- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:424.16-425.26
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
シンプリキオスは、円運動が時間・間隔・運動において始点・中間・終点をもたないゆえに極点も加減速ももたず等速であることを論証し、アレクサンドロスによる「すべての不等速な運動」の解釈を補足した上で、この論証が惑星運動の不等速性にも適用されうる難点に注意を促す。
Μήποτε δὲ1 τὴν ἀρχὴν καὶ τὸ μέσον καὶ τὸ τέλος οὐ τοπικῶς λαμβάνει μόνον ὁ Ἀριστοτέλης, ἀλλὰ καὶ χρονικῶς καὶ κατὰ τὴν κίνησιν. δηλοῖ δὲ καὶ αὐτὸς τὴν ἐλάττονα πρότασιν τὴν λέγουσαν, ὅτι ἡ κύκλῳ φορὰ οὔτε ἀρχὴν ἔχει οὔτε μέσον οὔτε τέλος, ὑπομιμνήσκων διὰ τοῦ τῷ τε γὰρ χρόνῳ ἀΐδιος καὶ τῷ μήκει συνηγμένη καὶ ἄκλαστος· ὥστε μήτε κατὰ τὸν χρόνον ἀρχὴν ἔχειν ἢ μέσον ἢ τέλος μήτε κατὰ τὴν φορὰν ἢ τὸ διάστημα κυκλικὰ ὄντα· τὸ γὰρ τῷ μήκει συνηγμένον καὶ ἄκλαστον καὶ περὶ τῆς κύκλῳ φορᾶς εἴρηται· περὶ γὰρ αὐτῆς ἦν προσεχῶς ὁ λόγος· διὸ καὶ θηλυκῶς προήχθη, κἂν ἀπὸ μεταφορᾶς εἴρηται τοῦ μεγέθους καὶ τοῦ μήκους, ἐφ’ οὗ τὸ συνηγμένον καὶ τὸ ἄκλαστον κυρίως ἐπαληθεύει. τὸ μὲν γὰρ συνηγμένον, ὅτι περιφερὲς καὶ οὐκ εὐθύ· τὸ γὰρ εὐθὺ ἀρχὴν ἔχει καὶ μέσον καὶ τέλος· τὸ δὲ ἄκλαστον, ὅτι οὕτω συνηγμένον ὥστε μὴ κεκλάσθαι, ἵνα μὴ παρὰ τὴν κλάσιν ἐξοχῆς τινος γινομένης καὶ ἀρχή τις ᾖ καὶ τέλος καὶ ἀνωμαλία. καὶ αὐτὸς δὲ ὁ Ἀλέξανδρος προελθὼν διὰ τούτων, ὧν ἐγὼ παρεθέμην τοῦ Ἀριστοτέλους, δηλοῦσθαί φησιν, ὅτι τὸ μέσον οὐ τὸ μεταξὺ τοῦ ἄνω τε καὶ κάτω λέγει, εἴπερ φησὶ τῷ τε χρόνῳ ἀΐδιος καὶ τῷ μήκει συνηγμένη καὶ ἄκλαστος. εἰ τοίνυν ἡ κύκλῳ κίνησις οὔτε ἀρχὴν οὔτε μέσον οὔτε τέλος ἔχει, τὸ δὲ ἀκμὴν ἔχον ἢ ἀρχὴν ἢ μέσον ἢ τέλος ἔχει, ἡ κύκλῳ ἄρα κίνησις ἀκμὴν οὐκ ἔχει· εἰ οὖν τὸ μὴ ἔχον ἀκμὴν οὔτε ἐπίτασιν οὔτε ἄνεσιν ἔχει, εἴπερ ἡ ἀκμὴ πάντως ἢ πέρας ἐστὶ τῆς ἐπιτάσεως ἢ ἀρχὴ τῆς ἀνέσεως, ἡ κυκλοφορία ἄρα οὔτε ἀκμὴν