- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:33.22-35.5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスが元素の部分の運動と天全体の運動を対比した正当性を擁護し、火の円運動は固有のものではなく天球の連動による超自然的な運動であること、また水の自然な運動は中心へ向かうことではなく土の上に浮かぶことであることを論じてピロポノスの批判に反駁する。
ἐπειδὴ οὖν τούτων μὲν τὰ μέρη κινεῖται καὶ ἀπὸ τοῦ παρὰ φύσιν καὶ γενεσιουργὸν κίνησιν τὴν ἐπ’ εὐθείας, ὁ δὲ οὐρανὸς ὅλος πρὸς ἀιδιότητα συγγενῆ τὴν ἐγκύκλιον,1 εἰκότως ἀπὸ τούτων τὰ μὲν εἶναι γενητὰ καὶ φθαρτὰ συνελογίσατο, τὸ δὲ ἀίδιον. οὐκ ἀτόπως δὲ ὁ Ἀριστοτέλης ὑπέθετο καὶ τὴν ὅλην γῆν ἔξω τοῦ μέσου, ἵνα δείξῃ τὴν τῆς ὅλης ῥοπὴν εἰς τὸ κέντρον συννεύουσαν· καὶ γὰρ πρόδηλον, ὅτι, ὅπερ ἄν τις αὐτῆς λάβῃ μέρος, τοιοῦτόν ἐστιν· οὐκ ἀνάγκη οὖν τὸν διαφορὰν οὐσίας ἀπὸ κινήσεως συλλογιζόμενον τὰ κινούμενα κατὰ φύσιν παραλαβεῖν· ἀλλὰ κἂν τὸ μὲν μέρος ᾖ, τὸ δὲ ὅλον, καὶ τὸ μὲν ἐν τῷ παρὰ φύσιν, τὸ δὲ ἐν τῷ κατὰ φύσιν ἀεί· ταῦτα γὰρ καὶ ἐναργέστερον δείκνυσι τὴν διαφοράν, ὅτι τῶν μὲν πέφυκε χωρίζεσθαι τὰ μόρια, τοῦ δὲ οὐ πέφυκε, καὶ τὰ μὲν ἐν τῷ παρὰ φύσιν γίνεσθαι, τὰ δὲ ἀεὶ ἐν τῷ κατὰ φύσιν εἶναι· κἂν αἱ ὁλότητες οὖν τῶν στοιχείων ἢ μένουσιν ἢ κύκλῳ κινοῦνται, ἀλλ’ ἀρκεῖ καὶ ἀπὸ τῶν μερῶν αὐτῶν τὴν κατὰ φύσιν διαφορὰν λαβεῖν, καὶ μάλιστα ὅταν πάντα τὰ μόρια ὁμοίαν ἀλλήλοις ἔχοντα τὴν φύσιν φαίνηται, ὡς τὰ τῆς γῆς πρὸς τὸ μέσον ἱέμενα καὶ τὰ τοῦ ὕδατος ἐπιπολάζοντα τῇ γῇ. εἰ δὲ αἱ ὁλότητες τῶν στοιχείων αἱ μὴ ἐπ’ εὐθείας κινούμεναι ἀίδιοί εἰσιν, τὰ δὲ μέρη αὐτῶν τὰ γινόμενα καὶ φθειρόμενα ἐπ’ εὐθείας κινεῖται, εἰκότως ἡ πρὸς τὰ μέρη μάλιστα διαφορὰ τὸ τοῦ οὐρανοῦ ἐξῃρημένον ἐδήλωσε. φθαρτὸν δὲ εἶναι καὶ τὸν οὐρανὸν βουλόμενος οὗτος ὁμοφυῆ τοῖς στοιχείοις αὐτὸν σπουδάζει δεικνύναι καὶ ἀπὸ τοῦ τὴν αὐτὴν κινεῖσθαι κίνησιν· κύκλῳ γάρ, φησί, κινεῖται καὶ τὸ ὑπέκκαυμα καὶ ὁ ἀὴρ κατὰ τὴν ἰδίαν φύσιν ταύτην ἔχοντα τὴν κίνησιν ὥσπερ καὶ ὁ οὐρανός· ἢ γὰρ κατὰ φύσιν, φησίν, ἢ βίᾳ καὶ παρὰ φύσιν· κάλλιον δὲ τὸ μηδὲ ὅλως εἶναι τοῦ ἀεὶ ἐν τῷ παρὰ φύσιν εἶναι· ἔσται δέ, φησί, καὶ τὸ ὅλον παρὰ φύσιν ὄντων τῶν μερῶν αὐτοῦ παρὰ φύσιν. ταῦτα