← キリキアのシンプリキオス

アリストテレス『天界について』注解

§390.1-391.12

天の軸としての長さと両極の上下の同定

アリストテレスが天の長さを回転軸、その両極を「上」「下」と特定する論証をシンプリキオスが整理し、世人の感覚的見解に反して南極が自然本来の「上」であるとされる理由を解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.7#1

" Λέγω δὲ μῆκος μὲν αὐτοῦ ἕως τοῦ συμβαίνει δὲ τοὐναντίον." Δείξας, ὅτι καὶ ἐν τῷ οὐρανῷ χρὴ τὰς τοιαύτας διαστάσεις ζητεῖν, καὶ τὰς ἐνστάσεις τὰς πρὸς τοῦτο ἐπιλυσάμενος λοιπὸν διδάσκει, πῶς αὐτὰς ἐπὶ τοῦ οὐρανοῦ χρὴ λαμβάνειν, πρῶτον μὲν τὸ μῆκος εὑρίσκων ἐκ τοῦ μεγέθους τῆς διαστάσεως· μῆκος γὰρ ἐν πᾶσι τοῖς σώμασι λέγεται τὸ μέγιστον ἐν αὐτοῖς διάστημα· εἰ οὖν μέγιστον ἐν σφαίρᾳ τὸ κατὰ τὴν διάμετρον·1 αὕτη γὰρ μεγίστη τῶν ἐν αὐτῇ εὐθειῶν· ἀπείρους δὲ διαμέτρους δυνατὸν λαβεῖν ἐν τῇ σφαίρᾳ, τὴν ὡρισμένην ληπτέον· ὥρισται δὲ ἡ κατὰ τὸν ἄξονα· τοῦτο ἄρα μῆκος τοῦ οὐρανοῦ. τοῦ δὲ μήκους τὰ πέρατα τὸ ἄνω καὶ τὸ κάτω ἐστίν, ὥσπερ τοῦ πλάτους τὸ δεξιὸν καὶ τὸ ἀριστερόν· καὶ τῶν πόλων ἄρα ὁ μὲν ἄνω ἐστίν, ὁ δὲ κάτω· ποῖος δὲ ποτέρως, τέως ἄδηλον. ὅτι δὲ τὴν κατὰ τὸ ἄνω καὶ κάτω διαφορὰν ἐν τοῖς πόλοις ὁρᾶν χρή, δείκνυσιν αὐτὸς καὶ ἐκ τοῦ ἀπείρων λαμβανομένων ἡμισφαιρίων ταῦτα μόνα ὡρισμένα εἶναι, ἐν οἷς οἱ πόλοι, τό τε βόρειόν φημι καὶ τὸ νότιον, τὰ ὑπὸ τοῦ ἰσημερινοῦ κύκλου διοριζόμενα· καὶ γὰρ τὰ μὲν ἄλλα πάντα ἡμισφαίρια, οἷον τὰ τῷ μεσημβρινῷ ἢ τῷ ὁρίζοντι διοριζόμενα, ἄλλα καὶ ἄλλα ἐστίν, ἐπειδὴ καὶ οἱ μεσημβρινοὶ καὶ οἱ ὁρίζοντες διάφοροί εἰσι καὶ ἄλλοι πρὸς ἄλλους· οὐ γὰρ καθ’ αὑτούς εἰσιν, ὥσπερ ὁ ἰσημερινός, ἀλλὰ πρὸς τὰς οἰκήσεις· τὰ δὲ τοὺς πόλους ἔχοντα ἀεὶ τὸν αὐτὸν κατέχοντα τόπον κινεῖται· ὡς γὰρ περὶ κέντρα μένοντα τοὺς πόλους οὕτω κινεῖται. διὸ καὶ Ἀριστοτέλης τὸ μὴ κινεῖσθαι τοὺς πόλους αἴτιον ἔφατο τῆς τῶν ἐχόντων αὐτὰ ἡμισφαιρίων διαφορᾶς· ἀκινήτων γὰρ ἀεὶ τῶν πόλων ὄντων καὶ τὴν αὐτὴν ἀεὶ πρὸς αὐτοὺς ἀπόστασιν φυλαττόντων τῶν περὶ αὐτοὺς κινουμένων ἀνάγκη τὸν αὐτὸν τόπον ἐπέχειν ἀεί. τὸ δὲ αὐτὸ καὶ ἀπὸ τῆς κοινῆς ὑπολήψεως δείκνυσιν. εἰώθαμεν γὰρ πλάγια ἐν τῷ κόσμῳ λέγειν οὐ τοὺς πόλους, ἀλλὰ τὰ παρὰ τοὺς πόλους· εἰ οὖν πλάγιά ἐστι τὰ παρ’ ἑκάτερα τοῦ ἄνω καὶ τοῦ κάτω, πλάγια δὲ τὰ παρ’ ἑκάτερα τῶν πόλων λέγομεν, δῆλον, ὅτι οἱ πόλοι εἰσὶ τὸ ἄνω καὶ τὸ κάτω. ἀσάφειαν δὲ μικρὰν ἐποίησεν ἐν τῷ λόγῳ εἰπὼν οὐ τὸ ἄνω καὶ τὸ κάτω ἀντὶ τοῦ εἰπεῖν “οὐ τοὺς πόλους·”2 τούτῳ γὰρ οἰκείως ἐπήγαγε τὸ ἀλλὰ τὸ παρὰ τοὺς πόλους. Δείξας δέ, ὅτι οἱ πόλοι τὸ ἄνω καὶ τὸ κάτω εἰσί, λοιπὸν διορίζει, πότερος ὁ ἄνω καὶ πότερος ὁ κάτω. καὶ τοῦτο ἤδη παρὰ τὴν τῶν πολλῶν ὑπόνοιαν ἀποφαίνεται τὸ ἄνω τοῦ οὐρανοῦ τὸν νότιον λέγων πόλον τὸν ἀεὶ ἡμῖν ἀφανῆ. τοιοῦτος γὰρ ὁ ἐπιστήμων εἰς τὸ ἀληθὲς ἀεὶ βλέπων καί, εἰ μὲν συνᾴδει τούτῳ ἡ τῶν πολλῶν δόξα, μετὰ τὰς ἀποδείξεις καὶ ταύτην παράγει τοῖς μανθάνουσιν ἀβίαστον καὶ πιθανὴν ποιοῦσαν τὴν τῆς ἀποδείξεως ἀνάγκην, εἰ δὲ ἀπᾴδει πρὸς τὴν ἀλήθειαν ἡ τῶν πολλῶν δόξα, καταφρονεῖ ταύτης ὡς μηδὲ οὔσης, ὥσπερ καὶ νῦν. τῶν γὰρ πολλῶν ἀπὸ τῆς πρὸς ἡμᾶς σχέσεως ἄνω λεγόντων τοῦ οὐρανοῦ τὸν φανερὸν ἡμῖν ἀεὶ πόλον καὶ μετέωρον ὁρώμενον, κάτω δὲ τὸν ἀεὶ ἀφανῆ, αὐτὸς τὸ κατὰ φύσιν ἄνω καὶ κάτω ζητῶν τοὐναντίον τοῖς πολλοῖς ἀποφαίνεται. οὐδὲ γὰρ ἐπὶ τῶν μερικῶν ζῴων, ἂν κατορύξας τις τὴν κεφαλὴν τοὺς πόδας μετεωρίσῃ, διὰ τοῦτο οἱ μὲν πόδες ἄνω κατὰ φύσιν ἔσονται, ἡ δὲ κεφαλὴ κάτω· καὶ τὰ δένδρα δὲ κατὰ φύσιν ἐπὶ τὰς ῥίζας τὸ ἄνω ἔχοντα, διότι ἐκεῖθεν ἡ τροφὴ καὶ ἡ πρώτη αὔξησις, ὡς πρὸς ἡμᾶς τοὺς ἀκρεμόνας ἔχειν ἄνω δοκεῖ.3

