← キリキアのシンプリキオス

アリストテレス『天界について』注解

§414.18-415.31

水の球形性に基づく天と上層元素の球形の論証

シンプリキオスは『天体論』2巻4章287a30のレンマに基づき、水が球形であることから空気・火・天球が球形であると導く第4の証明を論じる。アレクサンドロスは同論証が物体の内表面しか球形に規定できないと疑義を呈したが、シンプリキオスは各層の流動性と天球の円滑な相互回転・摩擦の不在から、論証が自足的であることを擁護する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.17

" Λάβοι δὲ ἄν τις καὶ ἐκ τῶν περὶ τὸ μέσον ἕως τοῦ ὅτι σφαιροειδής ἐστιν ὁ οὐρανός." Τέταρτος οὗτος λόγος σφαιροειδῆ δεικνύων τὸν οὐρανὸν ἀπὸ τοῦ σφαιροειδὲς εἶναι τὸ ὕδωρ, καὶ οὐ μόνον τὸν οὐρανόν, ἀλλὰ καὶ τὰ ὑπὲρ τὸ ὕδωρ γενητὰ καὶ φθαρτὰ στοιχεῖα τόν τε ἀέρα καὶ τὸ πῦρ· περὶ γὰρ τῆς γῆς, ὅτι καὶ αὐτὴ σφαιροειδὴς ὡς πρὸς αἴσθησιν, ὕστερον ἀποδείξει. ὁ δὲ λόγος καὶ ἐνταῦθα τοιοῦτος· εἰ ἡ τοῦ ὕδατος ἐπιφάνεια σφαιροειδής, τὸ δὲ τῷ σφαιροειδεῖ συνεχὲς ἢ πανταχόθεν αὐτοῦ ἁπτόμενον ἀνάγκη καὶ αὐτὸ σφαιροειδὲς εἶναι, οὕτω δὲ ἔχει πρὸς τὸ ὕδωρ ὁ ἀὴρ διὰ τὸ μηδὲν εἶναι μεταξὺ κενόν, καὶ ὁ ἀὴρ σφαιροειδὴς ἂν εἴη· διὰ τὰ αὐτὰ δὲ καὶ τὸ τὸν ἀέρα περιέχον πῦρ τοιοῦτον καὶ τὰ ἐφεξῆς καὶ ἁπτόμενα τῶν ὑφ’ ἑαυτὰ κατὰ τὸν αὐτὸν λόγον μέχρι τῆς ἀπλανοῦς. πρὸς ταύτην δὲ τὴν ἀπόδειξιν ὁ Ἀλέξανδρος ἐνίσταται λέγων, ὅτι τὰς μὲν ἐντὸς ἐπιφανείας τοιαύτας εἶναι δεικνύοι ἂν κατὰ τήνδε τὴν δεῖξιν, οὐ μέντοι γε καὶ τὰς ἐκτός, ἀλλ’ ὄντος μὲν καὶ τοῦ αἰθερίου σώματος σφαιροειδοῦς εἴη ἂν καὶ τὰ ἄλλα τὰ μέχρι τοῦ ὕδατος σφαιροειδῆ,1 εἴ γε τὴν μὲν ἐκτὸς ἐπιφάνειαν διὰ τὰ ὑπερκείμενα ἔχουσι σφαιροειδῆ, τὴν δὲ ἐντὸς διὰ τὰ ὑποκείμενα. ἴσως δέ, φησίν, ὅσον ἐπὶ τούτοις τοῖς λόγοις, οὔτε ἡ τοῦ ἀέρος ἐκτὸς ἐπιφάνεια οὔτε τοῦ πυρὸς ἡ ἐντὸς ἀνάγκην ἔχουσιν εἶναι σφαιροειδεῖς· ἢ ἀνάγκη; φησί· καὶ γὰρ ὁ ἀὴρ ὑγρὸς ὢν ὥσπερ τὸ ὕδωρ συρρέων εἰς τὰ κοῖλα σφαιρικὴν ποιεῖ τὴν ἐκτὸς ἐπιφάνειαν, ὥσπερ καὶ τὸ ὕδωρ· εἰ δὲ τοῦτο τοιοῦτον, καὶ ἡ τοῦ πυρὸς ἐπιφάνεια ἡ ἐντὸς εἴη ἂν σφαιρική, ἡ δέ γε ἐκτός, ἂν ᾖ τὸ σῶμα τὸ θεῖον σφαιρικόν, ὡς ἐδείχθη πρότερον. οὕτω δὲ δι’ ἀμφοτέρων, φησί, τῶν δείξεων εἴη δεδειγμένον τὸ τὰ μέσα σώματα ἑκατέραν ἐπιφάνειαν ἔχειν σφαιρικήν, τὴν μὲν ἐκτὸς διὰ τὸ περιέχον, τὴν δὲ ἐντὸς διὰ τὸ περιεχόμενον. Ταῦτα μὲν ὁ Ἀλέξανδρος, ὁ δὲ Ἀριστοτέλης ὡς διὰ τοῦτον τὸν λόγον σφαιροειδοῦς δεικνυμένου τοῦ οὐρανοῦ καὶ ἀρχόμενος αὐτοῦ ‘τοῦ σφαιροειδῆ’ φησιν ‘ἐξ ἀνάγκης εἶναι τὸν οὐρανὸν’ λάβοι ἄν τις τὴν πίστιν καὶ ἐκ τῶν περὶ τὸ μέσον ἱδρυμένων σωμάτων, καὶ συμπεραινόμενος δὲ αὐτὸν ὥστε, φησί, κἂν διὰ τοῦτο φανερὸν εἴη, ὅτι σφαιροειδής ἐστιν ὁ οὐρανός. πῶς οὖν ἡμεῖς τὸ ἥμισυ τῆς ἀποδείξεως μόνον ἐκ τούτου φαμὲν εἰλῆφθαι τοῦ λόγου; μήποτε οὖν αὐτάρκης καὶ οὗτος καθ’ αὑτόν ἐστιν, εἰ τῇ τοῦ Ἀριστοτέλους ἀκριβείᾳ τὸν νοῦν προσέχοιμεν. εἰ γὰρ ὁ ἀὴρ διὰ μὲν τὸ ὕδωρ σφαιροειδὲς ὂν τὴν ἁπτομένην αὐτοῦ κοίλην ἐπιφάνειαν ἔχει σφαιρικήν, διὰ δὲ τὸ περιρρεῖν πανταχόθεν τῷ ὕδατι σφαιρικῷ ὄντι καὶ ἐκτὸς σφαιροῦται, δῆλον, ὅτι καὶ τοῦ πυρὸς ἡ ἐντὸς σφαιρικὴ ἔσται· ἡ δὲ ἐκτὸς ἀπ’ ἀνατολῆς ἐπὶ δύσιν τῇ ἀπλανεῖ συγκινεῖται, ὡς δηλοῖ τὰ ἐν αὐτῇ συνιστάμενα φάσματα, κομῆται καὶ δοκίαι καὶ τὰ τοιαῦτα, συνανατέλλοντα καὶ συνδύνοντα τοῖς ἀπλανέσιν ἄστροις· τοῦ οὖν τὴν σελήνην φέροντος σώματος ἐπ’ ἀνατολὴν ἀπὸ δύσεως κινουμένου πανταχόθεν ἐφαπτόμενον τοῦ φέροντος τὴν σελήνην σώματος τὸ πῦρ, εἰ μὴ λεῖον εἴη, κωλύοι τε ἂν καὶ κωλύοιτο κινεῖσθαι·2 ὥστε καὶ διὰ τούτου δῆλον, ὅτι ἡ ἐντὸς ἐπιφάνεια τῆς σελήνης σφαιροειδής ἐστιν. ἀλλὰ μὴν καὶ ἡ ἐκτός· ἰδίαν γὰρ πάλιν ἡ σελήνη κίνησιν κινεῖται παρὰ τὴν τοῦ Ἑρμοῦ, καὶ τοῦτο μέχρι τῆς ἀπλανοῦς ἀνιοῦσιν. ὅλως δὲ τῶν ὑπὸ σελήνην σφαιρικῶν δειχθέντων ἀτοπώτατον ἂν ἦν τὰ οὐράνια χεῖρόν τι τοῦ σφαιρικοῦ σχῆμα ἔχειν. ὀρθῶς οὖν εἶπε καὶ τὰ ἄνω σώματα κατὰ τὸν αὐτὸν λόγον.

