← キリキアのシンプリキオス

アリストテレス『天界について』注解

§30.15-31.33

対偶の論理的破綻と月下界と天界の運動の対比

シンプリキオスは、対偶の規則や概念の共外延性を理解しない論敵の推論を批判し、さらに天球の運動差から単純体の数を増やそうとする論敵に対し、アリストテレスの目的が生滅する月下界の直線運動と永遠なる天体の円運動との対比にあることを論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.11#8

ἀλλὰ δὴ καὶ τὴν ἀντιστροφὴν ἴδωμεν, ἣν οὗτος δεύτερον συνημμένον ἐκάλεσεν οὐδὲ τὰ συνήθη τοῖς συλλογισμοῖς τούτοις ὀνόματα γινώσκων, ὅτι οὐχὶ δεύτερον συνημμένον τὴν ἀντιστροφὴν καλοῦσιν, ἀλλὰ τὴν μὲν τοῦ ἀντικειμένου τῷ ἑπομένῳ λῆψιν πρόληψιν ὀνομάζουσιν, τὴν δὲ τοῦ ἀντικειμένου τῷ ἡγουμένῳ ἐπιφοράν. καὶ ἡ ἀντιστροφὴ οὖν εἰκότως ἡμάρτηται ἡ λέγουσα· τὰ διάφορα καὶ μὴ τὴν αὐτὴν κινούμενα κίνησιν ἐνδέχεται ὁμοφυῆ εἶναι· οὐ μόνον ὅτι ἀποφατικῶς προενεχθεῖσα τὸ ἀρνητικὸν μόριον οὐχὶ τῷ τρόπῳ προσέθηκε τῷ ἐνδέχεται,1 καὶ ὅτι ὅλως ἐπὶ τοιαύτης ἐνδεχομένης ὕλης πρόεισιν, ἀλλ’ ὅτι τῶν ἀδυνάτων ἐστὶ τὰ διάφορον ἔχοντα τὴν κατὰ φύσιν κίνησιν τῆς αὐτῆς εἶναι φύσεως, εἴπερ ἡ φύσις κινήσεως ἀρχή. ἆρα οὖν οὐ καταγέλαστος οὗτός ἐστιν ὁ ἀνὴρ τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ καταχρώμενος τοσοῦτον αὐτὴν ἀγνοῶν; ἐφεξῆς δὲ συγχωρήσας μήτε βάρος μήτε κουφότητα τὸν οὐρανὸν ἔχειν πειρᾶται δεικνύναι, ὅτι οὐδὲν κωλύει αὐτὸν θερμότητα καὶ ψύξιν ἔχειν. γράφει δὲ οὕτως· ἀνάγκη γὰρ καὶ ἐμὲ ληρεῖν· “οὐδὲ γάρ, εἰ τὰ κοῦφα τῶν σωμάτων πάντως καὶ θερμὰ τυγχάνει, ὁμοίως καί, εἰ τὰ βαρέα πάντως ἐστὶ ψυχρά, ἕψεται ἐξ ἀνάγκης τὰ μήτε κοῦφα μήτε βαρέα ταῦτα ψύξεως καὶ θερμότητος ἐξῃρῆσθαι· οὐ γὰρ ὑγιὴς ἡ ἐκ τοῦ ἡγουμένου ἀντιστροφή.2 ἰδοὺ γάρ· εἴ τις μὲν ἄνθρωπος, πάντως καὶ ζῷόν ἐστιν, οὐ μήν, εἴ τις οὐκ ἔστιν ἄνθρωπος, ἀληθὲς τοῦτον μηδὲ ζῷον εἶναι”. ἔδει δὲ ἐννοεῖν, ὅτι, εἰ τὰ κοῦφα θερμά ἐστιν, ἔτι μᾶλλον τὰ θερμὰ κοῦφα ἔσται· λεπτομερῆ γὰρ τὰ θερμά, τῇ δὲ λεπτομερείᾳ ἡ κουφότης ἀκολουθεῖ. διὰ τὰ αὐτὰ δὲ καὶ τὰ ψυχρὰ τῷ τῆς ψύξεως λόγῳ πυκνοῦντι βαρέα. εἰ οὖν ἐξισάζει ταῦτα, οὐδὲν κωλύει καὶ ἀπὸ τοῦ ἡγουμένου ποιεῖσθαι τὴν ἀντιστροφήν· εἰ γὰρ ἄνθρωπος γελαστικόν, καὶ εἰ μὴ γελαστικὸν οὐδὲ ἄνθρωπος, ἀληθὲς εἰπεῖν καὶ εἰ μὴ ἄνθρωπος οὐ γελαστικόν, διὰ τὸ ἐξισάζειν ἄμφω. ὥστε καὶ ἐνταῦθα φαίνεται τὰ ἴδια τῆς σὺν ἀντιθέσει ἀντιστροφῆς ἀγνοῶν, καὶ ὁ οὐρανὸς μάτην ὑπ’ αὐτοῦ ψυχρὸς ἢ θερμὸς εἶναι κατακρίνεται. καὶ ἄλλο δὲ τοῖς περὶ τῶν ἁπλῶν κινήσεων λόγοις ἐπάγει τοιοῦτον· “ὥσπερ ἐπὶ τῶν τεσσάρων στοιχείων, εἰ καὶ τῷ γένει μία ἐστὶν ἡ κατ’ εὐθεῖαν κίνησις, ἀλλ’ οὖν, ἐπειδὴ κατ’ εἶδος διάφορός ἐστιν ἡ ἀπὸ τοῦ μέσου τῇ ἐπὶ τὸ μέσον, διὰ τοῦτο διάφορα τῷ εἴδει γέγονε πῦρ καὶ γῆ, οὕτως, ἐπειδὴ διάφορος ἡ ἀπὸ ἀνατολῶν κίνησις τῇ ἀπὸ δυσμῶν κατ’ εἶδος, ἐξήλλακται τὰ κινούμενα. καὶ αἱ πλανώμεναι δέ, εἴπερ τῷ τάχει διαφέρουσιν ἀλλήλων κατὰ φύσιν ὥσπερ ἡ γῆ καὶ τὸ ὕδωρ, κἂν τὴν αὐτὴν ἔχωσι ῥοπὴν τὴν ἐπὶ τὸ κάτω, διαφέρουσι κατ’ εἶδος διὰ τὸ θᾶττον καὶ βραδύτερον”. οὐ πέντε οὖν μόνα φησὶ τὰ ἁπλᾶ σώματα, ἀλλ’ ἰσάριθμα ταῖς σφαίραις καὶ τοῖς τέτταρσι στοιχείοις. καί μοι δοκεῖ μηδὲ ἐνταῦθα οὗτος ὁ ἀνὴρ εἰς τὸν τοῦ Ἀριστοτέλους ἀποβλέψαι σκοπόν. οὐδὲ γὰρ ἀντείποι ἂν Ἀριστοτέλης, ὅτι ἔστι τις κατ’ εἶδος διαφορὰ τῶν οὐρανίων σφαιρῶν, ὥσπερ καὶ τῶν ὑπὸ σελήνην στοιχείων. τοιγαροῦν αὐτὸς ἀπὸ τῶν οὐρανίων σφαιρῶν τὸ πλῆθος τῶν ἀκινήτων αἰτίων συνελογίσατο, κατ’ εἶδος δηλονότι διαφερόντων· οὐ γὰρ δὴ κατὰ τὴν ὕλην· ἀλλ’ ὥσπερ τοῖς ὑπὸ σελήνην πᾶσιν τὸ κατ’ εὐθεῖαν κινεῖσθαι αἴτιον καὶ τεκμήριον νομίζει τῆς γενέσεως καὶ φθορᾶς, οὕτως τοῖς οὐρανίοις τὴν ἐγκύκλιον κίνησιν ἐπιτηδείως δέχεσθαι τὴν ἀιδιότητα· κἂν ἀπ’ ἀνατολῶν οὖν κἂν ἀπὸ δυσμῶν, κἂν θᾶττον κἂν βραδύτερον, ἐγκύκλιος ἡ κίνησις καὶ διὰ τοῦτο ἀεὶ ἐν τέλει καὶ ἀνέκλειπτος καὶ ἀίδιος, ὡς δέδεικται· πάλιν δέ, κἂν ἀπὸ τοῦ μέσου κἂν ἐπὶ τὸ μέσον, κἂν θᾶττον κἂν βραδύτερον, ἡ ἐπ’ εὐθείας καὶ περατουμένη καὶ διὰ τοῦτο γενεσιουργός. τοῦ δὲ τὰ μὲν ὑπὸ σελήνην διελεῖν εἰς τέσσαρα, τὸ δὲ οὐράνιον ἄσχιστον ἐᾶσαι τέως αἴτιον, οἶμαι, τὸ τῶν ἐν γενέσει καὶ φθορᾷ, περὶ ὧν τὸ πολὺ τῆς φυσιολογίας, τὰς ἀρχὰς ἐθέλειν διακρῖναι,3 ἀφ’ ὧν καὶ τὰς αἰτίας τῶν ἐν αὐτοῖς συμβαινόντων ἀπολογιεῖται· ἐπεὶ ὅσον γε ἐπὶ τῇ τοῦ οὐρανοῦ πρὸς τὰ ὑπὸ σελήνην διαφορᾷ ἤρκει ἡ ἐπ’ εὐθείας κίνησις ὡς μία πρὸς μίαν τὴν κύκλῳ διορισθεῖσα.