οὔτε ἐπίτασιν οὔτε ἄνεσιν ἔχει· ἡ 〈δὲ〉 ἀνώμαλος κίνησις ἀκμὴν ἔχει καὶ ἢ ἐπίτασιν ἢ ἄνεσιν· ἡ κυκλοφορία ἄρα ἀνώμαλον κίνησιν οὐκ ἔχει. Καλῶς δὲ ὁ Ἀλέξανδρος ἐσημειώσατο, ὅτι καὶ ἐξ ὧν ὁ Ἀριστοτέλης λέγει οὐκ ἀνάγκη πᾶν τὸ κινούμενον ἀνωμάλως καὶ ἐν ἐπιτάσει καὶ ἐν ἀκμῇ γίνεσθαι καὶ ἐν ἀνέσει. οὔτε γὰρ τὰ τὴν ἀκμὴν ἔχοντα ἐν τῇ τῆς κινήσεως ἀρχῇ ἔχοι ἂν ἐπίτασιν· ἡ γὰρ ἐπίτασις ὁδός ἐστιν ἐπὶ τὴν ἀκμὴν καὶ πρὸ τῆς ἀκμῆς γίνεται, ταῦτα δὲ ἀπὸ τῆς ἀκμῆς ἄρχεται· οὔτε αὖ πάλιν, ὧν ἡ ἀκμὴ πρὸς τῷ πέρατι, ταῦτα ἄνεσιν καὶ παρακμὴν οἷόν τε ἔχειν· ἡ γὰρ ἄνεσις, ἐν οἷς ἔστι, μετὰ τὴν ἀκμήν ἐστι, τούτοις δὲ ἡ ἀκμὴ πρὸς τῷ τέλει. ὅταν οὖν ὁ Ἀριστοτέλης λέγῃ ἅπασα γὰρ ἡ ἀνώμαλος φορὰ καὶ ἄνεσιν ἔχει καὶ ἐπίτασιν καὶ ἀκμήν, οὐχ ὡς πάσης πάντα2 ἐχούσης, ἀλλὰ τῆς πάσης τὰ πάντα, ἑκάστης δέ, εἰ καὶ μὴ πάντα, ἀλλὰ ἀκμήν γε πάντως καὶ τῶν λοιπῶν τὴν ἑτέραν. τοῖς μὲν γὰρ κατὰ φύσιν ἐπίτασίς ἐστι καὶ ἀκμή, τοῖς δὲ παρὰ φύσιν ἀκμὴ καὶ ἄνεσις, τοῖς δέ, ὡς λέγει, ῥιπτουμένοις ἐπίτασις καὶ ἀκμὴ καὶ ἄνεσις. Ἀξιῶ δὲ ἐφιστάνειν, εἰ μὴ3 κατὰ τὰ αὐτὰ λήμματα καὶ τῆς τοῦ πλανωμένου κινήσεως τὸ ἀνώμαλον ἀποφάσκοιτο· καὶ γὰρ καὶ ἐπὶ τούτου ἀληθές, ὅτι καὶ τῷ χρόνῳ ἀίδιος καὶ τῷ μήκει συνηγμένη καὶ ἄκλαστος, ὥστε μήτε κατὰ τὸν χρόνον μήτε κατὰ τὴν κίνησιν μήτε κατὰ τὸ διάστημα ἀρχὴν ἔχειν ἢ μέσον ἢ τέλος· εἰ δὲ μὴ ταῦτα, οὐδὲ ἀκμήν, εἴπερ ἐν ἑνὶ τούτων ἡ ἀκμή· εἰ δὲ μὴ ἀκμήν, οὔτε ἐπίτασιν οὔτε ἄνεσιν· εἰ δὲ μήτε ἀκμὴν μήτε ἐπίτασιν μήτε ἄνεσιν, οὐδὲ ἀνωμαλίαν. ὅτε οὖν ὁ Ἀριστοτέλης περὶ τῆς κινήσεως εἰπών, ὅτι ὁμαλής ἐστιν, ἐπήγαγε λέγω δὲ τοῦτο περὶ τοῦ πρώτου οὐρανοῦ καὶ περὶ τῆς πρώτης φορᾶς, ὡς ἐπὶ τούτου τὸν λόγον ἐποιήσατο βουλόμενος αὐτῷ καὶ τὰ φαινόμενα μαρτυρεῖν.
