← キリキアのシンプリキオス

アリストテレス『天界について』注解

§160.30-162.20

空気の相対的運動と円運動の無反対性

シンプリキオスは、空気が上昇と下降という反対の場所的運動をもつとする反論者に対し、空気の重さと軽さが相対的であることや虚空阻止の副次的作用であることを示して駁駁し、天体の円運動に反対のものがないことを示すアリストテレスの論証の構造を擁護する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.36#7

ἐπειδὴ δὲ τὸν ἀέρα καὶ τὴν κατὰ τόπον τῶν κινήσεων ἐναντίωσιν ἔχειν οὗτός φησι, θαυμαστόν, ὅπως οὐκ ἐνενόησε ταῦτα, ἅπερ αὐτὸς εἶπεν, ὅτι ἐν τῷ τετάρτῳ τῆσδε τῆς πραγματείας1 ὁ Ἀριστοτέλης ἁπλῶς μὲν βαρύ φησιν εἶναι τὸ πᾶσιν ὑφιστάμενον οἷον γῆν καὶ ἁπλῶς κοῦφον τὸ πᾶσιν ἐπιπολάζον οἷον πῦρ, τὰ δὲ μέσα τούτων, ὕδωρ λέγω καὶ ἀέρα, τοῖς μὲν ἐπιπολάζοντα, τοῖς δὲ ὑφιστάμενα, βαρέα τε εἶναι καὶ κοῦφα. καὶ πολλάκις ὁ Ἀριστοτέλης εἶπεν, ὅτι οὐδὲ ἁπλᾶ ταῦτα κυρίως ἐστίν, ὥστε τί θαυμαστόν, εἰ κατὰ τὸ ἀεὶ ἐπικρατοῦν ἐν αὐτῷ ὁ ἀὴρ κινεῖται ποτὲ μὲν ἄνω ποτὲ δὲ κάτω, οὐκ ἄμφω κατὰ ταὐτὸν ἔχων τὰς ἐναντίας ταύτας ἐνεργητικὰς δυνάμεις, ἀλλὰ κατὰ τὴν ἑαυτοῦ διάφορον ἀλλοίωσιν αὐτὰ προβαλλόμενος; παχυνθεὶς μὲν γὰρ ἐπὶ τὸ κάτω ῥέπει, λεπτυνόμενος δὲ ἐπὶ τὸ ἄνω. ὅταν μέντοι κενουμένου κάτω τόπου τινὸς ἀὴρ εἰς αὐτὸν καθέλκηται, διὰ τὴν κένωσιν τότε συμβαίνει τοῦτο τοῦ παντὸς ἀεὶ περισφίγγοντος ἑαυτὸ καὶ κενὴν εἶναι χώραν μὴ συγχωροῦντος, ἀλλὰ τὰ λεπτότερα καὶ εὐκινητότερα συνωθοῦντος εἰς τὰς κινδυνευούσας κενωθῆναι χώρας· ἐπεὶ κατά γε τὴν ἑαυτοῦ φύσιν κουφότερος μᾶλλον ὢν ὁ ἀὴρ ἐπὶ τὸ ἄνω πέφυκε φέρεσθαι, κἂν μὴ ὑπεκστῇ τι τῶν ἄνω τῷ ἀναβαίνοντι ἀέρι, πύκνωσιν ἀνάγκη γενέσθαι τινῶν σωμάτων ἢ ἀντιπερίστασιν, ἵνα τὸν ἀπὸ τοῦ ὕδατος γενόμενον ἀέρα δέξηται ὁ τόπος. οὐ καλῶς οὖν οὗτος ὁμοίως φησὶν ἄνω καὶ κάτω τὸν ἀέρα μεθίστασθαι, ὥστε, εἰ κάτω διὰ τὸ μὴ γενέσθαι κενόν, καὶ ἄνω διὰ τοῦτο· δηλοῖ γὰρ ὁ ἀπὸ τοῦ ὕδατος γινόμενος ἀὴρ καίτοι ὑγρότερος ὢν ὅμως ἐπὶ τὸ ἄνω θέων καὶ πυκνοῦσθαι προσαναγκάζων τὰ ὑπερκείμενα. ὥστε ἐκ τῶν εἰρημένων δῆλον, ὅτι τὸ ταῖς ἐναντίαις κινήσεσιν ὑποκείμενον παθητικῶς κἂν αὐτὸ ἑαυτῷ ἐναντίον γίνηται, οὐδὲν ἄτοπον, τὸ δὲ ἐνεργητικὸν οὔτε ἐνεργεῖ τὰς ἐναντίας κινήσεις οὔτε αὐτὸ ἑαυτῷ ἐναντίον ἂν γένοιτο. ἀλλ’ οὐδὲ ἀποκληρωτικὸν τὸ τὰ μὲν κατὰ τόπον φυσικῶς κινούμενα τὰς ἐναντίας κινήσεις ἐναντία εἶναι, τὰ δὲ κατ’ ἀλλοίωσιν ἢ αὔξησιν