- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:207.8-208.12
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アレクサンドロスによる物体一般および球状の物体が無限でありえないことの諸論証を完結させ、シンプリキオスは、アリストテレスが天の球形性を前提とする論証をこの段階では意図的に避けている理由を注記する。
εἰ δὲ ἡ ὑπεροχὴ ἄπειρος, ἔσται τὸ μέρος τῷ ὅλῳ ἴσον καὶ ἄπειρον ἀπείρου ἀπείρῳ μεῖζον,1 ὅπερ ἄτοπον, εἴ γε τὸ ὅλον ἀνάγκη μεῖζον εἶναι τοῦ μορίου. εἰ δὲ ἄμφω πεπέρανται, καὶ τὸ ἐξ αὐτῶν ἔσται πεπερασμένον· εἰ δὲ τοῦτο, οὐδὲν οὔτε ἁπλοῦν οὔτε σύνθετον ἄπειρον ἔσται σῶμα. ἀλλ’ οὐδὲ τὸ ἕτερον αὐτῶν οἷόν τε λέγειν ἄπειρον εἶναι, καὶ ὅτι πανταχοῦ ὂν τὸ ἄπειρον τῷ ἑτέρῳ παρείσδυσιν οὐ καταλείψει, καὶ ὅτι, ὡς ἔδειξεν αὐτὸς ἐν τῷ τρίτῳ τῆς Φυσικῆς ἀκροάσεως, ἐν τῇ μίξει καὶ τῇ συνθέσει πλεονάζον θάτερον διαφθείροι ἂν τὸ ἕτερον· εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη σύνθετον τὸ τοιοῦτον, ὥστε οὐδ’ ὁ κόσμος· ἐκ γὰρ τῆς τῶν στοιχείων συνθέσεως ὁ κόσμος.” ὅτι δὲ μηδὲ τὸ ἐγκύκλιόν τε καὶ σφαιρικὸν σῶμα οἷόν τε ἄπειρον εἶναι, οὕτως ὁ Ἀλέξανδρος ἐπιχειρεῖ δεικνύναι· κύκλον γὰρ ἢ σφαῖραν ἄπειρον εἶναι οὐχ οἷόν τε, εἴ γε κύκλος ἐστίν, οὗ ἀφ’ ἑνὸς σημείου τῶν ἐντὸς τοῦ σχήματος κειμένων πᾶσαι αἱ πρὸς τὴν περιφέρειαν προσπίπτουσαι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσί, τὸ δὲ ἴσον ἐν πεπερασμένοις· ὁ αὐτὸς δὲ καὶ ἐπὶ σφαίρας λόγος. ἔτι τὸ μὴ πεπερασμένον οὐκ ἀνάγκη πρός τι περαίνειν, τὸ δὲ πρός τι περαῖνον ἀνάγκη πεπεράνθαι· αἱ δὲ εὐθεῖαι πρὸς τὴν περιφέρειαν περαίνουσιν· ὥστε καὶ τὸ διάστημα τοῦ κύκλου καὶ τῆς σφαίρας πεπερασμένον ἐστίν, ὥστε καὶ ὁ κύκλος καὶ ἡ σφαῖρα. ὅσον γὰρ τὸ διάστημα αὐτῶν, τοσοῦτοι καὶ οὗτοι. ὅλως δὲ τὸ ἄπειρον κύκλον ἢ σφαῖραν λέγειν ἀναιρεῖν ἐστι κύκλον καὶ σφαῖραν· τὸ γὰρ εἶναι αὐτοῖς ἐν τῷ σχήμασιν εἶναί ἐστιν, οὐδὲν δὲ σχῆμα ἄπειρον· δηλοῦσι δὲ καὶ οἱ ὁρισμοὶ αὐτῶν. ἔτι, ἐν ᾧ τί ἐστιν ἐξωτάτω καὶ μέσον, τοῦτο οὐχ οἷόν τε ἄπειρον λέγειν. ἔτι, ἐν ᾧ ἔστιν ἀρχὴ καὶ πέρας, τοῦτο οὐκ ἄπειρον· ἐν δὲ τούτοις2 πᾶν τὸ ληφθὲν σημεῖον ἐπὶ τῆς περιφερείας ἀρχή τε καὶ πέρας τοῦ παντός ἐστιν. ἔτι, εἰ ἄπειροι αἱ ἀπὸ τοῦ κέντρου ἀγόμεναι, ἐξ ὧν ἡ διάμετρος, ἤτοι ἀμφότεραι ἄπειροι ἔσονται ἢ ἀμφότεραι πεπερασμέναι ἢ ἡ ἑτέρα αὐτῶν· ἀλλ’ εἰ μὲν ἡ ἑτέρα μόνη ἄπειρος, οὐκ ἔσονται αἱ ἀπὸ τοῦ κέντρου ἴσαι, ὥστε οὐδὲ κύκλος οὐδὲ σφαῖρα· εἰ δ’ ἴσαι αἱ ἐκ τοῦ κέντρου, πεπερασμένον ἀπείρῳ ἴσον ἔσται· εἰ δ’ ἄμφω πεπερασμέναι, καὶ ὅλη ἡ διάμετρος πεπερασμένη καὶ ὅλος ὁ κύκλος καὶ ἡ σφαῖρα· εἰ δ’ ἄμφω ἄπειροι, ἔσται πλείω τὰ ἄπειρα καὶ ἄπειρον ἀπείρου μεῖζον καὶ διπλάσιον. ἔτι, εἰ ἄπειρος ἡ διάμετρος, οὐκ ἔσται αὐτῆς μέσον, εἰ δὲ μὴ ταύτης, οὐδὲ τοῦ κύκλου οὐδὲ τῆς σφαίρας· εἰ δὲ μὴ μέσον, οὐδὲ κέντρον· εἰ δὲ μὴ κέντρον, οὐδὲ κύκλος ἢ σφαῖρα ἔσται. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι ὁ Ἀριστοτέλης ὡς μήπω δείξας,3 ὅτι σφαιρικός ἐστιν ὁ οὐρανός, οὐκ ἠξίωσε τοιαύτῃ χρήσασθαι ἀποδείξει. καὶ γὰρ εἰ σφαιρικὸς ὁ οὐρανὸς ὁμολογηθῇ, περιττὸν ἔτι [τὸ] ζητεῖν, εἰ πεπερασμένος ἢ ἄπειρος, καὶ ὅλως ἐχρῆν πρῶτον πεπερασμένον δεῖξαι καὶ οὕτως περὶ τοῦ σχήματος ζητεῖν.