「また、中心の周りにある諸物体からも得られるであろう」から「天が球形であること」まで。 これは、水が球形であることから天が球形であることを示す第四の論証であり、天だけでなく水の上にある生成消滅する諸元素、すなわち空気と火もそうであることを示すものである。なぜなら大地については、それ自身も感覚に対して球形であることを彼は後で論証するからである。そしてここでの論拠も次のようなものである。すなわち、もし水の表面が球形であり、球形のものに連続しているか、あるいは至る所でそれに接しているものも自身が球形であることが必然であり、しかも間にはいかなる虚空も存在しないことによって空気が水に対してそのような関係にあるならば、空気もまた球形であるだろう。そして同じ理由により、空気を包容する火もそのようなものであり、同順序で続き自身の下にあるものに接している諸物体も、恒星天に至るまで同じ理路によってそうである。しかしアレクサンドロスはこの論証に対して異論を唱え、次のように述べている。この証明によれば、内部の表面がそうであることは示されうるであろうが、しかし外部の表面までもがそうであることは決して示されない。むしろ、アイテール的物体が球形であることによって初めて、水に至るまでの他の諸物体も球形であることになるだろう、もし外部の表面は上位にある諸物体によって、内部の表面は下位にある諸物体によって球形を持っているのだとすれば。そしておそらく、と彼[アレクサンドロス]は言う、これらの議論に依拠する限りでは、空気の外部の表面も火の内部の表面も球形である必然性を持たない。あるいは必然的であろうか、と彼は言う。実際、空気も水と同様に流動的であって、窪んだ場所へと流れ集まることで、水と同じように外部の表面を球形にするからである。そしてもしこれがそうであるなら、火の内部の表面も球形であろうし、外部の表面は、以前に論証されたように神的な物体が球形であるならば、[球形であろう]。そしてこのようにして、彼が言うには、両方の証明を通じて、中間の諸物体が両方の表面を球形として持っていること、すなわち外部の表面は包容するものによって、内部の表面は包容されるものによって持っていることが論証されたことになるであろう、と。 アレクサンドロスは以上のように論じているが、アリストテレスは、天がこの論拠によって球形であると論証されるものとして、その論証を始めるにあたっても「天が必然的に球形であること」についての確信を「中心の周りに据えられた諸物体からも得るであろう」と述べており、またそれを締めくくるにあたっても「したがって、これによっても天が球形であることは明らかであろう」と述べている。それならばなぜわれわれは、証明の半分だけがこの議論から得られたなどと言うのであろうか。それゆえ、もしわれわれがアリストテレスの厳密さに精神を向けるならば、この議論もそれ自体で自足的であるのではないだろうか。なぜなら、もし空気が、水が球形であることによってそれに接する自らの凹面を球形に保ち、また球形である水の周囲にあらゆる側から流動して巡ることによって外部においても球状をなすならば、火の内部の表面も球形になることは明白だからである。そして[火の]外部の表面は、東から西へと恒星天に伴われて運動する(このことは、その中で生じる彗星や梁状流星などの現象が、恒星たちと共に昇り共に沈むことによって示される)。したがって、月を運ぶ物体が西から東へと運動しているとき、月を運ぶ物体に至る所で接している火は、もし滑らかでなければ、運動を妨げもし、運動することを妨げられもするであろう。したがってこれによっても、月の内部の表面が球形であることは明白である。そればかりか外部の表面もそうである。なぜなら月はまた水星の運動とは異なる固有の運動を行っており、このことは恒星天に至るまで上昇していっても同様であるからである。一般に、月下の諸物体が球形であることが示された以上、天上の諸物体が球形よりも劣る何らかの形を持つとするのは極めて不合理であろう。したがって彼は、上位の諸物体についても同じ理路にしたがって[球形であると]正しく語ったのである。

