- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:445.20-446.25
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスの議論を敷衍し、天と星々の双方が固有の運動をしているという仮説を批判して、星々の速度が軌道円の大きさに比例することは連続的な球体の回転としては必然的だが、星々自身の独立した運動としては自然の理法からも説明がつかないことを論証する。
εἰ γὰρ ἐφαπτόμενος τοῦ κύκλου ὁ ἀστὴρ καὶ ἰδίαν κίνησιν κινούμενος ἐπ’ αὐτοῦ ἰσοταχῶς κινοῖτο, προστιθεμένης τῆς τοῦ ἀστέρος κινήσεως ἀνάγκη δὶς ἀποκαθίστασθαι τὸν ἀστέρα, ἕως οὗ ὁ κύκλος ἅπαξ ἀποκαθίσταται, ὥστε ὑπὲρ γῆς φαίνεσθαι γινόμενον τὸν ἀστέρα· μὴ ἐφαπτόμενος δέ, εἰ μὲν θᾶττον τοῦ κύκλου κινοῖτο, προσεπιλαμβάνει τι αὐτοῦ, εἰ δὲ βραδύτερον, ὑπολείπει. τοῦτο δὲ οὐκ εὔλογον, φησί, τὸ ἰσοταχεῖς εἶναι τοὺς ἀστέρας τοῖς κύκλοις· ἐπειδὴ γὰρ ἐν τῇ σφαίρᾳ οἱ μείζονες καὶ ἐλάττονες κύκλοι περὶ τὸ αὐτὸ κέντρον ἢ περὶ τὸν αὐτὸν πόλον ὄντες συναποκαθίστανται μέν, ἀλλ’ οἱ μὲν μείζονες θᾶττον κινούμενοι, οἱ δὲ ἐλάττονες βραδύτερον, εἰ καὶ οἱ ἀστέρες συναποκαθίστανται τοῖς κύκλοις, ἐφ’ ὧν κινοῦνται, ἀνάλογον ἕξει τὰ τάχη τῶν ἀστέρων πρὸς τὰ μεγέθη τῶν κύκλων, ὥστε, ὅσῳ μείζων ὁ ἰσημερινὸς τοῦ ἀεὶ φανεροῦ, τοσούτῳ θάττων ὁ ἐπὶ τοῦ ἰσημερινοῦ ἀστὴρ τοῦ ἐπὶ τοῦ ἀεὶ φανεροῦ· καὶ γὰρ ὁ ἰσημερινὸς τοῦ ἀεὶ φανεροῦ τοσούτῳ θάττων. ἀλλὰ τοὺς μὲν κύκλους ἀνάλογον ἔχειν τοῖς μεγέθεσι τὰ τάχη οὐ μόνον εὔλογον, ἀλλὰ καὶ ἀναγκαῖον, εὔλογον μέν, ὅτι κατὰ λόγον καὶ ἀναλογίαν τὰ τάχη συνήρμοσται τοῖς μεγέθεσιν, εἴπερ οἱ μείζους θᾶττον κινοῦνται, ἀναγκαῖον δέ, ὅτι οἱ κύκλοι οὐκ εἰσὶν αὐτοὶ καθ’ αὑτοὺς ἀπολελυμένοι τῆς σφαίρας καὶ κινούμενοι· συνεχὲς γὰρ ἐκεῖνο τὸ σῶμα· ἀλλὰ τῆς σφαίρας κινουμένης καὶ ἀποκαθισταμένης ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ καὶ οἱ κύκλοι, καθ’ ὧν φέρεται τὰ ἄστρα, συναποκαθίστανται πάντες οἵ τε μείζονες καὶ οἱ ἐλάττονες· πῶς γὰρ οἷόν τε τῆς σφαίρας συνεχοῦς οὔσης καὶ κύκλῳ περιενεχθείσης τὸ μέν τι ἤδη αὐτῆς ἀποκαθεστάναι, τὸ δὲ μήπω; ἐπὶ δὲ τῶν ἀστέρων καθ’ αὑτοὺς κινουμένων οὐκέτι εὔλογον τὴν αὐτὴν ἀναλογίαν ὑπάρχειν τοῦ τάχους αὐτῶν πρὸς τὸ τάχος, ἣν ἔχει τὰ μεγέθη τῶν κύκλων πρὸς ἄλληλα· ἀνάγκη γὰρ ἢ τοὺς κύκλους αἰτίους εἶναι τῆς τοιαύτης ἀναλογίας, ὡς ἐξ ἀνάγκης τὸν ἐπὶ τοῦ μείζονος κύκλου κινούμενον θᾶττον κινεῖσθαι, ἢ τῶν ἀστέρων αὐτῶν δι’ ἑαυτοὺς ὁ μὲν θάττων ἐστίν, ὁ δὲ βραδύτερος. ἀλλ’, εἰ μὲν οἱ κύκλοι αἴτιοι, ἀνάγκη μετατεθέντας κατ’ ἐπίνοιαν τοὺς ἀστέρας τὸν μὲν πρότερον τάχιστον τῷ ἐπὶ τοῦ μεγίστου καὶ ταχίστου κύκλου κινεῖσθαι βραδύτατον γίνεσθαι1 τῷ ἐπὶ τοῦ ἐλαχίστου καὶ βραδυτάτου κεῖσθαι κύκλου καὶ ἀνάπαλιν· οὕτω δὲ οὐκέτι ἂν εἶεν οἰκείαν κίνησιν κινούμενοι οἱ ἀστέρες, ἀλλ’ ὑπὸ τῶν κύκλων περιφερόμενοι. εἰ δὲ δι’ αὑτοὺς οἱ ἀστέρες, οἱ μὲν θάττονες ὄντες, οἱ δὲ βραδύτεροι, συνδιῃρέθησαν οἰκείως τοῖς κύκλοις, οἱ μὲν θάττονες τοῖς μείζοσι καὶ θάττοσιν, οἱ δὲ βραδύτεροι τοῖς βραδυτέροις καὶ βραχυτέροις, ἢ κατὰ φυσικόν τινα καὶ προηγούμενον λόγον τοῦτο γέγονεν ἢ ἐκ ταὐτομάτου συνέπεσεν. ἀλλὰ τὸ μὲν κατὰ φυσικὸν λόγον προδήλως ἐστὶν ἀδύνατον, διὸ καὶ παρῆκεν ἴσως τοῦτο τὸ τμῆμα τῆς διαιρέσεως· εἰ γὰρ ἐν πᾶσι τοῖς κατὰ φύσιν τὸ μεῖζον σῶμα θᾶττον φέρεται τὴν αὑτοῦ φοράν, ὡς αὐτὸς μετ’ ὀλίγον ἐρεῖ· καὶ γὰρ ἡ μείζων βῶλος θᾶττον ἐπὶ τὸ κάτω φέρεται καὶ τὸ μεῖζον πῦρ θᾶττον ἐπὶ τὸ ἄνω· οὐκ ἂν οἱ μείζονες ἀστέρες κατὰ φυσικὸν λόγον βραδύτεροι γινόμενοι τοῖς βραχυτέροις καὶ βραδυτέροις κύκλοις συνηρμόζοντο.2
なぜなら、もし星が円に接し、かつそれ自身に固有の運動を円の上で動くものとして[円と]等速で動くとするなら、星の運動が付け加わることで、円が一度復帰する間に星は二度復帰することが必然となり、その結果、星が地の上に[一度の回転の間に二度]現れることになるからである。他方、もし[星が]接していないとして、円より速く動くとするなら、それは円より先へ進み、より遅く動くとするなら、取り残されることになる。そして、星々が円と等速であることは合理的ではない、と彼は言う。