だが、この男が第二の条件文と呼んだ対偶をも見てみよう。彼はこれらの推論において慣用されている術語すら知らず、人々が対偶を第二の条件文と呼んでいるのではなく、後件に対立するものを取ること[小前提]を摂取と呼び、前件に対立するものを[結論として]導出することを帰結と呼んでいることを知らなかったのである。それゆえ、「相異なり同一の運動をしないものは同種であることが可能である」と述べる対偶も当然ながら誤っている。それは、否定的に表現されていながら否定の小辞を「可能である」という様相に付加しなかったこと、また全体としてこのような可能的質料において進行していることのためだけでなく、本性が運動の始原である以上、本性に従う運動において相違を持つものが同一の本性のものであることは不可能な事柄に属するからでもある。それでは、対立を伴う対偶を濫用しながらそれについてこれほど無知であるこの男は、嘲笑に値する者ではないだろうか。 続いて彼は、天が重さも軽さも持たないことを認めながら、それが熱さと冷たさを持つことを妨げるものは何もないということを示そうと試みる。そして彼は次のように書いている。私としても愚にもつかないことを語らざるを得ないからである。「なぜなら、軽い物体が例外なく熱くもあるとし、同様に重い物体が例外なく冷たいとしても、軽さも重さも持たないこれらの物体が冷たさと熱さを免れているということは、必然的に帰結するのではないからである。なぜなら、前件からの反転は健全ではないからである。見よ、誰かが人間であるならば、彼は例外なく動物でもあるが、誰かが人間ではないからといって、その者が動物でもないということは真ではない」。 しかし、もし軽いものが熱いならば、熱いものはなおさら軽いであろうということに彼は気づくべきであった。なぜなら熱いものは微細部分から成り、微細部分から成ることには軽さが追従するからである。また同一の理由によって、冷たいものも濃密化させる冷気の定義により重いのである。したがって、もしこれらが等値であるならば、前件から反転を行うことも何ら妨げられない。なぜなら、もし人間が笑うことができるものであり、笑うことができないならば人間でもないならば、両者が等値であることにより、人間でないならば笑うことができるものでもないと言うことも真であるからである。それゆえここでもまた、彼は対立を伴う対偶の固有の性質を知らないことが明らかであり、天は彼によって不当にも冷たいか熱いかであると断定されているのである。 さらに彼は、単純な運動についての議論に次のような別の議論をも付け加えている。「四つの元素において、直線運動が類としては一つであるとしても、中心から離れる運動と中心へ向かう運動が種において相異なるがゆえに、このことによって火と土が種において相異なるものとなったように、そのように、東からの運動と西からの運動が種において相異なるがゆえに、動かされるものたちも異なっている。また惑う星々も、もし土と水が、たとえ下方へ向かう同一の傾きを持つとしても〔相異なる〕ように、本性に従う速さにおいて互いに相異なるならば、より速いこととより遅いことのゆえに種において相異なるのである」。 それゆえ、単純な物体は五つだけではなく、諸天球および四つの元素と同数である、と彼は言う。そして私には、ここでもまたこの男はアリストテレスの目的に目を向けていないように思われる。なぜならアリストテレスも、月下の元素と同様に天球の間にも種的な差異が存在することを否定はしないであろうからである。それゆえ彼自身、天球から不動の原因の数を推論したのであり、それらが種において相異なることは明らかである。質料による相違ではないからである。しかし、月下のすべてのものにとって直線的に動くことが生起と消滅の原因であり証拠であると彼が考えるのと同様に、天体にとって円運動をすることは永遠性を受け入れるのに適していると考えるのである。したがって、東からであれ西からであれ、より速くであれより遅くであれ、運動は円運動であり、このことによって示されたように、常に終極にあり、途絶えることがなく、永遠である。これに対して、中心からであれ中心へ向かってであれ、より速くであれより遅くであれ、直線上の運動は限界を持ち、このことによって生起をもたらすのである。 そして、月下のものを四つに区分しながら天体を当面は不可分のままにしておいた理由は、生起と消滅の内にあるものたち――自然学の大部分はこれらに関するものである――の始原を区別することを欲したためであり、そこからそれらの内において生じることの原因をも説明することになるからである、と私は考える。なぜなら、月下のものに対する天の相違に関する限りにおいては、円運動という単一の運動に対して規定された単一の運動としての直線運動で十分であったからである。