「そして私はそれの長さを言う」から「しかし反対のことが起きている」まで。 天においてもそのような広がりを探求すべきであることを示し、これに対する異議を解決したのち、引き続いて彼は、それらを天においてどのように把握すべきかを教えている。まず第一に、広がりの大きさから長さを発見している。というのも、すべての物体において、長さとはそれらのうちの最大の径間と言われるからである。それゆえ、もし球において最大のものが直径に沿ったものであるならば――実際、これがその内部にある直線の中で最大である――、そして球においては無数の直径を取ることが可能である以上、限定されたものを取らねばならない。そして限定されているのは軸に沿ったものである。したがって、これが天の長さである。そして長さの限界は上と下であり、幅の[限界]が右と左であるのと同様である。したがって両極のうち、一方は上であり、他方は下である。しかし、どちらがどちら[上あるいは下]であるかは、当面は明らかでない。ところで、上と下に応じた差異を両極に見るべきであるということを、彼自身、無数に取られる半球のうち、両極がある半球――すなわち私が言うところの北半球と南半球、赤道円によって区切られるもの――のみが限定されているということからも示している。実際、他のすべての半球、たとえば子午線や地平線によって区切られるものは次々に異なるものとなる。子午線も地平線も多様であり、互いに他に対して異なるからである。赤道のようにそれ自体においてあるのではなく、居住地に対してあるからである。それに対して、両極を有する[半球]は常に同じ場所を占めて動く。極を静止した中心として、そのように動くからである。それゆえアリストテレスも、極が動かないことが、それらを包含する半球の特異性の原因であると述べたのである。極が常に不動であり、それらの周囲を動くものがそれらに対して常に同じ距離を保っているので、常に同じ場所を占めることが必然だからである。また、彼は同じことを共通の思いなしからも示している。実際、われわれは宇宙において「斜めのもの」を、極ではなく極の傍らにあるものと呼ぶのに慣れている。それゆえ、もし斜めのものが上と下の両側にあるものであり、われわれが斜めのものと呼ぶのが両極の両側にあるものであるならば、両極こそが上と下であることは明白である。もっとも、彼は議論において「極ではなく」と言う代わりに「上と下ではなく」と言ったことで小さな曖昧さを生じさせた。というのも、これ〔「極ではなく」〕にふさわしい形で「ではなく、極の傍らのもの」と続けたからである。両極が上と下であることを示したのち、引き続いて彼は、どちらが上でありどちらが下であるかを規定する。そしてこれについては、すでに世人の臆測に反して、常にわれわれに見えない南極を天の上であると語ることで、見解を表明している。実際、真理を常に見つめる知識人はそのようなものであり、もし世人の意見がこれと調和するなら、論証ののちにこの意見をも学人に提示して、論証の必然性を無理のない説得的なものにするが、もし世人の意見が真理に不調和であるならば、現在の場合のように、それが存在しないかのように軽蔑するのである。世人はわれわれに対する関係から、われわれに常に見えて高く望まれる極を天の上、常に見えない極を下と呼ぶが、彼自身は自然本来の上と下を探求し、世人とは反対のことを表明しているのである。個々の動物においても、もし誰かが頭を地に埋めて足を高く持ち上げたとしても、そのことによって足が自然本来の意味で上となり、頭が下となるわけではないからである。また樹木も、自然本来のあり方としては根の側に上を有している――そこから滋養と最初の増大が生じるからである――にもかかわらず、われわれとの関係においては梢を上に有しているように思われるのである。

