- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:41.1-42.25
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスの「より完全なものは本性上先立ち、より単純である」という命題に対する宇宙と部分をめぐる難問と、アレクサンドロスによる時間と形相に基づく解決を検討し、シンプリキオスは時間の先行ではなく本性的統一性の観点から全体が部分より先立ち単純であると論じる。続いて、混合物における支配的要素の議論を確認し、クセナルコスおよびピロポノスによる四元素説に基づく反論を論駁する。
Ταῦτα μὲν οὖν πρὸς τὴν τῶν Ἀριστοτέλους σαφήνειαν εἰρήσθω· ἀποροῦσι δέ τινες, ὥς φησιν Ἀλέξανδρος, πρὸς τὸν εἰρημένον λόγον, ὅτι τὸ τελειότερον πρότερον τῇ φύσει καὶ τὸ πρότερον ἁπλούστερον· εἰ γὰρ τελειότερος ὁ κόσμος ἑκάστου τῶν ἐξ ὧν ἔστι, τὸ δὲ τελειότερον πρότερον, τὸ δὲ πρῶτον καὶ ἁπλοῦν, ἔσται ὁ κόσμος καὶ πρότερος τῶν ἐξ ὧν ἔστι καὶ ἁπλούστερος ἐκείνων· οὐ προυπάρχει δὲ ὁ κόσμος τῶν αὑτοῦ μερῶν, ὥς φησιν Ἀλέξανδρος, οὐ μὴν οὐδὲ ἁπλούστερος δοκεῖ ὁ ἐξ ἐκείνων συγκείμενος. ἐνδοὺς δὴ τούτοις ὁ Ἀλέξανδρος πειρᾶται λύειν τὴν ἀπορίαν τῷ τὸν μὲν κόσμον τελειότερον ὡς περιεκτικώτερον λέγεσθαι, τὴν δὲ κύκλῳ κίνησιν τῆς ἐπ’ εὐθείας καὶ τὸν κύκλον τῆς εὐθείας οὐχ ὡς περιέχοντα, ἀλλ’ ὡς κατὰ τὸ εἶδος·1 ἐπὶ τούτων οὖν τῶν κεχωρισμένων ἀληθές, φησί, τὸ τελειότερον καὶ πρότερον καὶ ἁπλούστερον εἶναι, ἐπὶ δὲ τῶν ὅλων καὶ τῶν μερῶν οὐκέτι. τελειότερον μὲν γάρ, φησί, καὶ τὸ ὅλον τῶν αὑτοῦ μερῶν καὶ τῇ φύσει καὶ τῇ οὐσίᾳ πρῶτον, ἀλλ’ οὐκέτι καὶ τῷ χρόνῳ· τὸ γὰρ πρὸς τῷ ἁπλοῦν εἶναι καὶ τέλειον τοῦτο καὶ τῷ χρόνῳ πρῶτον. ὅτι δὲ ἡ κύκλῳ κίνησις προτέρα τῆς ἐπ’ εὐθείας οὐ τῇ οὐσίᾳ μόνον ἀλλὰ καὶ τῷ χρόνῳ, ἔδειξεν ὁ Ἀριστοτέλης ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως. ταῦτα μὲν ὁ Ἀλέξανδρος. μήποτε δὲ οὐ κατὰ χρόνον εἴληπται τὸ πρότερον· οὐ γὰρ ἦν χρόνος, ὅτε κυκλικὴ μὲν κίνησις ἦν, ἡ δὲ ἐπ’ εὐθείας οὐκ ἦν, κἂν αἰτία ἀεὶ ταύτης ἐκείνη, οὐδὲ ἔτι μᾶλλον, ὅτε κύκλος μὲν ἦν, εὐθεῖα δὲ οὐκ ἦν· ἀλλὰ κατὰ φύσιν. σαφῶς γοῦν εἶπεν ὁ Ἀριστοτέλης τὸ γὰρ τέλειον πρότερον τῇ φύσει τοῦ ἀτελοῦς καὶ πάλιν ὥστε, εἴπερ ἡ μὲν