構文注3 件
  1. 1.11οὐ μόνον ὅτι ἀποφατικῶς προενεχθεῖσα τὸ ἀρνητικὸν μόριον οὐχὶ τῷ τρόπῳ προσέθηκε τῷ ἐνδέχεται

    様相命題の否定において、否定の小辞(τὸ ἀρνητικὸν μόριον、直前の命題では μή)が様相表現(τῷ τρόπῳ、ここでは ἐνδέχεται)に付加されていない(οὐχὶ ... προσέθηκε)という論理的誤謬を指摘している。主節の ἡμάρτηται に係り、理由を示す ὅτι 節を構成している。

  2. 1.11οὐ γὰρ ὑγιὴς ἡ ἐκ τοῦ ἡγουμένου ἀντιστροφή

    対戦相手の引用文中の句。厳密な意味での「対偶(contraposition)」ではなく、「前件否定による推論(denying the antecedent / AならばB、ゆえに非Aならば非B)」を指して彼が「前件からの反転」と呼んでいる文脈である。直後の具体例(人間なら動物だが、非人間なら非動物ではない)がその構文意図を裏付けている。

  3. 1.11τοῦ δὲ τὰ μὲν ὑπὸ σελήνην διελεῖν εἰς τέσσαρα, τὸ δὲ οὐράνιον ἄσχιστον ἐᾶσαι τέως αἴτιον, οἶμαι, τὸ τῶν ἐν γενέσει καὶ φθορᾷ ... τὰς ἀρχὰς ἐθέλειν διακρῖναι

    文全体の骨格は、属格の定冠詞付き不定詞句 τοῦ ... διελεῖν ... ἐᾶσαι が述語名詞 αἴτιον([そのことの]原因・理由)に係り、主語が主格の定冠詞付き不定詞句τὸ ... ἐθέλειν διακρῖναι であるという構造。長大な修飾句と οἶμαι の挿入によって主語と述語が離隔している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:30.15-31.33