← キリキアのシンプリキオス

アリストテレス『天界について』注解

§271.28-272.33

自然な場所の数的一性と世界の唯一性の論証

シンプリキオスは、アリストテレスが各元素の自然な場所が数において一つであること(中心、最果て、中間)を通じて世界の一性を証明する論証の骨格を整理し、火の場所をめぐるアレクサンドロスの解釈を引用して検討する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.91#1

" Δῆλον δὲ κἂν ὧδε γένοιτο ἕως τοῦ δῆλον ἡμῖν ἐκ τῶν εἰρημένων." Προθέμενος δεῖξαι, ὅτι εἷς ὁ κόσμος, ἐκ τοῦ ἑκάστῳ τῶν στοιχείων εἶναί τινα κατὰ φύσιν τόπον οἰκεῖον ἀφωρισμένον, ἐφ’ ὃν φέρεται, καὶ τοῦτον ἐν τῷδε τῷ κόσμῳ εἶναι, δείξας, ὅτι ἐστὶ κατὰ φύσιν ἑκάστῳ τόπος οἰκεῖος ἀφωρισμένος, ἐφ’ ὃ ὡρισμένη καὶ πεπερασμένη ἐστὶν ἡ κίνησις, καὶ τοῦτο πιστωσάμενος ἐκ τοῦ πρὸς τοὺς οἰκείους τόπους θᾶττον φέρεσθαι τὰ φερόμενα καὶ παρεμβαλὼν τὴν ἐκ τῆς πρώτης φιλοσοφίας μαρτυρίαν, ἐν ᾗ καὶ τῶν ἀνελιττουσῶν σφαιρῶν τὸ πλῆθος ἠναγκάσθη συλλογίσασθαι, ἵνα τὸ πλῆθος εὕρῃ τῶν ἀκινήτων αἰτίων τῶν κινούντων αὐτάς. τὸ λεῖπον ἀποδίδωσι τοῦ ἐπιχειρήματος· ἦν δέ, ὅτι εἷς κατ’ ἀριθμόν ἐστιν ὁ κατὰ φύσιν ἑκάστου τῶν στοιχείων τόπος. προτάξας οὖν τὸ πρόβλημα, εἰς ὃ τείνει τὰ δεικνύμενα (ἦν δέ, ὅτι ἀνάγκη ἕνα εἶναι τὸν κόσμον), δείκνυσιν ἐφεξῆς, ὅτι εἷς κατ’ ἀριθμὸν ὁ κατὰ φύσιν ἑκάστου τῶν στοιχείων τόπος, οὕτως· ὅσαι τῶν σωματικῶν στοιχείων, ἐξ ὧν ὁ κόσμος συνέστηκεν, εἰσὶ διαφοραὶ κατὰ τὴν τοπικὴν αὐτῶν κίνησιν, τοσαύτας ἀνάγκη καὶ τόπων εἶναι διαφορὰς ἐν τῷ κόσμῳ· τριῶν οὖν ὄντων τῶν σωματικῶν στοιχείων ὡς κατὰ γένος εἰπεῖν τρεῖς ἔσονται καὶ οἱ τόποι, ὁ μὲν τοῦ βαρυτάτου καὶ πᾶσιν ὑφισταμένου σώματος ὁ περὶ τὸ μέσον, ἄλλος δὲ ὁ ἔσχατος ὁ τοῦ πάντα περιέχοντος κυκλοφορητικοῦ σώματος, καὶ τρίτος ὁ τοῦ μεταξὺ εἰς πλείονα διῃρημένου· εἴς τε γὰρ τὸ κοῦφον καὶ πᾶσιν ἐπιπολάζον τοῖς ἐπ’ εὐθείας κινουμένοις, ὅπερ ἐστὶ πῦρ, καὶ εἰς τὰ μεταξὺ τούτου τε καὶ τοῦ βαρυτάτου δύο σώματα τόν τε ἀέρα καὶ τὸ ὕδωρ. ὅτι δὲ ἐν τούτῳ τῷ κόσμῳ εἰσὶν οἵδε οἱ τόποι καὶ οὐκ ἐν ἄλλῳ, δείκνυσιν, οἶμαι, ἐφ’ ἑνὸς τοῦ πυρός, ὥσπερ πρότερον ἐπὶ τῆς γῆς ἐδείκνυ· ἀνάγκη γὰρ τὸ ἐπιπολάζον τοῦτο, τουτέστι τὸ πῦρ, ἢ ἐν τούτῳ εἶναι τῷ μεταξὺ ἢ ἔξω τοῦδε τοῦ τόπου, ἐν ᾧ κεῖται· οὕτως γὰρ ὁ Ἀλέξανδρος ἀκούει, οὐχ ὡς ἐν ἄλλῳ κόσμῳ τὸ ἔξω, ἀλλ’ ἐν τούτῳ·1 “ὁ γὰρ αὐτός, φησί, λόγος, κἂν ἔξω τοῦδε τοῦ κόσμου ᾖ· καὶ γὰρ ἐκεῖ ὂν ἔσται που καὶ ἐν τόπῳ, καὶ εἰ ἐν τόπῳ, τούτων τινὶ τῶν τριῶν. ἐκτὸς δὲ ὂν αὐτοῦ, ἔνθα μὲν τὸ κύκλῳ κινούμενόν ἐστιν, οὐκ ἔσται· ἐκείνου γὰρ ἡ χώρα ἥδε, ἧς οὐδὲ ἐκστῆναι δύναται· ὅτι δὲ οὐδὲ ἐν τῷ κάτω κατὰ φύσιν εἶναι δύναται, δείκνυσι διὰ τοῦ τοῦ βάρος ἔχοντος σώματος τοῦτον οἰκεῖον εἶναι τόπον· ὁμοίως δὲ τοῦτο, φησὶν ὁ Ἀλέξανδρος, ἄν τε ἐν τούτῳ ᾖ τῷ κόσμῳ ἄν τε ἐν ἄλλῳ· τριῶν γὰρ ὄντων καὶ ἐν ἐκείνῳ τόπων ὅμοιος ὁ λόγος καὶ ἐπ’ ἐκείνου τοῦ κόσμου· εἰ γὰρ τὸ ἐκεῖ μεταξὺ λέγοι τις κατὰ φύσιν αὐτῷ εἶναι, δῆλον, ὅτι καί, ἐπεὶ ἐν τούτῳ ἐστί τι μεταξὺ ταὐτὸν ὂν τῷ εἴδει ἐκείνῳ τῷ τόπῳ, ἔσται καὶ ἐν τούτῳ τῷ μεταξὺ τῷ ἐν τῷδε τῷ κόσμῳ κατὰ φύσιν.” οὕτως μὲν ὁ Ἀλέξανδρος ἐξηγεῖται.