προτέρα κίνησις προτέρου τῇ φύσει σώματος. καὶ ὁ κόσμος οὖν τελειότερος ὢν τῶν μερῶν πρότερος αὐτῶν ἐστι τῇ φύσει, ὡς καὶ ὁ Ἀλέξανδρος ὁμολογεῖ, οἶμαι δέ, καὶ ἁπλούστερος· εἰ γὰρ πρότερος τῇ φύσει, μᾶλλον ἡνωμένος, τὸ δὲ μᾶλλον ἡνωμένον τῷ ἑνὶ συγγενέστερον, τὸ δὲ τοιοῦτον ἁπλούστερον. ἡμεῖς δὲ οὐκ εἰς τὴν ὁλότητα τοῦ κόσμου τὴν ἡνωμένην βλέποντες, καθ’ ἣν ἓν ζῷόν ἐστιν εἰκὼν τοῦ νοητοῦ ζῴου, ἀλλ’ εἰς τὸ πλῆθος αὐτοῦ τὸ διακεκριμένον, καὶ τοῦτο κόσμον λέγοντες ἁπλούστερον τοῦ ὅλου τὸ μέρος νομίζομεν καὶ πρότερα τὰ μέρη· καίτοι τὸ ὅλον ἀπὸ τῆς ἑαυτοῦ ἑνώσεως ἐν ἑαυτῷ προάγει τὴν οἰκείαν διάκρισιν. συναποδείξας δέ, ὅτι ἡ κύκλῳ κίνησις οὐ μόνον τελειοτέρου ἐστὶ καὶ πρώτου, ἀλλὰ καὶ ἁπλοῦ σώματος ἁπλῆ οὖσα, ἵνα καθολικώτερος ὁ λόγος ᾖ, κἂν ἁπλοῦν κἂν μικτὸν εἴη τὸ σῶμα τὸ οὐράνιον, ἐπάγει τῶν γὰρ μικτῶν τὴν φορὰν ἔφαμεν εἶναι κατὰ τὸ ἐπικρατοῦν ἐν τῇ μίξει τῶν ἁπλῶν, ὡσεὶ ἔλεγε· καὶ τῶν μικτῶν γὰρ τὴν φορὰν καὶ τὰ ἑξῆς. κἂν σύνθετος οὖν ὢν ὁ οὐρανὸς κύκλῳ κινῆται, πάντως ἔστι τι ἐν αὐτῷ ἁπλοῦν, οὗ κατὰ τὴν ἐπικράτειαν κινεῖται τὴν κύκλῳ κίνησιν. Ἀπορεῖ δὲ καὶ ἐνταῦθα τὰς αὐτὰς πάλιν ἀπορίας ὁ Ξέναρχος· πρῶτον μὲν, ὅτι μαθηματικοῖς ἐχρήσατο τοῖς λήμμασιν ὁ λόγος τῇ τε εὐθείᾳ καὶ τῷ κύκλῳ· δεύτερον, ὅτι οὐκ ἔστιν ἁπλοῦν σῶμα φυσικὸν κατὰ τῆς περιφεροῦς κινούμενον διὰ τὴν ἀνισοταχῆ κίνησιν τῶν πρὸς τῷ κέντρῳ καὶ τῶν πρὸς τῇ περιφερείᾳ καὶ τῶν ἐν μέσῳ τούτων κινουμένων· τρίτον, ὅτι, κἂν ἔστι τὸ κύκλῳ κινούμενον, ἀλλ’ οὐκ ἄλλο πρὸς τοῖς τέτταρσιν, εἴπερ καὶ ἐκείνων τὰ μὲν μένει, τὰ δὲ κύκλῳ κινεῖται, ὅταν ᾖ τέλεια, ὅπερ μάλιστα τῷ πυρὶ ὑπάρχει· τὴν γὰρ ἐπ’ εὐθείας, ὡς καὶ τῷ Ἀριστοτέλει δοκεῖ, ἀτελῆ οὖσαν ἀτελῆ ἔτι ὄντα κινεῖται. ταύτας τὰς ἐνστάσεις ὡς ἤδη προταθείσας τε καὶ διαλυθείσας οὐδὲ ὁ Ἀλέξανδρος ἠξίωσεν ἐκθέσθαι, καὶ ἐγὼ δὲ πειράσομαι λοιπὸν τὰς τοιαύτας παρατρέχειν. Ὁ δὲ νεαρὸς ἡμῖν οὗτος κόραξ, μᾶλλον