← キリキアのシンプリキオス

アリストテレス『天界について』注解

§242.12-243.24

数において無限な分離的元素の否定

シンプリキオスは、アリストテレスが連続的無限の否定に続いて、デモクリトスやエピクロスらの原子論者が主張した数において無限な分離的元素の存在を批判する議論を整理し、自然本性の単一性に由来する運動の同定、無限な空虚における中心と極限の欠如、および場所の不在による場所的運動の不可能性という三つの論駁を順に解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.75#1

" Εἰ δὲ μὴ συνεχὲς τὸ πᾶν ἕως τοῦ ὅτι μὲν οὖν οὐκ ἔστι τὸ σῶμα τοῦ παντὸς ἄπειρον, ἐκ τούτων φανερόν." Δείξας, ὅτι οὐδὲν σῶμα φυσικὸν ἁπλοῦν συνεχές, οἷαπερ τὰ στοιχεῖα ἐστιν, ἄπειρον εἶναι δυνατόν, δείκνυσιν ἐφεξῆς, ὅτι οὐδὲ ὡς διωρισμένα ἄπειρα τῷ πλήθει δυνατὸν εἶναι τὰ στοιχειώδη σώματα, ὡς οἱ περὶ Λεύκιππον καὶ Δημόκριτον ὑπετίθεντο πρὸ αὐτοῦ γεγονότες καὶ μετ’ αὐτὸν Ἐπίκουρος. οὗτοι γὰρ ἔλεγον ἀπείρους εἶναι τῷ πλήθει τὰς ἀρχάς, ἃς καὶ ἀτόμους καὶ ἀδιαιρέτους ἐνόμιζον καὶ ἀπαθεῖς διὰ τὸ ναστὰς εἶναι καὶ ἀμοίρους τοῦ κενοῦ· τὴν γὰρ διαίρεσιν κατὰ τὸ κενὸν τὸ ἐν τοῖς σώμασιν ἔλεγον γίνεσθαι, ταύτας δὲ τὰς ἀτόμους ἐν ἀπείρῳ τῷ κενῷ κεχωρισμένας ἀλλήλων καὶ διαφερούσας σχήμασί τε καὶ μεγέθεσι καὶ θέσει καὶ τάξει φέρεσθαι ἐν τῷ κενῷ καὶ ἐπικαταλαμβανούσας ἀλλήλας συγκρούεσθαι, καὶ τὰς μὲν ἀποπάλλεσθαι, ὅπῃ ἂν τύχωσι, τὰς δὲ περιπλέκεσθαι ἀλλήλαις κατὰ τὴν τῶν σχημάτων καὶ μεγεθῶν καὶ θέσεων καὶ τάξεων συμμετρίαν, καὶ συμβαίνειν [καὶ] οὕτως τὴν τῶν συνθέτων γένεσιν ἀποτελεῖσθαι.1 πρὸς οὖν τὴν τοιαύτην τῶν στοιχείων ἀπειρίαν ὁ Ἀριστοτέλης ἀντιλέγων πλείονα συνάγει συμπεράσματα· πρῶτον, εἰ σχήμασι μὲν καὶ μεγέθεσι καὶ τοῖς τοιούτοις διαφέρουσιν ἀλλήλων αἱ ἄτομοι, ἡ δὲ σύστασις αὐτῶν καὶ ἡ φύσις ἐστὶν ἡ αὐτή, ἐπειδὴ κατὰ τὴν φύσιν ἡ κίνησις καὶ οὐ κατὰ τὸ σχῆμα ἢ τὸ μέγεθος, ἀνάγκη πασῶν τὴν αὐτὴν εἶναι κίνησιν, ὥστε μὴ τὰς μὲν βαρείας αὐτῶν εἶναι, τὰς δὲ κούφας, ἀλλὰ πάσας