他方、もし超過分が無限であるならば、部分は全体と等しくなり、無限なものが無限なものより無限に大きくなるであろうが、全体が部分より大きいことが必然的である以上、これは不条理である。しかし、もし両方が有限であるならば、それらから成る全体もまた有限であろう。そしてもしそうであるならば、単純な物体であれ複合的な物体であれ、いかなる物体も無限ではないであろう。しかし、それらの一方のみが無限であると言うこともできない。それは、無限なものは至る所に存在するために他方が入り込む余地を残さないからでもあり、また彼自身が『自然学講義』第3巻で示したように、混合と合成において一方のものが過多となれば他方を滅ぼしてしまうからでもある。そしてもしそうであるならば、そのような複合体は存在しえないことになり、したがって宇宙も存在しえないことになろう。なぜなら宇宙は諸元素の合成から成るからである。」 また、円運動をする球状の物体も無限でありえないことを、アレクサンドロスは次のように論証しようと試みている。すなわち、もし円が「その図形の内側に位置する一つの点から円周へと下ろされるすべての直線が互いに等しい」ようなものであるならば、円や球が無限であることはありえない。等しいということは有限なものたちにおいて成り立つからである。球についても同じ議論が成り立つ。さらに、有限でないものは何ものかに向かって限界づけられる必然性を持たないが、何ものかに向かって限界づけられるものは有限である必然性がある。しかるに諸直線は円周に向かって限界づけられている。したがって円や球の間隔も有限であり、したがって円も球も有限である。なぜなら、それらの間隔の大きさと同じだけの大きさを、これら[図形]自身も持っているからである。一般に、円や球が無限であると言うことは、円と球を取り消すことである。なぜならそれらにとって存在するとは図形であることのうちにあり、いかなる図形も無限ではないからである。そしてそれらの定義もこのことを明らかにしている。さらに、そのうちに最外部と中心が存在するようなもの、これを無限であると言うことはできない。さらに、そのうちに始原と終わりが存在するようなもの、これも無限ではない。しかるにこれらの[図形]においては、円周上に取られたいかなる点も全体の始原であり終わりでもある。さらに、もし中心から引かれる諸直線――これらから直径が成り立つ――が無限であるとするなら、両方が無限であるか、両方が有限であるか、あるいはそれらの一方のみが無限であるかのいずれかであろう。しかし、もし一方のみが無限であるとすれば、中心からの諸直線は等しくないことになり、したがって円も球も成り立たない。他方、もし中心からの諸直線が等しいとすれば、有限なものが無限なものと等しいことになろう。他方、もし両方が有限であるならば、直径全体も有限であり、円全体も球全体も有限である。他方、もし両方が無限であるならば、無限なものが複数存在することになり、無限なものが無限なものより大きく、かつ二倍であることになろう。さらに、もし直径が無限であるならば、それの中点は存在しないであろうし、直径の中点が存在しないなら、円の中点も球の中点も存在しないであろう。中点が存在しないなら、中心も存在しないであろう。中心が存在しないなら、円も球も存在しないであろう。 しかし、アリストテレスは天が球状であることをまだ論証していない者として、このような論証を用いることを適当と見なさなかった、という点に留意する価値がある。なぜなら、もし天が球状であると認められるならば、それが有限であるか無限であるかをなお探究することは余計なことであり、一般に、まず有限であることを論証し、そのようにした上で形状について探究すべきであったからである。
- 1.41ἄπειρον ἀπείρου ἀπείρῳ μεῖζον
主格 ἄπειρον が主語、属格 ἀπείρου が比較の属格、与格 ἀπείρῳ が差額を表す与格(「無限の量によって」)である。多重の語形変化による同音反復的構造をなし、「無限なものが無限なものより無限に(無限の差によって)大きい」という不条理な事態を表現している。
- 1.41ἐν δὲ τούτοις
中性複数与格 τούτοις は直前で論じられている円と球(κύκλος, σφαῖρα)という幾何学的図形全般を指す。続く πᾶν τὸ ληφθὲν σημεῖον ἐπὶ τῆς περιφερείας(「円周上に取られたいかなる点も」)が主語部分を形成する。
- 1.41ὡς μήπω δείξας
接続詞 ὡς に分詞 δείξας が後続し、主節の主語アリストテレスの主観的意図ないし論証段階上の根拠を示している(「まだ天が球状であることを示していない者として/という理由から」)。客観的事実としてではなく、アリストテレス自身の議論の順序・前提設定の観点から説明する構文である。