δὲ κολοιὸς “ἄκραντα γαρυόμενος Διὸς πρὸς ὄρνιχα θεῖον” κατὰ τὸν μεγαλορρήμονα Πίνδαρον καὶ πρὸς τὰ ἐνταῦθα τῷ Ἀριστοτέλει ῥηθέντα παρεκδυόμενος πρώτην μὲν ἔνστασιν ἐπάγει2 τὴν τοῦ Ξενάρχου τρίτην ὑποβαλλόμενος· κἂν γὰρ πρῶτον, φησί, τὸ κύκλῳ κινούμενον, οὐκ ἤδη ἄλλο παρὰ τὰ τέσσαρα, εἴπερ καὶ ἐκείνοις τελείοις οὖσιν ὑπάρχει τὸ μένειν ἢ κύκλῳ κινεῖσθαι. εἴρηται δὲ πρότερον πολλάκις, ὅτι οὐκ ἔστι τοῦ ὑπεκκαύματος ἴδιος ἡ κύκλῳ κίνησις, ἀλλ’ ὑπὲρ φύσιν αὐτὴν κινεῖται τὴν ἑαυτοῦ τῷ οὐρανῷ συμφερόμενον· ὥστε τοῦ οὐρανοῦ κυρίως ἐστί.
さて、これらはアリストテレスの[言葉の]明瞭さのために述べられたこととしよう。しかしアレクサンドロスが述べるように、或る人々は「より完全なものは本性上先立ち、より先立つものはより単純である」という上記の議論に対して難問を提起している。なぜなら、もし宇宙がそれを構成する諸部分の各々よりも完全であり、より完全なものは先立ち、第一のものは単純でもあるとするなら、宇宙はそれを構成する諸部分よりも先立ち、かつそれらよりも単純であることになるからである。しかしアレクサンドロスが言うように、宇宙はその諸部分に先立って存在するのではないし、それらから構成されているものが諸部分よりも単純であるともまったく思われない。そこでアレクサンドロスはこれらの点を受け入れた上で、宇宙がより完全と言われるのはより包括的であるという意味においてであり、直線運動に対する円運動、直線に対する円は、包括するものとしてではなく形相に従ってより完全であると言われるのだ、ということによってこの難問を解こうと試みる。したがって、これら分離されたものたちにおいては、より完全なものが先立つものでありかつより単純であるということは真であるが、全体と部分においてはもはやそうではない、と彼は言う。なぜなら、全体もまたその諸部分よりも完全であり、本性においても実体においても第一であるが、時間においてまでも第一なのではないからである、と彼は言う。というのも、単純であることに加えて完全でもあるもの、これこそが時間においても第一だからである。そして円運動が直線運動に実体においてだけでなく時間においても先立つことは、アリストテレスが『自然学講義』第8巻において示した。アレクサンドロスの説は以上である。しかし、おそらく「先立つ」は時間に従って取られているのではない。なぜなら、円運動はあったが直線運動はなかったという時間(たとえ前者が常に後者の原因であるとしても)は存在しなかったし、ましてや円はあったが直線はなかったという時間などはなおさら存在しなかったからである。そうではなく、本性に従って[先立つと]取られているのである。少なくともアリストテレスは明瞭に「なぜなら完全なものは本性上不完全なものより先立つからである」と言い、また「したがって、先立つ運動が本性上先立つ物体のものであるとするなら」と言った。したがって、宇宙もまた諸部分より完全である以上、アレクサンドロスも同意するようにそれらより本性上先立っており、思うに、より単純でもある。なぜなら、もし本性上先立っているなら、より統一されており、より統一されているものは一により近縁であり、そのようなものはより単純だからである。しかしわれわれは、宇宙の統一された全体性(それに従って宇宙は可知的な動物の似像である一つの動物である)に目を向けるのではなく、宇宙の区分された多数性に目を向け、この[多数性]を宇宙と呼ぶことによって、部分を全体より単純であると考え、部分を先立つものと見なしているのである。しかるに全体は、自分自身の統一から自分自身の内部において固有の区分を産出するのである。 