θοίνην ἑαυτῷ ποιούμενος ἐνδιατρίβει καὶ ἐπ’ αὐτῆς λέξεως πολλάκις τὰ αὐτὰ φλυαρῶν. εἴρηται δὲ πρὸς ταύτην τὴν ἀπορίαν πρότερον καὶ μᾶλλον, οἶμαι, διηρθρωμένως, λεγέσθω δὲ καὶ νῦν, ὅτι ἡ κύκλῳ κίνησις τοῦ πυρὸς οὐκ ἔστιν ἰδία, εἴπερ τῇ ἀπλανεῖ συμπεριφέρεται, ὥσπερ οὐδὲ τῶν πλανωμένων ἡ ἀπ’ ἀνατολῶν ἰδία, οὐ μέντοι διὰ τοῦτο παρὰ φύσιν οὕτως ὡς βλαβερά, ἀλλ’ ὡς ὑπὲρ φύσιν, καθ’ ὅσον ὑπὸ τοῦ κρείττονος κρατεῖται, πεφυκὸς μὲν τὴν τοῦ κρείττονος κινεῖσθαι,2 ὥσπερ καὶ ἡ ψυχὴ ἐνθουσιᾶν πέφυκεν, οὐ μέντοι ἰδίαν ταύτην κινουμένη τὴν τοῦ θεοῦ κίνησιν. πῶς δὲ ἰδίαν νομίζει τὴν τοῦ πυρὸς κυκλικὴν κίνησιν ἀποκαθισταμένου τῇ ἀπλανεῖ καὶ ταῖς ὑπ’ αὐτῆς κινουμέναις σφαίραις; ἔτι δὲ καὶ πρὸς τοῦτον ἐνίσταται τὸν λόγον, ὡς “βίᾳ μὲν τὴν ἄλλου κίνησιν ἐνδέχεται καὶ ἑτέρου εἶναι, κατὰ φύσιν δὲ ἀδύνατον·” τῇ γὰρ γῇ καὶ τῷ ὕδατι κατὰ φύσιν ἐστὶν ἡ ἐπὶ τὸ μέσον τοῦ παντὸς κίνησις. οὐ καλῶς δὲ οἴεται τῷ ὕδατι ταύτην εἶναι τὴν ῥοπήν, ἀλλὰ τὸ τῇ γῇ ἐπιπολάζειν· κἂν ἕως οὖν τοῦ κέντρου πρόεισιν ὑφαιρουμένης τῆς γῆς, διὰ τὸ καταλαβεῖν που γῆν, ᾗ ἐπινήξεται, πρόεισιν, κἂν ἀφέλῃ τις τοῦ κέντρου τὴν γῆν, καὶ τὸ κέντρον, οἶμαι, παρελεύσεται τὸ ὕδωρ ἐπιζητοῦν γῆν· δηλοῖ δὲ τὸ γῆς ὑποκειμένης κατὰ φύσιν ἠρεμεῖν καὶ μηκέτι δεῖσθαι ἐπὶ τὸ κάτω χωρεῖν, εἰ μὴ ὅσον ὑποσπωμένης τῆς γῆς ῥεῖν ἐπὶ τὸ κοιλότερον ἀνάγκη ῥευστὸν ὄν. εἰ δέ, ὡς οὗτος οἴεται, ἑκατέρῳ κατὰ φύσιν ἐστὶν ἡ ἐπὶ τὸ μέσον τοῦ παντὸς κίνησις, οὐκέτι τὴν ἑτέρου, ἀλλὰ τὴν ἑαυτοῦ ἑκάτερον κατὰ φύσιν κινεῖται. προσθεὶς δὲ λέξιν τὴν λέγουσαν “ἔτι εἰ ἡ παρὰ φύσιν ἐναντία τῇ κατὰ φύσιν” καὶ τὰ ἑξῆς, δι’ ὧν δείκνυσιν ὁ Ἀριστοτέλης, ὅτι ἡ κυκλοφορία οὐ μόνον κατὰ φύσιν οὐκ ἔστι τινὸς τῶν στοιχείων, ἀλλ’ οὐδὲ παρὰ φύσιν, πολλὰ ληρῶν, ὡς οἶμαι, δεικνύναι πειρᾶται, ὅτι οὐκ ἔστιν παρὰ φύσιν ἡ κύκλῳ φορὰ τῷ πυρί, καὶ τοῦ Ἀριστοτέλους τὸ αὐτὸ εἰπόντος, πλὴν ὅτι ἐκεῖνος οὔτε κατὰ φύσιν οὔτε παρὰ φύσιν φησίν, οὗτος δὲ βούλεται μὲν αὐτὸ κατὰ φύσιν ὑπάρχειν, δείκνυσι δὲ τέως, ὅτι οὐ παρὰ φύσιν, τῇ τοῦ Ἀριστοτέλους ἀποδείξει προσχρώμενος.
