← キリキアのシンプリキオス

アリストテレス『天界について』注解

§265.9-267.6

距離と重さに関するヒッパルコス説の批判と加速原因

シンプリキオスは、距離が大きいほど重いとするヒッパルコスの説に対するアレクサンドロスの批判と、空気の抵抗の減少を加速の原因とする説を取り上げ、さらに接近に伴う重さの増大という前提や実験可能性に対して自身の疑問を呈している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.88#2

” περὶ δὲ τοῦ βάρους τὰ ἐναντία τῷ Ἀριστοτέλει φησὶν ὁ Ἵππαρχος· βαρύτερα γάρ φησι καὶ τὰ πλέον ἀφεστῶτα. ἀπίθανον δὲ καὶ τοῦτο τῷ Ἀλεξάνδρῳ δοκεῖ· “πολὺ γάρ, φησίν, εὐλογώτερον τὰ μεταβάλλοντα ἐκ τῆς ἐναντίας φύσεως καὶ γενόμενα ἐκ κούφων βαρέα ἔτι τῆς φύσεώς τι τῆς πρώτης ἔχειν ἐν τῇ πρώτῃ καταφορᾷ σχεδὸν ἔτι γινόμενα καὶ μεταβάλλοντα ἐπὶ τὸ εἶδος τοῦτο, εἰς ὃ μεταβάλλοντα κάτω φέρεται, βαρύτερα ἀεὶ προϊόντα γίνεσθαι, ἤπερ φυλάσσειν1 ἔτι τὴν ἀπὸ τοῦ κρατήσαντος αὐτὰ ἄνω τὴν ἀρχὴν καὶ κωλύσαντος κάτω φέρεσθαι δύναμιν. ἔτι δέ, φησί, καὶ ἐν τῷ βάρει κατὰ φύσιν ἐστὶ τὸ εἶναι ἐν τῷ κάτω· διὰ γὰρ τοῦτο καὶ ἡ ἐπὶ τοῦτο κίνησις· εἴη ἂν τελέως βαρέα καὶ τὸ οἰκεῖον κατὰ τοῦτο εἶδος ἀπειληφότα, ὅταν ἐν τῷ κάτω ᾖ, καὶ ἐγγυτέρω ἤδη γινόμενα καὶ πλησιάζοντα τῷ κατὰ τὴν ῥοπὴν τελειότητα ἔχειν εὔλογον προσθήκην τινὰ καὶ ἐπίδοσιν κατὰ τὸ βάρος λαμβάνειν· καὶ γὰρ ἄτοπον ἀεὶ τῶν κάτω κινουμένων καὶ φερομένων κατὰ φύσιν θᾶττον κινουμένων κατὰ τὴν πλείονα ἀπὸ τοῦ ἄνω ἀπόστασιν λέγειν αὐτά, ὅτε ἧττόν ἐστι βαρέα, τοῦτο πάσχειν·2 ἀναιρεθήσεται γὰρ τὸ διὰ βαρύτητα αὐτὰ φέρεσθαι κάτω. εἰ γὰρ μὴ ἐπὶ πάντων οὕτως ἐγίνετο, ἴσως ἂν ἦν τι λέγειν, νῦν δὲ καὶ ἐπὶ τῶν ἀναρριφθέντων ἄνω βίᾳ καὶ ἐπὶ τῶν κρατηθέντων ἄνω καὶ ἐπὶ τῶν μεταβαλλόντων ἐν τῷ ἄνω εἴς τι τούτων, οἷς κατὰ φύσιν ἐστὶ τὸ φέρεσθαι κάτω, τὸ αὐτὸ ὁρᾶται γινόμενον.” ταῦτα πρὸς τὸν Ἵππαρχον ὁ Ἀλέξανδρος· καὶ λέγει καλῶς, οἶμαι, μάλιστα, ὅτι, εἰ διὰ βαρύτητα ἡ ταχύτης, ὡς ἐπὶ τῆς τῶν πλαστίγγων κινήσεως δῆλον γίνεται προκατασπωμένου τοῦ βαρυτέρου, ἀδύνατον ἦν βαρύτερον μὲν εἶναι τὸ πορρώτερον, θᾶττον δὲ κινεῖσθαι τὸ πλησιαίτερον ταχύτερον ὑπάρχον. τινὲς δὲ καὶ οὐκ ὀλίγοι αἴτιον εἶναί φασι τοῦ τὰ φερόμενα πρὸς τὸ κάτω, ὅσῳ πλησιαίτερον γίνεται τοῦ κάτω, τοσούτῳ θᾶττον φέρεσθαι τὸ τὰ μὲν ἀνωτέρω ὄντα ὑπὸ πλείονος ἀέρος ὀχεῖσθαι τοῦ ὑποκειμένου, τὰ δὲ κατωτέρω γινόμενα ὑπὸ ἐλάττονος, καὶ τὰ βαρύτερα δὲ διὰ τοῦτο ταχύτερον φέρεσθαι, ὅτι ῥᾷον ἐκεῖνα διαιρεῖ τὸν ὑποκείμενον ἀέρα. ὡς γὰρ τὰ ἐν ὕδατι καταφερόμενα κουφότερα δοκεῖ τοῦ ὕδατος ἀνέχοντος καὶ ἀντιπράττοντος αὐτῶν τῇ κάτω φορᾷ, οὕτως καὶ τὰ ἐν ἀέρι πάσχειν εὔλογον, καὶ ὅσῳ πλείων ὁ ὑποκείμενος ἀήρ ἐστι, τοσούτῳ μᾶλλον ἀνεχόμενα κουφότερα δοκεῖν. ὁμοίως δὲ καὶ τὸ πλέον πῦρ θᾶττον ἄνω φέρεται ὡς εὐκολώτερον διαιροῦν τὸν ὑπερκείμενον ἀέρα, καὶ ὅσῳ πλείων ὁ ὑπερκείμενός ἐστι, τοσούτῳ ἀργότερον κινεῖται τὸ δι’ αὐτοῦ φερόμενον· κἂν γὰρ μὴ ὁμοίως τῷ ὕδατι πέφυκεν ἔχειν ὁ ἀήρ, ἀλλὰ καὶ αὐτὸς σῶμα ὢν ἐμποδίζει τῇ κινήσει τῶν δι’ αὐτοῦ φερομένων. εἰ δὲ τοῦτο ἀληθές, οὐ προσθήκῃ βάρους, ὡς ὁ Ἀριστοτέλης φησίν, ἡ κατὰ τὴν ταχύτητα ἐπίδοσις γίνεται, ἀλλ’ ἀναιρέσει τοῦ ἐμποδίζοντος. Καλῶς δὲ ἐπέστησεν ὁ Ἀλέξανδρος, ὅτι, κἂν τοῦτο οὕτως ἔχῃ, ἡ τοῦ Ἀριστοτέλους ἐπιχείρησις ἀνέλεγκτος μένει ἡ δεικνῦσα ὡρισμένους τοὺς τόπους τῶν σωμάτων καὶ μὴ ἐπ’ ἄπειρον αὐτὰ φέρεσθαι ἐκ τοῦ θᾶττον φέρεσθαι τὰ ἐγγυτέρω γινόμενα τῶν οἰκείων τόπων· τὸ γὰρ ἐπὶ ἀπείρου διαστήματος φερόμενον οὐδέποτε ἐγγυτέρω γίνεται, οὐδὲ ἐλάττων ἢ πλείων ὁ ὑποκείμενος ἀὴρ ἄπειρος ὤν, εἴπερ ἄπειρον τὸ διάστημα, ὥστε, κἂν ταύτην τις αἰτίαν ἀποδέχοιτο τῆς θάττονος πρὸς τὸ κάτω κινήσεως, καὶ οὕτως δείκνυται ἐξ αὐτῆς τὸ μὴ εἰς ἄπειρον φέρεσθαι τὰ φερόμενα. εἰ δὲ ἀπείρου ὄντος τοῦ διαστήματος θᾶττον φέρεται πρὸς τὸ κάτω μὴ διὰ τὸ ἐλάττονα εἶναι τὸν ὑποκείμενον ἀέρα, δῆλον, ὅτι διὰ προσθήκην βάρους θᾶττον οἰσθήσεται. τί γὰρ ἂν ἄλλο εἴη αἴτιον ἐπὶ τῶν φύσει φερομένων καὶ μὴ βιαίως, ὡς Ἵππαρχος ἔλεγεν; “ἀμείνων δέ, φησὶν ὁ Ἀλέξανδρος, καὶ φυσικωτέρα αἰτία τοῦ θᾶττον φέρεσθαι τὰ ἐγγυτέρω γινόμενα τῶν οἰκείων τόπων ἡ ὑπὸ Ἀριστοτέλους ῥηθεῖσα τὸ προσθήκην ἴσχειν τὸ βάρος καὶ τὴν κουφότητα. τοῦτο δὲ ἂν εἴποι γίνεσθαι Ἀριστοτέλης τοῦ πλησιάζοντος τῷ οἰκείῳ τόπῳ εἰλικρινέστερον ἀεὶ τὸ εἶδος ἀπολαμβάνοντος καὶ διὰ τοῦτο, εἰ μὲν βαρὺ τυγχάνει, βαρυτέρου γινομένου, εἰ δὲ κοῦφον, κουφοτέρου.” ἐγὼ δὲ πρῶτον μὲν αὐτὸ τοῦτο ζητεῖν ἀξιῶ τὸ παρὰ πάντων λεγόμενον ὁμολογεῖσθαι, πῶς ἂν καταληφθείη τὸ πρὸς τοῖς οἰκείοις τόποις γινόμενα θᾶττον φέρεσθαι· ἔπειτα εἰ προσθήκη βάρους ἢ κουφότητος γίνεται, συμβήσεται τὸ ἐν ἀέρι σταθμιζόμενον, ὅταν ἀπὸ ὑψηλοῦ πύργου τις ἢ δένδρου ἢ ἀκρωρείας ἀποτόμου ἑαυτὸν ἐκτείνας ἐν ἀέρι σταθμίζῃ, βαρύτερον φαίνεσθαι ἐν τῷ ὑποκειμένῳ τῆς γῆς ἐδάφει ἑστῶτος τοῦ σταθμίζοντος,3 ὅπερ πλασματῶδες δοκεῖ· εἰ μὴ ἄρα ἐπὶ τούτων ἀνεπαίσθητόν τις λέγοι γίνεσθαι τὴν διαφοράν.