そして、円運動がより完全で第一の物体のものであるだけでなく、単純であるゆえに単純な物体のものでもあることをともに証明した上で、天体が単純であろうと混合されたものであろうと議論がより普遍的になるように、彼は「なぜなら混合されたものたちの移動運動は、混合において支配的な単純なものに従うとわれわれは言ったからである」と付け加えている。あたかも彼が「なぜなら混合されたものたちの移動運動もまた」等々と言ったかのようである。それゆえ、天体が複合的でありながら円運動をするとしても、その支配に従って天体が円運動を行うような単純な何かが、天体の内部に必ず存在するのである。 そしてここでもまた、クセナルコスは同じ難問を提起している。第1に、議論が直線と円という数学的補助前提を用いたこと。第2に、中心に近いもの、円周に近いもの、それらの中間で動くものの運動が不等速であることによって、円周に沿って動く単純な自然の物体は存在しないということ。第3に、たとえ円運動するものが存在するとしても、四元素に加えて別のものではないということ。もし四元素のうち或るものは静止し、或るものは完全であるときには円運動するのだとすれば(このことはとりわけ火に当てはまる)、そうである。なぜなら直線運動は、アリストテレスにも思われるように不完全であるため、それら[四元素]はまだ不完全であるときに直線運動をするからである。これらの異議はすでに提出され解決されたものとして、アレクサンドロスも提示するに値しないと見なしたし、私も以後はそのような異議を素通りすることに努めよう。 しかし、荘重な言葉遣いのピンダロスに従えば「ゼウスの神聖な鳥に向かって無益に鳴き騒ぐ」、われわれにとっての新参のこのカラス、というよりニシコクマルガラスは、ここにおいてアリストテレスによって述べられたことに対しても横道に逸れて反駁しようとし、クセナルコスの第3の異議を自らのものとして取り入れて第1の異議として持ち出している。すなわち、「たとえ円運動するものが第一であるとしても、直ちに四元素とは別のものであるわけではない。もし四元素にもまた完全であるときには静止するか円運動することが属するならば」と彼は言う。しかし、燃えやすいものにとって円運動が固有なのではなく、天体とともに運ばれることによって自らの本性を超えて円運動をするのであり、したがって[円運動は]固有には天体のものである、と以前に何度も言われたのである。
- 1.12ἐνδοὺς δὴ τούτοις ὁ Ἀλέξανδρος πειρᾶται λύειν τὴν ἀπορίαν τῷ τὸν μὲν κόσμον τελειότερον ὡς περιεκτικώτερον λέγεσθαι, τὴν δὲ κύκλῳ κίνησιν... οὐχ ὡς περιέχοντα, ἀλλ’ ὡς κατὰ τὸ εἶδος
定冠詞与格 τῷ に導かれる動名詞(対格不定詞構文)は原因・手段を表す与格(「…ということによって」)。対格不定詞節内部で、対比される主語(τὸν μὲν κόσμον と τὴν δὲ κύκλῳ κίνησιν ... καὶ τὸν κύκλον)および述語句(ὡς περιεκτικώτερον / οὐχ ὡς περιέχοντα, ἀλλ’ ὡς κατὰ τὸ εἶδος)が対比的に並置されている。
- 1.12Ὁ δὲ νεαρὸς ἡμῖν οὗτος κόραξ, μᾶλλον δὲ κολοιὸς “ἄκραντα γαρυόμενος Διὸς πρὸς ὄρνιχα θεῖον” κατὰ τὸν μεγαλορρήμονα Πίνδαρον καὶ πρὸς τὰ ἐνταῦθα τῷ Ἀριστοτέλει ῥηθέντα παρεκδυόμενος πρώτην μὲν ἔνστασιν ἐπάγει
文の骨格は Ὁ δὲ νεαρὸς ... κόραξ ... πρώτην μὲν ἔνστασιν ἐπάγει(主語と主動詞)。主語と動詞の間に、倫理的与格 ἡμῖν、ピンダロスからの引用を含む分詞句(ἄκραντα γαρυόμενος...)、および別の分詞句(καὶ ... παρεκδυόμενος)が挿入された離隔構造(hyperbaton)。