だが、ことによるとアリストテレスは始点・中間・終点を場所的にのみ捉えているのではなく、時間的にも、運動に即しても捉えているのではないか。彼自身も、「円運動は始点も中間も終点ももたない」と述べる小前提を、次のように念押しして明らかにしている――「現に、時間においては永遠であり、長さにおいてはまとめ合わされ、折れ曲がっていないからである」。その結果、時間に関しても始点や中間や終点をもたず、円的である運動や間隔に関しても[それらを]もたない。「長さにおいてまとめ合わされ、折れ曲がっていない」という句は、円運動についても言われているからである。現に、直前で論じられていたのはまさにそれについてであった。それゆえ、たとえ[この表現が]「まとめ合わされ、折れ曲がっていない」ということが本来的に真となる大きさや長さからの比喩によって言われているとしても、女性形によって導出されたのである。というのも、「まとめ合わされた」というのは、[線が]円周的であって直線的ではないことによる。直線的なものは始点と中間と終点をもつからである。また「折れ曲がっていない」というのは、屈折によってある突出が生じて始点や終点や不等速性が生じることがないよう、折れ曲がらないようにまとめ合わされているからである。アレクサンドロス自身も論を進めて、私が引いたアリストテレスのこれらの語句によって、もし「時間においては永遠であり、長さにおいてはまとめ合わされ、折れ曲がっていない」と言うのであれば、[アリストテレスが]中間と言っているのは上方と下方の中間のことではない、ということが明らかにされていると述べている。それゆえ、もし円運動が始点も中間も終点ももたず、極点をもつものは始点か中間か終点をもつとすれば、したがって円運動は極点をもたない。もし極点をもたないものが加速も減速ももたないとすれば――極点とはどうしても加速の極限であるか減速の始点であるのだから――、したがって円運動は極点も加速も減速ももたない。そして不等速な運動は極点をもち、加速か減速のいずれかをもつ。したがって円運動は不等速な運動をもたない。 またアレクサンドロスが適切に指摘したように、アリストテレスが言っていることからも、不等速に運動するあらゆるものが加速にも極点にも減速にもあるようになる必然性はない。なぜなら、運動の始点に極点をもつものは加速をもつことができないだろうからである。加速とは極点への途上であり、極点より前に生じるものであるが、これらは極点から始まるからである。他方また、極点が限界の側にあるものは、減速や衰微をもつことが不可能である。なぜなら減速とは、それがあるものにおいては極点の後にあるが、これらにおいては極点は終点の側にあるからである。したがって、アリストテレスが「現に、すべての不等速な運動は減速も加速も極点ももつ」と言うとき、あらゆる運動がこれらすべてをもつという意味ではなく、運動の全体がこれらすべてをもつのであって、個々の運動は、すべてをもつわけではないとしても、少なくとも極点と、残りの二つのうちの一方を必ずもつという意味である。なぜなら、自然に従うものには加速と極点があり、自然に反するものには極点と減速があり、彼が言うように投げられるものには加速と極点と減速があるからである。 しかし、同じ前提に従って、遊星(惑星)の運動の不等速性も否定されることになるのではないか、と注意を促したい。なぜなら、遊星の場合にも「時間においては永遠であり、長さにおいてはまとめ合わされ、折れ曲がっていない」ということは真であり、その結果、時間に関しても運動に関しても間隔に関しても始点や中間や終点をもたないからである。そしてもしこれらをもたないならば、極点をももたない――極点はこれら[の三つ]のうちの一つにおいて存するのだから。そしてもし極点をもたないならば、加速も減速ももたない。そして極点も加速も減速ももたないならば、不等速性ももたない。それゆえ、アリストテレスが運動について「等速である」と言った後に、「しかし私はこのことを第一の天について、また第一の運動について言っている」と付け加えたとき、現象もまた彼のために証言することを欲して、これ〔第一の天〕に関するものとして議論を行ったのである。
- 2.21Μήποτε δὲ
否定辞 μή に不定副詞・小辞 ποτε が結合した控えめな断定(「〜ではないだろうか」「ことによると〜かもしれない」)を導く成句的用法。ここでは直前のチャンクで紹介されたアレクサンドロスの「場所的解釈」に対して、アリストテレスの意図を時間や運動の広がりにも拡張して捉える自身の解釈を導入している。
- 2.21οὐχ ὡς πάσης πάντα ἐχούσης, ἀλλὰ τῆς πάσης τὰ πάντα
絶対属格(ὡς+分詞)による理由・様態の表現。集合的(collective)把握と配分的(distributive)把握の対比を冠詞の有無で端的に表現している。πάσης(無冠詞)は「個々のすべての運動が[三要素の]すべて(πάντα)をもつ」という配分的解釈を否定し、τῆς πάσης(冠詞付き)は「運動の総体・全体(全体の類)が[三要素の]すべてをもつ」という集合的解釈を示す。
- 2.21Ἀξιῶ δὲ ἐφιστάνειν, εἰ μὴ
動詞 ἀξιῶ は不定詞(ἐφιστάνειν「注意を向ける、考察する」)を伴って「〜することがふさわしいと考える」「注意を促したい」の意。これに続く間接疑問・懸念を表す εἰ μή 節(接続法ではなく希求法 ἀποφάσκοιτο を伴う)は、「〜ではないか(〜が否定されてしまうのではないか)」という検討すべきアポリア(難点)を提起している。