καὶ φθίσιν μηκέτι, εἴπερ αἱ μὲν κατὰ τόπον κινήσεις φυσικαὶ ἐνεργητικαὶ μόνως εἰσίν, καὶ οὐ δυνατὸν τὴν αὐτὴν οὐσίαν κατὰ φύσιν τὰς ἐναντίας ἐνεργείας ἐνεργεῖν τῷ εἶναι τῆς φύσεως ἐνεργούσης,2 αἱ δὲ παθητικαὶ περὶ τὸ αὐτὸ ὑποκείμενον αἱ ἐναντίαι συνίστανται. καὶ οὐκ ἐχρῆν ἀδιορίστως οὕτως καὶ συγκεχυμένως τὰς ἐναντίας κινήσεις ὁρᾶν καὶ τὰ ἐπὶ τῶν παθητικῶν συμβαίνοντα ταῖς ἐνεργητικαῖς προσνέμειν. ἐπειδὴ δὲ πολύς ἐστιν οὗτος οἰόμενος τὸν ἀέρα κατὰ φύσιν ἄνω τε καὶ κάτω ὁμοίως κινεῖσθαι, ἐρωτητέον αὐτόν, πότερον οὕτως ἄμφω φησὶν ἔχειν αὐτὸν καὶ βάρος καὶ κουφότητα, ὥσπερ Ἀριστοτέλης φησίν, μὴ πρὸς τὸ αὐτό, ἀλλ’ ὡς μὲν πρὸς τὸ ὕδωρ κουφότητα, ὡς δὲ πρὸς τὸ πῦρ βαρύτητα, ἢ καὶ καθ’ αὑτὸ ἄμφω, καὶ εἰ τοῦτο, πότερον κατ’ ἄλλο μέν τι τὸ ἐν αὐτῷ παχύτερον βάρος ἔχειν λέγεται, κατ’ ἄλλο δέ τι τὸ λεπτότερον κουφότητα, ἢ κατὰ πᾶν μόριον ἄμφω. καὶ δῆλον, ὅτι τοῦτο ἀδύνατον· ἀκίνητος γὰρ ἔσται παντελῶς ἑκατέρας δυνάμεως ἐφ’ ἑαυτὴν κατὰ τοῦτον ἑλκούσης. εἰ δὲ κατ’ ἄλλο μέν τι τῶν ἐν αὐτῷ μερῶν κοῦφός ἐστι, κατ’ ἄλλο δὲ βαρύς, ὥσπερ καὶ ἡμεῖς κατὰ μὲν τὸ ἐν ἡμῖν πῦρ κοῦφοι, κατὰ τὴν γῆν βαρεῖς, σύνθετος ἔσται ὁ ἀήρ, καὶ ἀληθὲς καὶ ἐπὶ αὐτοῦ λέγειν ὥσπερ καὶ ἐφ’ ἡμῶν, ὅτι τῶν ἐναντίων κατὰ φύσιν ἐν αὐτῷ οὐσιῶν καὶ αἱ κινήσεις ἐναντίαι κατὰ φύσιν· κἂν αὐτὸν αὑτῷ ἐναντίον ἐθέλῃς λέγειν ὡς ἐξ ἐναντίων συγκείμενον μερῶν, οὐδὲν ἄτοπον. εἰ δὲ πρὸς ἄλλο μὲν κοῦφον, πρὸς ἄλλο δὲ βαρὺν ὄντα τὸν ἀέρα οὕτως ἄμφω τὰς κινήσεις ἔχειν φησί, δῆλον, ὅτι κατ’ ἄμφω ἐπὶ τὸν αὐτὸν τόπον κινήσεται, ὃς ὑπόκειται μὲν τῷ πυρί, ὑπέρκειται δὲ τοῦ ὕδατος, καὶ πάλιν μία ἡ κατὰ φύσιν κίνησις τοῦ ἑνὸς καὶ οὔτε αἱ κινήσεις ἐναντίαι καθ’ ὕπαρξιν, ἀλλὰ κατὰ σχέσιν μόνον, οὔτε τὸ κινούμενον αὐτὸ ἑαυτῷ ἐναντίον. ὅλως δὲ ὁ Ἀριστοτέλης “τῶν ἐναντίων” φησί “καὶ αἱ φοραὶ ἐναντίαι”, ἵνα τῆς ἀντιστροφῆς ἀληθευούσης τῆς σὺν ἀντιθέσει λεγούσης· οὗ τῇ φορᾷ μή ἐστιν ἐναντία φορά, οὐδὲ αὐτῷ τι ἔστιν ἐναντίον· ἐὰν δείξῃ τῇ κύκλῳ κινήσει μὴ οὖσαν ἄλλην ἐναντίαν κίνησιν, ἔχῃ δεδειγμένον,3 ὅτι τῷ κυκλοφορητικῷ σώματι οὐκ ἔστιν ἐναντίον, ὅπερ οὗτος, ὥς φησι, καὶ χωρὶς ἀποδείξεως συγχωρῶν τοσούτους ὅμως κατέτεινε λόγους. ὁ μὲν οὖν Ἀριστοτέλης οὕτως.