βαρείας ὁμοίως ἢ κούφας, ὅπερ καὶ παρὰ τὰ ἐναργῆ φαίνεται καὶ δείξει προελθών, ὅτι τῶν φυσικῶν σωμάτων2 τὰ μὲν βαρέα, τὰ δὲ κοῦφά ἐστιν. ὅτι δὲ ἀνάγκη μίαν ἔχοντα φύσιν μίαν ἔχειν ῥοπήν, καὶ διὰ παραδειγμάτων δείκνυσι τοῦ τε κατὰ τὸν χρυσόν· ὁποῖα γὰρ ἂν ᾖ τὰ σχήματα τῶν πλειόνων χρυσίων, ἡ ῥοπὴ πάντων ἡ αὐτή ἐστιν· καὶ ἀπὸ τῶν ἁπλῶν σωμάτων· ὅπου γὰρ μία βῶλος, καὶ ἡ σύμπασα γῆ φέρεται, καίτοι τοσαύτης οὔσης ἐν τῷ μεγέθει καὶ κατὰ τὸ σχῆμα δέ, ὡς εἰκός, διαφορᾶς· καὶ τὸ πᾶν δὲ πῦρ καὶ ὁ σπινθὴρ εἰς τὸν αὐτὸν φέρεται τόπον· ὥστε καὶ τῶν ἀτόμων, ἐφ’ ὃ φέρεται ἡ μία, ἐπὶ τοῦτο καὶ πᾶσαι οἰσθήσονται· ὥστε ἢ κοῦφα μόνως ἔσται πάντα τὰ σώματα ἢ βαρέα μόνως. εἰ γὰρ τὰ ἁπλᾶ οὕτως, δῆλον, ὅτι καὶ τὰ σύνθετα· καὶ γὰρ καὶ τὰ σύνθετα κατὰ τὴν τῶν ἐν αὐτοῖς ἁπλῶν ἐπικράτειαν τὴν κατὰ τὰς ῥοπὰς διαφορὰν ἔχει. Δευτέρῳ δὲ χρῆται ἐπιχειρήματι τοιῷδε ἐκ τοῦ προδεδειγμένου· εἰ μὲν βάρος ἔχουσιν αἱ ἄτομοι, ἔσται τοῦ παντὸς μέσον, εἰς ὃ φέρεται τὰ βαρέα, εἰ δὲ κουφότητα, ἔσται ἔσχατον, εἰς ὃ φέρεται τὰ κοῦφα· ἀλλὰ μὴν ἀδύνατον ἢ μέσον εἶναι ἢ ἔσχατον ἀπείρου ὄντος τοῦ κενοῦ· ἀδύνατον ἄρα βάρος ἢ κουφότητα ἔχειν τὰς ἀτόμους. εἰ οὖν πᾶν φυσικὸν σῶμα ἢ κατὰ βάρος ἢ κατὰ κουφότητα κινεῖται, αἱ δὲ ἄτομοι οὔτε βάρος οὔτε κουφότητα ἔχουσι, δῆλον, ὅτι οὐ κινηθήσονται. Τρίτῳ δὲ ἐπιχειρήματι χρῆται τοιούτῳ καὶ αὐτῷ πάλιν ἐκ τοῦ προδεδειγμένου· ἐν τῷ ἀπείρῳ κενῷ ἀοριστία ἐστίν· ὅπου δὲ ἀοριστία ἐστίν, οὔτε μέσον ἐστὶν οὔτε ἔσχατον· οὗ δὲ μήτε μέσον ἐστὶ μήτε ἔσχατον, ἐν τούτῳ οὔτε τὸ ἄνω ἐστὶν οὔτε τὸ κάτω· οὗ δὲ μήτε τὸ ἄνω ἐστὶ μήτε τὸ κάτω, ἐν τούτῳ τόπος οὐκ ἔστιν· οὗ δὲ τόπος οὐκ ἔστιν, ἐν τούτῳ ἡ κατὰ τόπον κίνησις οὐκ ἔστιν· ἐν τῷ κενῷ ἄρα ἡ κατὰ τόπον κίνησις οὐκ ἔστι.