構文注3 件
  1. 2.7εἰ οὖν μέγιστον ἐν σφαίρᾳ τὸ κατὰ τὴν διάμετρον·

    条件文の形(εἰ)を取っているが、後続の独立した説明節(αὕτη γὰρ...)および対比の節(ἀπείρους δὲ...)に主節が直接接続せず、事実上の前提言明(「もし〜であるなら」から「したがってこれが長さである」への推論の骨格)を形成している。ここでは先行する命題を受けて「球において最大なのが直径に沿ったものであるならば」という推論の前提として解釈した。

  2. 2.7ἀσάφειαν δὲ μικρὰν ἐποίησεν ἐν τῷ λόγῳ εἰπὼν οὐ τὸ ἄνω καὶ τὸ κάτω ἀντὶ τοῦ εἰπεῖν “οὐ τοὺς πόλους·”

    シンプリキオスがアリストテレスの文言の構文的不整合を指摘している箇所。アリストテレスが本来「極ではなく(οὐ τοὺς πόλους)」と書くべき文脈で「上と下ではなく(οὐ τὸ ἄνω καὶ τὸ κάτω)」と表現したため、後続の「ではなく、極の傍らのもの(ἀλλὰ τὸ παρὰ τοὺς πόλους)」との間で意味論的な対比の語がずれて曖昧さを生じさせていることを説明している。

  3. 2.7καὶ τὰ δένδρα δὲ κατὰ φύσιν ἐπὶ τὰς ῥίζας τὸ ἄνω ἔχοντα... ὡς πρὸς ἡμᾶς τοὺς ἀκρεμόνας ἔχειν ἄνω δοκεῖ

    文頭の分詞 ἔχοντα は譲歩的意味合いを帯びた分詞節として主動詞 δοκεῖ に対立的に係っている(「根の側に上を有しているにもかかわらず…梢を上に有しているように思われる」)。主語は τὰ δένδρα であり、ἔχειν は δοκεῖ の補文不定詞である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:390.1-391.12