「だがヒッパルコスは重さについてアリストテレスと反対のことを述べている。すなわち、より遠く離れているものもまたより重いと彼は述べているのである。しかしこのこともアレクサンドロスには信じがたく思われる。『なぜなら、反対の本性から変化して軽いものから重いものとなったものが、最初の下降において、まだほとんど[変化が]生じつつあり、それに変化することで下へと運ばれることになるこの形相へと変化しつつある途上で、最初の本性のいくらかをまだ持っており、前進するにつれて常により重くなることの方が、最初にそれらを上で制して下へ運ばれるのを妨げていた者からの力をまだ保持しているとすることよりも、はるかに理にかなっているからである。さらに』と彼は言う、『重さにとっても、下にあることが本性に即している。なぜならこれゆえにこの[場所]への運動もあるからである。したがって、下にあるときにこそ、完全に重く、これに即した固有の形相を受け取った状態にあるであろうし、今やすでに[そこに]近づき、傾きの面での完成へと近づくにつれて、重さの面での何らかの付加と増大を受け取ることは理にかなっている。なぜなら、下へと運動し自然に即して運ばれるものが、上からの距離の増大に応じて常により速く運動しているのに、重さがより少ないときにこのこと[より速くなること]を被るのだと述べるのは不条理だからである。というのも、それらが重さゆえに下へと運ばれるということが取り消されてしまうからである。もしこれがすべてのものにおいてそのように生じるのでないなら、おそらく何かしら言う余地もあったであろうが、しかし現実には、強制によって上へ投げ上げられたものにおいても、上で制されていたものにおいても、上において自然に即して下へと運ばれるようなこれら[のもの]のいずれかへと変化するものにおいても、同じことが生じるのが見られるのである』。アレクサンドロスがヒッパルコスに対して述べたのはこれらのことである。そして彼はとりわけ、もし重さゆえに速度が生じるのであれば(このことは天秤の動きにおいて、より重いものが先に引き下げられることから明らかになる)、より遠いものがより重く、より速くありながらより近いものがより速く運動するということは不可能であったはずだ、と正しく論じていると私は思う。しかし少なからぬ人々が、下へと運ばれるものが下に近づけば近づくほどそれだけ速く運ばれる原因は、より上にあるものは下に横たわるより多くの空気に支えられているが、より下に来るものはより少ない[空気]に支えられているからであり、またより重いものがより速く運ばれるのも、それらのものが下に横たわる空気をより容易に切り分けるからである、と述べている。なぜなら、水の中で下降するものは水が支えてそれらの下への運搬に逆らうために、より軽く思われるように、空気の中にあるものも同じことを被り、下に横たわる空気が多ければ多いほど、それだけいっそう支えられてより軽く思われるというのは理にかなっているからである。同様に、より多量の火は上にある空気をより容易に切り分けるために、より速く上へ運ばれるのであり、上にある空気が多ければ多いほど、それを通じて運ばれるものはそれだけ緩慢に運動するのである。なぜなら、空気は水と同様の本性を持っているわけではないとしても、それ自身も物体である以上、それを通じて運ばれるものの運動を妨げるからである。そしてもしこれが真実であるなら、速度の増大は、アリストテレスが言うように重さの付加によって生じるのではなく、妨げるものの排除によって生じることになる。 しかしアレクサンドロスは、たとえこのことがそうであるとしても、固有の場所に近づくものがより速く運ばれることから、物体の諸場所は規定されており物体は無限へと運ばれるのではないということを示すアリストテレスの論証は反駁されないままである、と適切に注意を促した。なぜなら、無限の隔たりにおいて運ばれるものは決して近づくことがなく、もし隔たりが無限であるなら、下に横たわる空気も無限であって、より少ないとかより多いとかいうこともないからであり、したがって、誰かが下へのより速い運動のこの原因を受け入れるとしても、このようにしてそれ自体から、運ばれるものが無限へと運ばれるのではないということが示されるからである。しかし、もし隔たりが無限であるのに下へとより速く運ばれるのが、下に横たわる空気がより少ないことによるのでないとするなら、重さの付加によってより速く運ばれることになるのは明らかである。自然によって運ばれ、ヒッパルコスが言ったように強制によるのではないものにおいて、他にどんな原因がありえようか。『しかし』とアレクサンドロスは言う、『固有の場所に近づくものがより速く運ばれることの、より優れておりより自然に即した原因は、重さと軽さが付加を受けるという、アリストテレスによって語られた原因である。そしてアリストテレスは、固有の場所に近づくものが常にその形相をより純粋に受け取り、このことによって、もしそれが重いものであるならより重くなり、もし軽いものであるならより軽くなることから、このことが生じるのだと言うであろう』。だが私としては、まず第一に、固有の場所の近くに来るものがより速く運ばれるという、万人に同意されていると言われるまさにこの事柄自体が、いかにして把握されうるのかを吟味すべきだと考える。次に、もし重さや軽さの付加が生じるのだとすれば、空中で重さを量られるものは、誰かが高い塔や木や険しい峰から身を乗り出して空中で重さを量るとき、下に横たわる地表に重さを量る者が立っている場合[に量られるとき]の方がより重く見えるということが帰結することになるが、これは架空のことのように思われる。ただし、これらにおいて差異が知覚できないほどになると言うのでない限りは。」

