημένα συντελεῖν τὸ προτάσεις εὑρεῖν,4 ἡ τοῦ πολλαχῶς λεγομένου διαίρεσις, τὸ τὰς οἰκείας διαφορὰς εὑρεῖν τοῦ προκειμένου, ἡ τοῦ ὁμοίου θεωρία.

「というのも、ある者たちはこれらのことのゆえに大地の底は無限であると言う、[…すべての差異を観察しているに至るまで]。」 彼が言うには、すべての者がこの難問に駆り立てられながらも、最も固有の原因を見出すまで探求し骨折ることを望まないために、各自が手近に思い浮かんだことを公言したのである。それはあたかも、コロポンのクセノパネスが大地の底が無限であること、そしてこのゆえに大地は静止していると公言したようなものである。しかし、このことに関するクセノパネスの詩句に行き当たっていない私には、彼が大地の底の部分が無限であると言ってこのゆえに大地は静止していると言っているのか、それとも大地の真下の場所とアイテールが無限であり、このゆえに大地は無限に落下しつつ静止しているように見えると言っているのかは判らない。というのも、アリストテレスも明言しなかったし、エンペドクレスの詩句も明確に決定していないからである。実際、大地が下っていく先の空間も「大地の深み」と呼ばれうるであろう。だが彼は、この意見はまったく信憑性がないものとして論駁に値するとさえ見なさず、これに続けて、大地は木や水に浮かぶ本性を持つ他の何かのように水の上に乗っていると述べるミレトスのタレスの説を置く。そしてアリストテレスはこの意見に対して反論を加えている。この説がおそらくより優勢であったのは、エジプト人の間でも神話の形でこのように語られており、タレスも十中八九そこからこの説を持ち帰ったからである。そして論駁の議論は三つある。一つは、難問を何ら難問に劣らないものによって解決しようと試みているとして同時に巧みに揶揄するものである。というのも、大地の下にある水についても、それが何の上に立脚して大地を支えているのか、同じ問いを誰かが発するであろうからだ。実際、水もまた大地と同様に、宙に浮いて静止する本性を有してはいないのである。第二の議論は次のようなものである。もしより軽いものがより重いものの上に浮き、より重いものがより軽いものに沈み込む本性を持ち、空気が水に対してそうであるように水も大地に対してより軽いなら、本性上より軽いものがより重いものの下位にあることがどうしてありえようか。第三は、否定対立を伴う換位と呼ばれるものによる。もし大地全体が水の上に留まる本性を持つなら、その部分の各々も水の上に乗りうることは明らかである。しかし実際には、そうなるようには見えない。というのも、任意の破片は水の中に投じられると、水の底に至るまで静まることがないからである。沈むとはまさにこのことを意味する。そしてより大きなものはより速く運ばれる。ここから明らかなように、もし大地の下に水を仮定したなら、大地全体はあらゆる破片よりも速く底に沈むであろう。したがって、推論の帰結も明らかである。ゆえに、大地全体が水の上に留まる本性を持つのではない。これらを述べたのち、彼は難問が適切に解決されない全般的な原因を私たちに見事に暴露した。というのも、彼が言うには、彼らはある程度までは探求するものの、そのような解決策に対してもさらに難問を提起しうる限界までは難問を探求しようとしないように見える。それゆえ、手当たり次第の解決策を口にして満足してしまったのである。そしてこのことがこの通りであることは、私たち全員が探求を提示された事柄そのものに向けるのではなく、反対のことを言う者に向けて行うのが習慣となっていることから証明される。というのも、もしこの相手を満足させれば、たとえその事柄に固有である限りの難問のすべてを相手が私たちに持ち出さなかったとしても、私たちは満足してしまうからである。そしてこのことが再びこの通りであることは、私たち自身の各人が探求において自身に経験していると自覚している事柄からも証明される。実際、各人は提示された事柄について、自分自身に対してそれ以上反論できなくなる限界まで一人で探求する。そのとき私たちは、もはや何の難問も残されていないとみなすからである。それゆえ、適切に探求しようとする者は、提示された事柄に固有である難問をすべて考察し、探求を自分自身に向けて行おうと他者に向けて行おうと、それらすべてに基づいて異論を提出しなければならない。このようにしてこそ、難問の解決は完全なものとなるであろうからである。そして彼が固有の異論と呼んでいるのは、事柄そのものから取られたものであり、詭弁的なものではない異論のことである。そして私たちは、探求のために提示された事柄が他のものと異なっているところのすべての差異を考察し終えているならば、その事柄に固有のすべての異論に従って難問を立て、反論するであろう。実際、大地が水の上に浮かぶと述べる者たちは、木が浮かぶのを見たがゆえに、大地と木との差異を見分けていなかったことによって欺かれたのである。そしてこのことは、『トピカ』の第1巻においても、議論を豊富に得るための手段の一つとして、とりわけ互いに共通性を持つように思われるものどもの、相互の差異をすべて知っていることが有用であると彼が述べていたことである。いまこのことを述べることによって、彼は私たちに、異なっているものどものすべての共通性をも観察していなければならないことを推知させた。実際、これらからも多くの難問が生じるからである。そして『トピカ』において、推論を豊富に得ることに寄与すると語られているのは、命題の発見、多義的に語られるものの区分、提示された事柄に固有の差異の発見、類似したものの観察である。