したがって、これらの部分が自然に反した状態からも運動し、また生成をもたらす直線運動をし、他方で天は全体として、永遠性に親和的な円運動をする以上、彼[アリストテレス]がこれらに基づいて、前者は生滅するものであり、後者は永遠であると推論したのはもっともである。また、全地球が中心の外にあるとアリストテレスが仮定したのも不合理ではない。それは全地球の傾きが中心へと収束することを示すためであった。なぜなら、そのどの部分を取ろうともそのようであることは明白だからである。それゆえ、運動から実体の差異を推論する者が、自然に従って運動するものだけを取り上げる必然性はない。むしろ一方が部分であり他方が全体であっても、また一方が自然に反した状態にあり他方が常に自然に従った状態にあるとしてもよいのである。なぜなら、これらのことこそが、前者の部分は分離する本性を持つが後者の部分はそうではないこと、また前者は自然に反した状態になるが後者は常に自然に従った状態にあることを、より明瞭に示すからである。したがって、たとえ諸元素の全体が静止しているか、あるいは円運動をしているとしても、それらの部分から自然本来の差異を捉えることで十分であるし、とりわけすべての部分が、中心へと向かう土の部分や、土の上に浮かぶ水の部分のように、互いに似た本性を持っていると見られるときにはなおさらである。そして、もし直線運動をしない諸元素の全体が永遠であり、生滅するそれらの部分が直線運動をするのだとすれば、部分に対する差異こそが、天の卓越した優位性を適切に明らかにしたのである。 しかしこの男は、天をも消滅可能であると望むがゆえに、同じ運動をするということにも基づいて、天が元素と同質であることを懸命に示そうとする。なぜなら、引火物も空気も、天と同様にこの運動を自らの固有の本性に従って持っており、円運動をする、と彼は言うからである。「なぜなら、自然に従うか」と彼は言い、「あるいは強制されて自然に反するかのいずれかであり、常に自然に反した状態にあることよりも、全く存在しないことの方が勝っている。そしてその部分が自然に反しているならば、全体もまた自然に反していることになるであろう」と彼は言う。彼はこれらの議論を自らのごちそうとして耽溺し、まさにその語句の上でしばしば同じ戯言を弄んでいる。だがこの難問に対しては、前にも、より詳しく整理して語られたと思うが、今もまた語られるべきである。すなわち、火の円運動は、恒星天とともに引き回されているのであるなら、固有の運動ではない。あたかも惑星の東からの運動が固有のものではないのと同様である。もっとも、それゆえに害悪であるという意味で自然に反しているのではなく、より優れたものによって支配されている限りにおいて、自然を超えたものとしてあるのである。火はより優れたものの運動をするように生まれついているのであり、あたかも魂もまた神がかりになるように生まれついていながら、この神の運動を自ら固有の運動として運動するわけではないのと同じである。火が恒星天およびそれによって動かされる諸天球とともに復帰するのに、どうして火の円運動が固有のものであると彼は考えるのであろうか。 さらに彼は、「強制によって他者の運動が別のものにも属することはありうるが、自然に従っては不可能である」という議論にも異議を唱える。土と水には宇宙の中心への運動が自然に従うものであるから[別のものでありながら同じ運動を自然に持つ]というのである。しかし彼は、この傾きが水に属すると誤って考えており、水に属するのは土の上に浮かぶことなのである。したがって、土が取り除かれることによって水が中心まで進むとしても、それは浮かぶべき土をどこかに捉えるために進むのであり、たとえ誰かが中心から土を取り去ったとしても、水は土を求めて中心をも通過してしまうであろうと私は思う。このことは、土が下にあるときには水が自然に従って静止し、もはや下方へと進む必要がないことによって示されている。ただし、土が引き下げられる分だけ、水は流動体であるがゆえにより窪んだ場所へと流れざるをえないことは別である。だが、この男が考えるように、両者にとって宇宙の中心への運動が自然に従う運動であるとするなら、それぞれのものはもはや他者の運動ではなく、自ら自身の運動を自然に従って動いていることになる。 そして、「さらに、もし自然に反する運動が自然に従う運動に対立するなら」という語句およびそれに続くもの――それらによってアリストテレスは、円運行が元素のいずれにとっても自然に従うものでないばかりか、自然に反するものでもないことを示している――を付加して、私が思うに、彼は多くの愚にもつかないことを語りながら、火にとって円運動は自然に反するものではないことを示そうと試みている。アリストテレスも同じことを言っているのだが、アリストテレスが自然に従うのでも自然に反するのでもないと述べているのに対し、この男はそれが自然に従って備わっていることを望みつつも、差し当たりはアリストテレスの証明を利用して自然に反するものではないことを示しているのである。
- 1.11ὁ δὲ οὐρανὸς ὅλος πρὸς ἀιδιότητα συγγενῆ τὴν ἐγκύκλιον
前節の κινεῖται … κίνησιν(同族目的格構文)を補って理解する構造。対格 τὴν ἐγκύκλιον は省略された κίνησιν を修飾し、全体で「天は全体として、永遠性に親和的な[運動である]円運動をする」を意味する。
- 1.11πεφυκὸς μὲν τὴν τοῦ κρείττονος κινεῖσθαι
中性単数分詞 πεφυκός は前出の中性名詞 τὸ πῦρ(火)を意味上の主語とする。κινεῖσθαι に続く対格 τὴν τοῦ κρείττονος は省略された κίνησιν を伴う同族目的格的表現であり、「より優れたものの[運動を]運動するように生まれついており」の意。
