← キリキアのシンプリキオス

アリストテレス『天界について』注解

§164.12-166.2

換位の誤りと実体の無反対性をめぐる論駁

シンプリキオスはピロポノスが換位の前提を取り違えてアリストテレスを批判していること、および空気と火の円運動を誤解していることを論駁する。さらに『範疇論』における「実体に反対のものはない」という命題の真意を解せず、実体的性質を伴う複合的実体を誤認しているピロポノスの無理解を弾劾する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.36#9

ὅτι γὰρ ἀντέστρεψε, δηλοῖ λέγων τὰ ἐναντίως κινούμενα ποιοτήτων ἐναντίων μετέχειν καὶ κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφὴν αὐτοῦ τὰ μὴ μετέχοντα ποιοτήτων ἐναντίων μηδὲ κινήσεις ἐναντίας κινεῖσθαι, ὡς ἡγουμένων μὲν τῶν κινήσεων, ἑπομένων δὲ τῶν ἐναντίων·1 ἀπὸ γὰρ τούτων καὶ τῆς ἀντιστροφῆς ἤρξατο οὐκ ἐννοήσας, ὅπερ καὶ πρότερον εἶπον, ὅτι ὁ Ἀριστοτέλης ἐκ τοῦ μὴ εἶναι τῇ κύκλῳ ἐναντίαν κίνησιν βούλεται δεῖξαι, ὅτι οὐδὲ τῷ κυκλοφορητικῷ ἔστι τι ἐναντίον. ἀντιστρέψας δὲ οὗτος τοὺς ὅρους συνήγαγε τὸ τῇ κύκλῳ κινήσει μὴ εἶναι ἐναντίαν κίνησιν, ὅπερ διὰ οἰκείας ἀποδείξεως δείξει ἐξ ἐκείνου συναγαγεῖν βουλόμενος τὸ τῇ οὐσίᾳ τοῦ οὐρανοῦ μὴ εἶναι ἐναντίον·2 τούτου γὰρ ἐδεῖτο πρὸς τὸ ἀγένητον. οὗτος δὲ καὶ ἐπιμένει δεικνύναι φιλονεικῶν ἀπὸ τῶν πραγμάτων, ὡς λέγει, ὅτι οὐδὲ ἐξισάζει οὐδὲ δυνατὸν ἀντιστρέφειν τοὺς ὅρους. κἀνταῦθα πάλιν ἔτι ἀνοητότερον ἀναστρέφεται· ὁ γὰρ ἀήρ, φησί, καὶ τὸ ὑπέκκαυμα ἐναντίας ἔχοντα ποιότητας ἄμφω κυκλικὴν ἔχουσι κίνησιν· εἰ οὖν ἡ κύκλῳ τῇ κύκλῳ οὐκ ἔστιν ἐναντία, ποιότητας ἐναντίας ἔχοντα κινήσεις ἐναντίας οὐκ ἔχει. καὶ ἐν τούτοις οὖν πρῶτον μὲν ἐκείνας τὰς ποιότητας, αἷς ἡ κατὰ τόπον κίνησις ἀκολουθεῖ, οὐκ ἔχουσιν ἐναντίας τὸ πῦρ καὶ ὁ ἀήρ· ἄμφω γὰρ θερμὰ καὶ ἄμφω κοῦφα, εἰ καὶ τὸ μὲν μᾶλλον διὰ τὴν ξηρότητα, τὸ δὲ ἧττον διὰ τὴν ὑγρότητα· ἔπειτα ἡ κύκλῳ κίνησις ὅτι μὴ τῆς τοῦ πυρὸς καὶ τοῦ ἀέρος φύσεώς ἐστιν ἰδία, ἀλλὰ κρειττόνως αὐτῆς μετέχει ἐπιτηδείως δηλονότι πρὸς τὴν μέθεξιν ἔχουσα, δέδεικται πρότερον, οἶμαι, μετρίως ἐκ τοῦ τῇ ἀπλανεῖ συγκινεῖσθαι, ὡς δηλοῦσιν οἱ ἐν αὐτοῖς συνιστάμενοι κομῆται καὶ τὰ ἄλλα φάσματα συνανατέλλοντα καὶ συνδύνοντα τοῖς ἀπλανέσιν ἄστροις· καὶ οὐχ αὗται μόναι τῷ ἀπλανεῖ συγκινοῦνται, ἀλλὰ καὶ τὸ πλανώμενον, ἀλλ’ ἐκεῖνο μὲν καὶ ἰδίαν ἔχει κίνησιν, αἱ δὲ ὑπὸ σελήνην σφαῖραι ταῖς ὁλότησι κατὰ τὴν κρείττονα μέθεξιν κινοῦνται. ταῦτα μὲν οὖν ἀρκούντως εἰρήσθω, εἰ μή τις ἄρα καὶ περιττὴν ἡμῖν ἀσχολίαν ἐγκαλεῖ καταφρονῶν τῆς τῶν τοῦδε λόγων σαθρότητος· γινωσκέτω δὲ καὶ ἐμὲ μὴ τῶν λόγων αὐτοῦ χάριν τῆς ἀσχολίας ταύτης ἀνέχεσθαι, ἀλλὰ τῶν ὑπὸ τοῦ πλήθους αὐτοῦ τῶν λόγων ἀπατωμένων καὶ αὐτῆς δὴ ταύτης τῆς πρὸς Ἀριστοτέλην ἀντιλογίας, τοιγαροῦν οὐκ ἀγνοῶ, ὅτι τοῖς μεθ’ ἡμᾶς οὐ τὰ ἐκείνου μόνον, ἀλλὰ καὶ ταῦτα περιττὰ καὶ οὐ σπουδῆς ἄξια νομισθήσεται· πλὴν ἀνάγκη καὶ τὸ λοιπὸν ἀναμετρήσασθαι τῆς Χαρύβδεως. ἐν δὴ τούτοις τοῖς προεκκειμένοις πολλαχοῦ προισχόμενος τὸ τῇ οὐσίᾳ μηδὲν εἶναι ἐναντίον καὶ νομίζων τὸν Ἀριστοτέλην πρὸς ἑαυτὸν διαφωνεῖν ἐν Κατηγορίαις μὲν εἰπόντα τοῦτο σαφῶς, ἐνταῦθα δὲ τῶν ἐναντίων κατ’ οὐσίαν καὶ τὰς φορὰς ἐναντίας εἶναι λέγοντα, δοκεῖ μοι παντάπασιν ἀγνοεῖν, πῶς εἴρηται τὸ τῇ οὐσίᾳ μηδὲν εἶναι ἐναντίον. τεκμαίρομαι δὲ ἐκ τῆς διαιρέσεως, καθ’ ἣν ἐποιήσατο τὴν ὑπάντησιν, ἣν ἐν τοῖς πρώτοις τῆς ἐκκειμένης αὐτοῦ προσεχῶς ῥήσεως ὅπως νοεῖ, σαφῶς ἀπεκάλυψε3 γράφων· “ταῦτα μὲν οὖν, εἰ κατ’ οὐσίαν ἐναντία σώματα τὰ κινήσεις ἐναντίας κινούμενα. εἰ δὲ μὴ κατ’ οὐσίαν ἐναντία λέγοι τις διὰ τὸ καθόλου τῇ οὐσίᾳ μηδὲν εἶναι ἐναντίον, ἀλλὰ ποιοτήτων πάντως ἐναντίων μετέχειν τὰ ἐναντίως κινούμενα, ὡς ἐπὶ πυρὸς ἔχει καὶ γῆς· τὸ μὲν γὰρ θερμόν, ἡ δὲ ψυχρὰ τυγχάνει, καὶ τὸ μὲν κοῦφον, ἡ δὲ βαρεῖα”· ὁρᾷς, ὅτι τοῖς κατ’ οὐσίαν ἐναντίοις τὰ κατὰ ποιότητα ἐναντία ἀντέθηκεν ὡς ἄλλα δηλονότι παρ’ ἐκεῖνα νομίζων αὐτὰ καὶ οὐδὲ κατὰ τὰς τυχούσας ποιότητας ἀντικείμενα ἀλλὰ τὰς οὐσιώδεις, ὡς ἐπὶ πυρός, φησί, καὶ γῆς ἔχει· τὸ μὲν γὰρ θερμόν, ἡ δὲ ψυχρὰ τυγχάνει, καὶ τὸ μὲν κοῦφον, ἡ δὲ βαρεῖα. εἰ τοίνυν μὴ ταῦτα νομίζει καὶ τὰ τοιαῦτα κατ’ οὐσίαν ἐναντία, ἐπειδὴ πᾶσα σύνθετος οὐσία, ᾗ μάλιστα νομίζει μηδὲν εἶναι ἐναντίον, ἔκ τε τῆς ὕλης ἐστὶ καὶ τῶν οὐσιωδῶν ποιοτήτων, τίς ἄλλη περιλείπεται οὐσία φυσικὴ σύνθετος, ἐφ’ ἧς ἀληθεύειν νομίζει τὸ τῇ οὐσίᾳ μηδὲν εἶναι ἐναντίον; ὅτι γὰρ ἐπὶ τῆς συνθέτου οὐσίας ἐν Κατηγορίαις εἰρῆσθαι τοῦτο νομίζει, σαφῶς ἔγραψεν εἰπὼν ἐν τῷ τρίτῳ κεφαλαίῳ τοῦ πέμπτου ἑαυτοῦ βιβλίου “εἰ μὲν οὖν αὐτὰς τῶν σωμάτων τὰς οὐσίας ἐναντίας εἶναί φησιν, ὅσαι κινήσεις ἐναντίας κινοῦνται, αὐτὸς ἑαυτῷ τἀναντία λέγων ὁ Ἀριστοτέλης ἁλώσεται· αὐτὸς γὰρ ἐν Κατηγορίαις ἡμᾶς ἐδίδαξεν, ὅτι οὐδὲν ἔστιν ἐναντίον τῇ οὐσίᾳ καὶ μάλιστα τῇ ἐξ ὕλης καὶ εἴδους συνθέτῳ”· ποῖον οὖν ἐστι φυσικὸν σῶμα σύνθετον ἐξ ὕλης καὶ εἴδους, ὃ μὴ ταῖς ἀντικειμέναις ποιότησιν εἰδοποιεῖται;