しかし、かの者が、空気は場所にしたがう運動たちの反対性をももつと主張している以上、彼自身が語った事柄、すなわちこの論考の第4巻においてアリストテレスが、端的に重いのは土のようにすべてのものの下に沈むものであり、端的に軽いのは火のようにすべてのものの上に浮かぶものであって、これらの中間であるものたち、すなわち水と空気は、あるものたちには浮かび、あるものたちには沈むがゆえに、重くもあり軽くもあると語っていることを、いかにして彼が心に留めなかったのかは驚くべきことである。そしてアリストテレスはしばしば、これらは本来の意味において単純なものでさえないと語った。それゆえ、もし空気が自身のうちで常に優勢なものにしたがってあるときは上方へ、あるときは下方へと運動するとしても、これら反対の作動的な諸能力の双方を同一の観点において持っているのではなく、自身の異なる変異にしたがってこれらを発現させているのだとすれば、何の不思議があろうか。なぜなら、濃密になったときは下方へと傾き、希薄になったときは上方へと傾くからである。もっとも、下方の何らかの場所が空虚になる際に空気がそこへと引き下ろされるとき、そのときにはこのことは、全体が常に自身を締めつけ、空虚な空間があることを許さず、むしろより希薄でより動きやすいものたちを、空虚になる危険のある空間へと押し込むがゆえに、空虚化のために生じるのである。というのも、空気は自身の自然本性にしたがえば、より軽いものであるがゆえに上方へと運ばれる自然本性をもつのであり、上昇する空気に対して上方にあるもののいずれも退かないならば、水から生じた空気をその場所が受け容れるためには、何らかの物体の濃密化あるいは相互旋回置換が生じざるをえないからである。したがってかの者が、空気が上方と下方へと同様に移行する、それゆえもし下方へ行くのが空虚が生じないためであるなら上方へ行くのもこのためである、と主張するのは正しくない。なぜなら、水から生じる空気は、より湿っているにもかかわらず、それでもなお上方へと走り、上にあるものたちに濃密化することを強いることによって[その本来の傾向を]明示しているからである。 したがって、語られた事柄から明らかなように、受動的に反対の運動の基底にあるものが、たとえ自身に対して反対になるとしても何ら不都合はないが、作動的なものは反対の運動を働かせもしないし、自身に対して反対になることもありえない。しかし、場所にしたがって自然的に運動するものが反対の運動[をもつこと]によって反対であり、他方で変異や増大・減少にしたがうものはもはやそうではないということも、勝手に選り好みされたことではない。もしも場所にしたがう自然的な諸運動が専ら作動的であり、自然は存在することによって作動しているため、同一の実体が自然にしたがって反対の諸活動を働かせることは不可能であるのに対し、受動的な運動においては反対のものが同一の基底に関わって成立するのだとすれば、である。そして、反対の運動をこのように無規定かつ混同された仕方で見て、受動的なものにおいて生じる事柄を作動的なものに帰してはならなかったのである。 しかし、かの者は空気が自然本性にしたがって上方と下方へと同様に運動すると思い込んでいることに執心しているので、彼に問わねばならない。彼は、アリストテレスが言うように、同一のものに対してではなく、水に対しては軽さを、火に対しては重さをもつという仕方で、空気が重さと軽さの双方をもつと主張しているのか、それとも空気それ自身として双方をもつと主張しているのか。そしてもし後者であるなら、空気のうちにあるより濃密な何かにしたがって重さをもつと言われ、より希薄な他の何かにしたがって軽さをもつと言われているのか、それともすべての部分にしたがって双方をもつと言われているのか。そして、後者が不可能であることは明らかである。なぜなら、彼によればそれぞれの能力が自身へと引き合うことになり、空気は完全に不動になってしまうからである。しかし、もし空気のうちにある諸部分のあるものにしたがって軽く、他のものにしたがって重いのだとすれば、あたかもわれわれがわれわれのうちにある火にしたがって軽く、土にしたがって重いように、空気は複合体であることになり、われわれにおいてと同様に空気においても、そのうちにある自然本性的に反対の実体たちの運動も自然本性的に反対であると語ることは真となるであろう。そして、反対の諸部分から合成されているものとして空気が自身に対して反対であるとあなたが言いたいとしても、何ら不都合はない。しかし、もし他に対しては軽く、他に対しては重いものとして、このように空気が双方の運動をもつと彼が主張するなら、明らかに空気は双方にしたがって同一の場所へと運動することになる。その場所は火の下にあり、水の上にあるのであって、ここでもまた一なるものの自然本性的な運動は一であり、運動たちは存立において反対なのではなく関係においてのみ[反対]であり、運動するものが自身に対して反対なのでもない。 全体としてアリストテレスは、「反対のものたちの移動も反対である」と語っているが、これは対偶による換位、すなわち「その移動に対して反対の移動がないものには、それ自身に対しても何ら反対のものはない」と述べる換位が真となることによって、もし円運動に対して他の反対の運動がないことを示すならば、円運動する物体には反対のものがないということが示されたことになるようにするためである。このこと[天体に反対のものがないこと]を、かの者は自身で言うように証明なしでも認めながら、それにもかかわらずかくも多くの議論を展開したのである。アリストテレスについては、以上の通りである。