構文注2 件
  1. 2.17ἀλλ’ ὄντος μὲν καὶ τοῦ αἰθερίου σώματος σφαιροειδοῦς εἴη ἂν καὶ τὰ ἄλλα τὰ μέχρι τοῦ ὕδατος σφαιροειδῆ

    ὄντος ... σφαιροειδοῦς は属格独立構文で、後続の希求法+ἄν(εἴη ἄν)に対して前提・条件的な関係を表す。アレクサンドロスは、天球(アイテール)の球形性を前提として初めて下方へと球形性が及ぶのであり、下方(水)から上方へと球形性を導くアリストテレスの議論の方向性を批判している。

  2. 2.17τοῦ οὖν τὴν σελήνην φέροντος σώματος ἐπ’ ἀνατολὴν ἀπὸ δύσεως κινουμένου πανταχόθεν ἐφαπτόμενον τοῦ φέροντος τὴν σελήνην σώματος τὸ πῦρ, εἰ μὴ λεῖον εἴη, κωλύοι τε ἂν καὶ κωλύοιτο κινεῖσθαι

    文頭の τοῦ ... σώματος ... κινουμένου は属格独立構文(時・状況を表す)。主文の主語は τὸ πῦρ であり、現在分詞 ἐφαπτόμενον がそれに一致する。主動詞は κωλύοι τε ἂν καὶ κωλύοιτο(希求法+ἄν)で、εἰ μὴ λεῖον εἴη という仮定条件節(潜在的・反実仮想的条件)を受けている。「もし滑らかでないならば、互いに運動を妨害し合うことになるであろう」という帰結を導く構造。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:414.18-415.31