「このことは次のようにも明らかになるだろう」から「述べられたことからわれわれにとって明らかである」まで。 各元素にはそれぞれが向かって運動する固有の限定された自然な場所があり、この場所がこの世界のうちにあるということから、世界が一つであることを論証することを課題として掲げ、限定され有限な運動が向かう固有の限定された場所が各元素に自然に存在することを示し、このことを、運動するものが固有の場所へとより速く運動することから論証し、また『第一哲学』からの証言――そこにおいて彼は、それら〔天球〕を動かす不動の諸原因の多数性を見出すために、巻き戻し天球の多数性をも推論せざるをえなかったのであるが――を挟み込んだうえで、[アリストテレスは]論証の残された部分を補う。それ[残された部分]とは、各元素の自然な場所が数において一つであるということであった。それゆえ、論証される事柄が目指している問題(それは世界が一つであることが必然であるということであった)をまず提示したうえで、彼は各元素の自然な場所が数において一つであることを次のように引き続いて示す。世界を構成する物体の諸元素の、それらの場所的運動に応じた差異の数だけ、世界における場所の差異も必然的に存在する。それゆえ、物体の諸元素が類として言えば三つである以上、場所もまた三つであろう。一つは最も重く万物の下に沈む物体の場所であり、中心の周りの場所である。他の一つは万物を包括する円運動する物体の最果ての場所であり、第三の場所は、より多く[の元素]へと分割された中間の場所である。というのも、軽く、直線運動するすべてのものの上に浮かぶもの、すなわち火と、これと最も重いものとの間にある二つの物体、すなわち空気と水へと[分割される]からである。そして、これらの場所がこの世界にあり、他の世界にはないということを、彼は以前に大地において示していたように、火という一つの[元素]において示していると私は考える。なぜなら、この浮かぶもの、すなわち火は、この中間にあるか、あるいはそれが位置しているこの場所の外にあるかのいずれかでなければならないからである。というのも、アレクサンドロスはこれを、外にあるとは別の世界にあるという意味ではなく、この[世界]の中にあるという意味で理解しているからである。「というのも」と彼は言う、「たとえこの世界の外部にあるとしても、議論は同じだからである。実際、そこにあるとしてもどこかに、すなわち場所にあるであろうし、場所にあるとすれば、これら三つの[場所]のいずれかにあるであろう。だが、それ[中間]の外にあるとしても、円運動するものがある場所には存在しえない。そこはあちらの領域であり、そこから離れることすらできないからである。また下方に自然に適って存在することもできないということを、彼は、重さをもつ物体の固有の場所がここであることによって示している。そしてアレクサンドロスによれば、このことはこの世界にあっても別の世界にあっても同様である。なぜなら、あちらの[世界]においても場所が三つである以上、あちらの世界に関しても議論は同様だからである。もしあちらの中間が火にとって自然であると誰かが言うならば、この世界のうちにもあちらの場所と種において同一である或る中間が存在する以上、この世界のうちにあるこの中間にあることもまた自然であることになるのは明らかだからである」。アレクサンドロスはこのように注釈している。