なぜなら、球体においては大円と小円が同一の中心または同一の極の周りにありながら同時に復帰するものの、大円はより速く動き、小円はより遅く動くのであるから、もし星々もそれらがその上を動いている諸々の円とともに同時に復帰するのだとすれば、星々の速度は円の大きさに対して比例関係をもつことになり、その結果、分点円が常時現れる円よりも大きい分だけ、分点円上の星は常時現れる円上の星よりも速いことになるであろうからである。実際、分点円は常時現れる円よりもそれだけ速いのである。しかし、諸々の円がその大きさに比例した速度をもつことは、合理的であるだけでなく必然的でもある。合理的であるというのは、より大きな円がより速く動くとするなら、速度が大きさに比率と比例に従って適合させられているからであり、必然的であるというのは、諸々の円それ自体が球体から切り離されて動いているのではないからである――というのも、あの物体は連続的だからである――。むしろ、球体が動いて同じ[位置]から同じ[位置]へと復帰するとき、星々がそれに沿って運ばれる諸々の円も、より大きなものもより小さなものも、すべて同時に復帰するのである。というのも、球体が連続的であり、円を描いて回転するときに、そのある部分はすでに復帰しているのに、別の部分はまだ復帰していないなどということが、どうしてありえようか。これに対し、星々がそれ自身で動く場合については、円の大きさが互いに対してもつ比と同じ比が星々の速度相互の間に成り立つとすることは、もはや合理的ではない。なぜなら、円がそのような比例関係の原因であり、その結果、より大きな円の上を動くものが必然的に、より速く動くことになるか、あるいは星々自身が自分自身によって一方はより速く、他方はより遅いのか、のいずれかでなければならないからである。しかし、もし円が原因であるとするなら、思考の上で星々を入れ替えた場合、以前には最大かつ最速の円の上を動くことによって最速であったものが、最小かつ最遅の円の上にあることによって最遅となり、その逆もまた然りとなることが必然である。しかしこれでは、星々はもはや固有の運動を動いているのではなく、円によって回転させられていることになろう。他方、もし星々が自分自身によって、あるものはより速く、あるものはより遅いものとして、円にふさわしく分割合致させられたのであり、より速いものはより大きくより速い円に、より遅いものはより遅くより短い円に[合致させられた]とするなら、これは何か自然で本来的な理法に従って生じたか、偶然から生じたかのいずれかである。しかし、自然の理法に従うということは明白に不可能であり、それゆえにこそ彼はおそらく分割のこの区分を省いたのである。なぜなら、もしすべての自然的なものにおいて、より大きな物体は自身の固有の運行においてより速く運ばれるとするなら――このことは彼自身も少し後に述べるであろう、実際、より大きな土塊は下方へより速く運ばれ、より大きな火は上方へより速く運ばれるからである――、より大きな星々が自然の理法に従ってより遅くなり、より短くより遅い円に適合させられるということはありえないであろうからである。
- 2.31μετατεθέντας κατ’ ἐπίνοιαν τοὺς ἀστέρας τὸν μὲν πρότερον τάχιστον ... βραδύτατον γίνεσθαι
非人称表現 ἀνάγκη に導かれる対格不定詞構文。全体としての対格主語 τοὺς ἀστέρας に一致する分詞 μετατεθέντας(思考上転置されたなら、という仮定条件)が置かれた後、部分同格によって τὸν μὲν πρότερον τάχιστον が不定詞 γίνεσθαι の意味上の主語として機能している。
- 2.31εἰ γὰρ ἐν πᾶσι τοῖς κατὰ φύσιν τὸ μεῖζον σῶμα θᾶττον φέρεται ... οὐκ ἂν οἱ μείζονες ἀστέρες ... συνηρμόζοντο
前件(εἰ+直説法現在 φέρεται)で自然学の一般原則を真なる前提として提示しつつ、後件(οὐκ ἄν+未完了過去直説法 συνηρμόζοντο)で反実仮想の帰結を導く混合条件文。自然の原則が正しければ、大きな星がより遅い円に配されるという現実は自然な理法によるものではありえない、という不条理(帰謬法)を示している。