事実、彼が換位を行ったことは、反対に運動するものが反対の性質を分有していると彼が述べていること、そして彼による対偶的換位にしたがって、反対の性質を分有しないものは反対の運動をすることもないと述べていることによって明らかである。それは、運動が前件であり、反対のものたちが後件であるかのように[論じているのである]。というのも、彼がこれら[の前提]と換位から論を始めたのは、私が前にも言ったように、アリストテレスは円運動に対して反対の運動が存在しないことから、円運動を行う[天体]に対しても反対のものは何ら存在しないことを示そうと欲しているのだ、ということを理解していなかったからである。ところがこの者は、諸項を換位することによって、円運動に対して反対の運動が存在しないという結論を導き出したが、これは[アリストテレスが]固有の証明によって示すはずの事柄であり、アリストテレスはそこから天の実体に反対のものが存在しないという結論を導くことを欲していたのである。天が不生であることを[示す]ために、彼はまさにこれを必要としていたからである。しかしこの者は、自分が言うように事柄そのものから、諸項が等しくもなく換位することも可能でないことを論争的に示そうと固執さえしている。そしてここでもまた、彼はさらに無分別に立ち回っている。なぜなら彼は、空気と点火物は反対の性質をもちながら両者ともに円運動をもつ、と述べるからである。したがって、もし円運動に対して円運動が反対でないとすれば、反対の性質をもつものが反対の運動をもたないことになる、と。そこでこれらの議論においても、第一に、火と空気は場所的運動が伴うようなそれらの性質を反対のものとして保持しているわけではない。なぜなら、前者は乾燥によってより多く、後者は湿気によってより少なくではあるにせよ、両者ともに熱く、両者ともに軽いからである。第二に、円運動は火と空気の自然本性に固有のものではなく、〔その自然本性が〕より優れた仕方でそれに与っているのであり、明らかにその分有に適したあり方をしているのだということは、恒星天とともにそれらが動かされることから、以前、私の考えでは程よく示された通りである。それらのうちで生じる彗星やその他の現象が、恒星とともに昇り恒星とともに沈むことが明示しているように。そしてこれらのみが恒星天とともに動かされるのではなく、惑星天もそうであるが、惑星天は自らに固有の運動をも持っているのに対し、月の下にある球層は全体としてより優れた分有にしたがって運動しているのである。それゆえ、もし誰かがこの者の議論の脆さを軽蔑して、われわれに余計な骨折りを咎め立てするのでなければ、これらについては十分に語られたとしよう。しかし知るべきである、私もまた彼の議論のためにこの骨折りに耐えているのではなく、彼の議論の多弁さと、まさにこのアリストテレスへの反対論とに欺かれている者たちのために耐えているのだということを。だからこそ私は、われわれの後の人々にとっては、彼の議論のみならずこれら[の反論]もまた余計なものであり真剣な考察に値しないと思われるであろうことを知らないわけではない。とはいえ、カリュブディスの残りを踏破することも必然である。さて、先ほど引用されたこれらの箇所において、彼は実体には何ら反対のものはないということを随所で持ち出し、アリストテレスが『範疇論』ではこのことを明確に語りながら、ここでは実体にしたがって反対であるものたちの移動も反対であると語っているとして、自ら矛盾していると思い込んでいるが、彼には、実体には何ら反対のものはないということがいかなる意味で語られているのかが全く理解できていないように思われる。私がそう推測するのは、彼が反論をなした区分によるものであり、彼は直前に引用された自身の言説の冒頭において、それを自分がどのように解しているかを明確に露呈して次のように書いている。「これらは、反対の運動をする物体が実体にしたがって反対である場合のことである。しかし、普遍的に実体には何ら反対のものはないがゆえに、これらは実体にしたがって反対であると言われるのではなく、火と土についてそうであるように、反対に運動するものはことごとく反対の性質を分有していると言われるとすれば――前者は熱く後者は冷たく、前者は軽く後者は重いからである――」。見よ、彼は実体にしたがって反対であるものたちに対して、性質にしたがって反対であるものたちを、明らかに前者のほかの別のものであると思い込んで対置させており、しかもそれらはありあわせの性質にしたがって対立しているのではなく、彼が言うように火と土についてそうであるような実体的な性質にしたがって対立しているのである(前者は熱く後者は冷たく、前者は軽く後者は重いからである)。そうだとすれば、もし彼がこれらやこのようなものを実体にしたがって反対であると考えないのだとすれば、彼がとりわけ何ら反対のものを持たないと考えているあらゆる複合的実体は、物質と実体的性質から成るのであるから、実体には何ら反対のものはないということが真実であると彼が考えるような、いかなる他の自然的な複合的実体が残されるというのか。なぜなら、彼が『範疇論』においてこのことが語られているのを複合的実体についてであると考えていることは、彼自身の第5書の第3章において次のように述べて明瞭に書いているからである。「もし彼が、反対の運動をする物体の実体そのものが反対であると語っているのだとすれば、アリストテレスは自らに反対のことを語る者として捉えられるであろう。彼自身が『範疇論』において、実体には、そしてとりわけ物質と形相から成る複合的実体には、何ら反対のものはないとわれわれに教えたからである」。そうであるなら、対立する性質によって種別化されないような、物質と形相から成る自然的複合物体とは、いったいいかなるものだというのか。