「しかし、もし全宇宙が連続的でないならば……から『したがって、全宇宙の物体が無限でないことは、これらのことから明らかである』まで。」 いかなる単純で連続的な自然の物体(元素がまさにそうであるようなもの)も無限ではありえないことを示したのち、[アリストテレスは]それに続いて、彼以前に現れたレウキッポスやデモクリトスの一派や、彼以後のエピクロスが仮定したように、元素的な物体が区切られたものとして数において無限であることも不可能であることを示している。というのも、彼らは始原が数において無限であると主張し、それらを中実であり空虚を分有しないがゆえに原子であり不可分であり非受動的であると考えたからである。すなわち、物体の中にある空虚に従って分割が生じると彼らは述べ、他方でこれらの原子は無限な空虚の中において互いから分離され、形相(形)、大きさ、位置、配列において異なりながら空虚の中を運動し、互いに追いついて衝突し、あるものはたまたま向かった先へと跳ね返り、他のものは形、大きさ、位置、配列の均整に従って互いに絡み合い、このようにして複合的なものの生成が成し遂げられるに至る、と主張していたのである。それゆえアリストテレスは、元素のこのような無限性に対して反論して、複数の結論を導き出している。第一に、もし原子が形や大きさやそのようなものにおいて互いに異なっており、他方でそれらの構成と自然本性は同一であるならば、運動は自然本性に従うものであって形や大きさに従うものではない以上、すべての[原子]の運動が同一であること、したがってそれらのうちあるものは重くあるものは軽いというのではなく、すべてが等しく重いか等しく軽いかであることが必然となり、このことは明白な事実にも反して現れるし、進んだ先で彼が示すように、自然の物体のうちあるものは重くあるものは軽いのである。そして、一つの自然本性を持つものは一つの傾向性を持たねばならないことを、彼は諸例によっても、まず金に関する例によって示している。なぜなら、多数の金片の形がどのようなものであろうと、すべての傾向性は同一であるからである。また、単純な物体からも示される。すなわち、一つの土塊が[運ばれる]ところへ全土も運ばれるのであり、大きさにおいてこれほど大きな相違があり、おそらくは形においても相違があるにもかかわらずそうなのである。また全火と火花も同じ場所へと運ばれる。したがって原子についても、一つの[原子]が運ばれるところへすべての[原子]も運ばれるであろう。したがって、すべての物体が単に軽いのみであるか、あるいは単に重いのみであるかのいずれかとなるであろう。なぜなら、もし単純な物体がそうであるならば、複合的な物体もそうであることは明らかだからである。というのも、複合的な物体もその内にある単純な物体の優勢に従って、傾向性に関する相違を持つからである。そして第二に、彼はすでに証明されたことに基づいて次のような論駁を用いている。もし原子が重さを持つならば、全宇宙の中心、すなわち重いものが運ばれる場所が存在することになり、もし軽さを持つならば、極限、すなわち軽いものが運ばれる場所が存在することになる。しかるに、空虚が無限である以上、中心であれ極限であれ存在することは不可能である。したがって、原子が重さや軽さを持つことは不可能である。それゆえ、もしすべての自然の物体が重さに従ってか軽さに従って運動し、他方で原子が重さも軽さも持たないとすれば、それらは運動しないであろうことは明らかである。そして第三に、それ自体もまた再びすでに証明されたことに基づく次のような論駁を用いている。無限な空虚においては無限定性がある。そして無限定性があるところには、中心も極限もない。中心も極限もないところには、上も下もない。上も下もないところには、場所がない。場所がないところには、場所に関する運動(移動)がない。したがって、空虚の中には場所に関する運動は存在しないのである。

構文注2 件
  1. 1.75καὶ συμβαίνειν [καὶ] οὕτως τὴν τῶν συνθέτων γένεσιν ἀποτελεῖσθαι

    不定詞 συμβαίνειν は先行する ἔλεγον(「彼らは述べていた」)に統語的に依存する間接話法の構文であり、さらにその補足節として対格不定詞構文 τὴν ... γένεσιν ἀποτελεῖσθαι(「複合的なものの生成が成し遂げられること」)を従えている。

  2. 1.75καὶ διὰ παραδειγμάτων δείκνυσι τοῦ τε κατὰ τὸν χρυσόν ... καὶ ἀπὸ τῶν ἁπλῶν σωμάτων

    δείκνυσι にかかる手段の表現が、前半は前置詞 διὰ の支配する παραδειγμάτων に属格 τοῦ ... [παραδείγματος] が同格的(あるいは属格補語的)に連なる構造をとり、後半では前置詞 ἀπό への交替(異構文)によって対置されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:242.12-243.24