構文注3 件
  1. 1.36θαυμαστόν, ὅπως οὐκ ἐνενόησε ταῦτα, ἅπερ αὐτὸς εἶπεν, ὅτι ἐν τῷ τετάρτῳ τῆσδε τῆς πραγματείας

    θαυμαστόν[ἐστί]に導かれる間接疑問節 ὅπως οὐκ ἐνενόησε の目的語 ταῦτα に対し、関係代名詞節 ἅπερ αὐτὸς εἶπεν と、その内容を詳述する ὅτι 節が並列的に係っている。αὐτός は主節の主語 οὗτος 自身を指し、「彼自身が述べたかの事柄、すなわち…ということを」と読まれる。

  2. 1.36τῷ εἶναι τῆς φύσεως ἐνεργούσης

    理由を表す属格絶対構文 τῆς φύσεως ἐνεργούσης(「自然は…作動しているため」)に、手段・様態を表す冠詞付き与格不定詞 τῷ εἶναι(「存在することによって」)が強調のため前置された構文。新プラトン主義の術語表現 τῷ εἶναι ἐνεργεῖν(選択ではなく自らの存在によって作動する)に基づく。

  3. 1.36ἵνα τῆς ἀντιστροφῆς ἀληθευούσης τῆς σὺν ἀντιθέσει λεγούσης· ... ἔχῃ δεδειγμένον

    目的節 ἵνα の主動詞は完了周辺句 ἔχῃ δεδειγμένον(接続法現在 ἔχῃ + 完了分詞 δεδειγμένον)であり、「証明した状態にするように」を表す。その間に属格絶対句 τῆς ἀντιστροφῆς ἀληθευούσης...(「対偶による換位が真となることによって」)とその内容を示す引用句が挿入されている構文である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:160.30-162.20