構文注4 件
  1. 2.55ὥσπερ Ξενοφάνης ὁ Κολοφώνιος τὸ ἄπειρον τὸ κάτω τῆς γῆς εἶναι καὶ διὰ τοῦτο μένειν αὐτήν

    直前の主動詞 ἀπεφήνατο(公言した)の目的語として、中性単数対格の定冠詞 τὸ が導く二つの対格不定詞句(ἄπειρον τὸ κάτω τῆς γῆς εἶναι と διὰ τοῦτο μένειν αὐτήν)が結びついている。

  2. 2.55πότερον τὸ κάτω μέρος τῆς γῆς ἄπειρον εἶναι λέγων διὰ τοῦτο μένειν αὐτήν φησιν ἢ τὸν ὑποκάτω τῆς γῆς τόπον καὶ αἰθέρα ἄπειρον καὶ διὰ τοῦτο ἐπ’ ἄπειρον καταφερομένην τὴν γῆν δοκεῖν ἠρεμεῖν

    間接疑問節 πότερον ... ἤ ... の構造。前半は τὸ κάτω μέρος τῆς γῆς ἄπειρον εἶναι λέγων [αὐτὸς] διὰ τοῦτο μένειν αὐτήν φησιν であり、後半の ἤ の後には [λέγων φησὶ] が省略され、対格不定詞構文(τὸν ... τόπον καὶ αἰθέρα ἄπειρον [εἶναι] および τὴν γῆν δοκεῖν ἠρεμεῖν)が並列されている。

  3. 2.55κατὰ τὴν σὺν ἀντιθέσει λεγομένην ἀντιστροφήν

    論理学術語で、条件文の前件と後件を否定して入れ替える推論、すなわち対偶(contraposition)を指す。「否定対立(ἀντίθεσις)を伴う換位(ἀντιστροφή)」として文字通りの構文を保ちつつ対偶論法を指示している。

  4. 2.55ἔστι δὲ τὰ ἐν τοῖς Τοπικοῖς πρὸς εὐπορίαν συλλογισμῶν εἰρημένα συντελεῖν τὸ προτάσεις εὑρεῖν

    主語は後半の四つの名詞句・冠詞付き不定詞句(τὸ προτάσεις εὑρεῖν, ἡ διαίρεσις, τὸ ... εὑρεῖν, ἡ θεωρία)であり、述語部が前置されている。ἔστι δὲ τὰ ... εἰρημένα συντελεῖν は分詞 εἰρημένα が不定詞 συντελεῖν(πρὸς εὐπορίαν συλλογισμῶν を伴う)を支配して「『トピカ』において推論を豊富に得ることに寄与すると語られたものは[以下のものである]」という叙述をなし、τὸ προτάσεις εὑρεῖν は列挙の第一項である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:522.1-523.33