構文注3 件
  1. 1.88πολὺ γάρ, φησίν, εὐλογώτερον ... ἤπερ φυλάσσειν

    非人称の比較構文「πολὺ ... εὐλογώτερον [ἐστί] ... ἤπερ ...」であり、比較される二つの事柄が対格不定詞句(τὰ μεταβάλλοντα ... βαρύτερα ἀεὶ προϊόντα γίνεσθαι と φυλάσσειν ἔτι ... δύναμιν)によって並置されている。主語である τὰ μεταβάλλοντα には現在分詞句が複数重なり、述語不定詞 γίνεσθαι とそれに呼応する述語形容詞 βαρύτερα に係っている。

  2. 1.88καὶ γὰρ ἄτοπον ἀεὶ τῶν κάτω κινουμένων καὶ φερομένων κατὰ φύσιν θᾶττον κινουμένων κατὰ τὴν πλείονα ἀπὸ τοῦ ἄνω ἀπόστασιν λέγειν αὐτά, ὅτε ἧττόν ἐστι βαρέα, τοῦτο πάσχειν

    構文の骨格は ἄτοπον [ἐστί] λέγειν αὐτὰ ... τοῦτο πάσχειν(「それらが…このことを被ると述べるのは不条理である」)。前置された属格句「ἀεὶ τῶν κάτω κινουμένων ... θᾶττον κινουμένων」は属格絶対構文(「下へと運動するものが常により速く運動している状況において」)として機能し、主語代名詞 αὐτά はその運動する物体を承けている。

  3. 1.88ἐν τῷ ὑποκειμένῳ τῆς γῆς ἐδάφει ἑστῶτος τοῦ σταθμίζοντος

    属格絶対構文。「重さを量る者が下に横たわる地表に立っているときに」の意。直前の、高い場所から身を乗り出して空中で量る状況(ὅταν ἀπὸ ὑψηλοῦ πύργου ... ἑαυτὸν ἐκτείνας ἐν ἀέρι σταθμίζῃ)と対比され、地上で測定する場合に物体がより重く見えるという背理を示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:265.9-267.6