構文注2 件
  1. 1.91οὐχ ὡς ἐν ἄλλῳ κόσμῳ τὸ ἔξω, ἀλλ’ ἐν τούτῳ

    οὐχ ὡς の導く句において、主語 τὸ ἔξω(「外」という語・概念)に対して述語的に ἐν ἄλλῳ κόσμῳ [ὄν] および ἀλλ’ ἐν τούτῳ [ὄν] が対置されている。「外にあるということを、別の世界にあるという意味としてではなく、この世界にあるという意味として[理解する]」という省略構造。

  2. 1.91Προθέμενος δεῖξαι, ὅτι εἷς ὁ κόσμος, ἐκ τοῦ ἑκάστῳ τῶν στοιχείων εἶναί τινα κατὰ φύσιν τόπον οἰκεῖον ἀφωρισμένον, ἐφ’ ὃν φέρεται, καὶ τοῦτον ἐν τῷδε τῷ κόσμῳ εἶναι, δείξας, ὅτι ἐστὶ κατὰ φύσιν ἑκάστῳ τόπος οἰκεῖος ἀφωρισμένος, ἐφ’ ὃ ὡρισμένη καὶ πεπερασμένη ἐστὶν ἡ κίνησις, καὶ τοῦτο πιστωσάμενος ἐκ τοῦ πρὸς τοὺς οἰκείους τόπους θᾶττον φέρεσθαι τὰ φερόμενα καὶ παρεμβαλὼν τὴν ἐκ τῆς πρώτης φιλοσοφίας μαρτυρίαν, ἐν ᾗ καὶ τῶν ἀνελιττουσῶν σφαιρῶν τὸ πλῆθος ἠναγκάσθη συλλογίσασθαι, ἵνα τὸ πλῆθος εὕρῃ τῶν ἀκινήτων αἰτίων τῶν κινούντων αὐτάς. τὸ λεῖπον ἀποδίδωσι τοῦ ἐπιχειρήματος·

    長大なピリオドの骨格は、主動詞 ἀποδίδωσι(主語は文脈上のアリストテレス)が目的語 τὸ λεῖπον τοῦ ἐπιχειρήματος を取る構造である。これに先立ち、四つの分詞(Προθέμενος, δείξας, πιστωσάμενος, παρεμβαλὼν)がこれまでの議論の進行段階を順に総括しながら主節動詞へと係っている。

    本文中の位置は未特定

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:271.28-272.33