構文注3 件
  1. 1.36ὡς ἡγουμένων μὲν τῶν κινήσεων, ἑπομένων δὲ τῶν ἐναντίων

    ὡς に導かれる独立属格構文であり、論証の命題における「運動(の反対性)」が条件の前件(τὸ ἡγούμενον)であり、「[物体の]反対性」が後件(τὸ ἑπόμενον)として扱われているという、ピロポノスによる前提の取り違えを批判的に説明している。

  2. 1.36ὅπερ διὰ οἰκείας ἀποδείξεως δείξει ἐξ ἐκείνου συναγαγεῖν βουλόμενος τὸ τῇ οὐσίᾳ τοῦ οὐρανοῦ μὴ εἶναι ἐναντίον

    関係代名詞 ὅπερ は直前の「円運動に対して反対の運動が存在しないこと」(τὸ τῇ κύκλῳ κινήσει μὴ εἶναι ἐναντίαν κίνησιν)を受ける。主語はアリストテレスであり、未来形 δείξει に分詞 βουλόμενος が係り、ἐξ ἐκείνου(そのこと=円運動に反対運動がないこと)から天の実体に反対性がないことを導く意図であったという論理構造を示す。

  3. 1.36ὧν ὅπως νοεῖ, σαφῶς ἀπεκάλυψε

    関係詞 ἣν は先行詞 ὑπάντησιν を受けており、続く間接疑問節 ὅπως νοεῖ(どのように理解しているか)が σαφῶς ἀπεκάλυψε の目的語的役割を果たす二重構造になっている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:164.12-166.2