← キリキアのシンプリキオス

アリストテレス『天界について』注解

§152.18-154.5

円運動の反対性に関するアレクサンドロスの解釈の検討

シンプリキオスは、円運動の反対性に関するアリストテレスの議論を二つの論証に分けるアレクサンドロスの解釈と写本の異読(「さらに必然的である」)を検討・批判し、続いてアレクサンドロスが要約した「円運動には直線運動も円運動も反対でない」という論証を引用して検討する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.36#2

τεκμαίρομαι δὲ ἐκ τοῦ τὸ μὲν ἄτοπον τοῦτο τῷ εἶναι τοὺς ἐναντίους τόπους ἀκολουθεῖν, αὐτὸν δὲ προσχρήσασθαι τῷ τὸ κινούμενον,1 ὁπόθεν ἂν ἄρξηται, εἰς πάντας ὁμοίως ἀφικνεῖσθαι τοὺς ἐναντίους τόπους, ᾧ ἕπεται τὸ ἀεὶ νεάζειν κατὰ τὴν ἐναντίωσιν τῆς δυνάμεως. “ἀλλὰ καὶ δύο, φησὶν Ἀλέξανδρος, δύνανται ἐπιχειρήσεις εἶναι διὰ τῆς λέξεως ταύτης λεγόμεναι· μία μέν, ὅτι μάτην ἡ ἑτέρα ἐστίν, ὃ εἰπὼν ὕστερον αὐτοῦ τὴν αἰτίαν ἀποδίδωσιν μετὰ τὴν ἑτέραν ἐπιχείρησιν, δι’ ὧν ἐπιφέρει εἰ μὲν γὰρ ἴσαι ἦσαν, οὐκ ἂν ἦν κίνησις αὐτῶν· ταῦτα γὰρ τοῦ μάτην ἂν εἶναι τὴν ἑτέραν δεικτικά.” καίτοι τὸ οὐκ ἂν ἦν κίνησις αὐτῶν ἀμφότερα μάτην ἔσεσθαι σημαίνει, καὶ ὁ Ἀριστοτέλης τὸ μάτην ἂν θάτερον ἦν σῶμα ἐπὶ τῆς ἑτέρας ὑποθέσεως ἐπήγαγε, καθ’ ἣν τὸ μὲν κρατεῖ, τὸ δὲ κρατεῖται, κοινῶς δὲ τὸ ὁ δὲ θεὸς καὶ ἡ φύσις οὐδὲν μάτην ποιοῦσιν. “τὸ δὲ μεταξύ, φησὶν Ἀλέξανδρος, τῶν λέξεων τούτων ἄλλη τις ἂν ἐπιχείρησις εἴη· καὶ γὰρ ἔν τισιν ἀντιγράφοις οὐχ οὕτως φέρεται ἡ γραφή· ὅτι ἀνάγκη τὸ κύκλῳ φερόμενον,2 ἀλλ’ οὕτως· ἔτι ἀνάγκη τὸ κύκλῳ φερόμενον, ὡς ἄλλο τι προστιθέντος αὐτοῦ τῷ προειρημένῳ· καὶ εἴη ἂν τὸ προστιθέμενον, ὅτι, ἂν γίνωνταί τινες ἐπὶ τοῦ αὐτοῦ κύκλου ἐναντίαι κινήσεις, ἀνάγκη διὰ πασῶν ἐνεχθῆναι τῶν ἐν τῷ κύκλῳ κατὰ τόπον ἐναντιώσεων, καὶ τίνες αἱ τῶν τόπων ἐναντιώσεις, προσέθηκεν· ὥστε ἀναγκαῖον ἐπὶ τῆς περιφερείας εἶναι κατὰ τόπον ἐναντιώσεις· ἢ γὰρ τῷ ἐπ’ ἐναντία, φησί, κινεῖσθαι ἡ ἐναντία κίνησις ἐπὶ τοῦ κύκλου ὡς ἐπ’ εὐθείας, ἢ εἰ μὴ τοῦτο, τῷ δι’ ἐναντίων γίνεσθαι τόπων, ὃ ἔχοι ἄν ἡ κύκλῳ, εἰ ἔχοι ἐναντίωσιν, ἐπεὶ μὴ τὸ ἐπ’ ἐναντίους γίνεσθαι τόπους ἔχει, εἴ γε ἐπὶ ταὐτόν·3 ὃ εἰπών, φησίν, οὐκέτι προσέθηκε τὸ τοῦτο ἄτοπον εἶναι τὸ ἐπὶ μιᾶς καὶ συνεχοῦς οὔσης τῆς κύκλῳ περιφερείας λέγειν εἶναι ἐναντίους τόπους, τὸν μὲν ἄνω, τὸν δὲ κάτω, ἢ τὰς ἄλλας ἀντιθέσεις ἢ καὶ πάσας, ἀλλ’ ἐπαναλαβὼν ἔδειξε, πῶς προεῖπεν, ὅτι ἡ ἑτέρα μάτην.” οὕτως μὲν ὁ Ἀλέξανδρος· μήποτε δὲ ὁ ἔτι ἀνάγκη γράψας οὐ συνήσθετο τῆς συνεχείας τοῦ λόγου ἑνὸς ὄντος, οὐδὲ ὅτι παρὰ τὴν Ἀριστοτέλους συνήθειάν ἐστι τὸ τοιούτοις ὑπερβατοῖς χρῆσθαι. πῶς δέ φησι· τὸ ἐπὶ ἐναντίους γίνεσθαι τόπους οὐκ ἔχει ἡ κύκλῳ κίνησις, εἴ γε ἐπὶ ταὐτόν; ὅλως γὰρ ἐὰν ὑποτεθῇ ὁ κύκλος ἔχων ἐναντίους τόπους, καὶ δι’ ἐναντίων ἡ κίνησις πάντως, οἶμαι, καὶ ἐπὶ ἐναντίους. συνηρημένως δὲ ὁ Ἀλέξανδρος, ὥς φησι, κατὰ τὸν αὑτοῦ διδάσκαλον Ἀριστοτέλην οὕτως ἐξέθετο τὴν ἀπόδειξιν τοῦ τῇ κύκλῳ κινήσει μὴ εἶναι ἐναντίαν κίνησιν μηδὲ τῷ κυκλοφορητικῷ σώματι ἐναντίον· “εἰ γὰρ ἐστι, φησί, τῇ κύκλῳ κινήσει ἐναντία κίνησις, ἤτοι ἐπ’ εὐθείας τίς ἐστιν ἢ κυκλική· οὐδετέρα δέ, ὡς δειχθήσεται· ὥστε οὐδὲ ἔστιν. ἐπ’ εὐθείας μὲν οὖν οὐκ ἔστι κίνησις ἐναντία τῇ κυκλικῇ· ποία γὰρ τῶν ἐπ’ εὐθείας ἔσται αὐτῇ ἐναντία, καὶ τί μᾶλλον ἡ ἑτέρα τῆς ἑτέρας; ἔτι ἀλλήλαις εἰσὶν αἱ ἐπ’ εὐθείας ἐναντίαι, καὶ ἓν ἑνὶ ἐναντίον· εἰ δὲ μηδεμίαν δυνάμεθα τῶν ἐπ’ εὐθείας ἐναντίαν δεῖξαι τῇ κύκλῳ, οὐδ’ ἂν καθόλου ἡ ἐπ’ εὐθείας εἴη τῇ κύκλῳ ἐναντία. ἀλλὰ οὐδὲ ἡ κύκλῳ ἐστὶν ἐναντία· ἐναντίαι γὰρ αἱ ἐξ ἐναντίων εἰς ἐναντία γινόμεναι· αἱ γὰρ τῆς φορᾶς ἐναντιώσεις κατὰ τὰς τῶν τόπων εἰσὶν ἐναντιώσεις, τὰ δὲ κυκλικῶς καὶ ἐπὶ κύκλου κινούμενα ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ κινεῖται, κἂν ἀντικινῆται ἀλλήλοις, αὐτὸ δὲ αὑτῷ οὐδέν ἐστιν ἐναντίον· ὥστε οὐκ ἂν αἱ κύκλῳ ἀλλήλαις εἶεν ἐναντίαι· ὑπεναντίον μὲν γάρ τι πάσχει τὰ οὕτως ἀντικινούμενα ἀλλήλοις, οὐ μὴν ἐναντίαι αἱ κινήσεις αὐτῶν· οὐ γὰρ ἐπιδέχονται τὸν τῶν ἐναντίων λόγον. εἰ δὲ μήτε ἡ ἐπ’ εὐθείας μήτε ἡ ἐπὶ τοῦ κύκλου τῇ κύκλῳ κινήσει ἐναντία κίνησίς ἐστιν, οὐδ’ ἂν τῷ κατὰ φύσιν αὐτὴν κινουμένῳ εἴη ἄν τι ἐναντίον. ὅτι δὲ οὐχ ὁμοίως τὰ ἐπὶ τοῦ ἡμικυκλίου λέγεται κινεῖσθαι καὶ ἐπὶ τοῦ κύκλου, δῆλον ἐκ τοῦ τὰ μὲν κύκλῳ κινούμενα ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ κινεῖσθαι κατὰ τὸ συνεχές, αἱ δὲ ἐπὶ τῆς διαμέτρου κινήσεις οὐ συνεχεῖς· ἀνακάμψαι γὰρ δεῖ τὸ κινούμενον, τὸ δὲ ἀνακάμπτον ἀνάγκη στῆναι πρῶτον.

そして私は、この不合理が反対の諸場所が存在することに伴うのに対し、彼[アリストテレス]自身は、運動するものがどこから始まろうとも同様にすべての反対の場所へと到達するという[論点]をさらに利用しており、この論点には能力の反対性にしたがって常に[戦いが]更新されることが伴う、という事実から推測しているのである。「だが、この文言を通じて語られている議論の試みは二つありうる」とアレクサンドロスは言う。「一つは、他方が無駄であるというものであり、彼はこれを述べた後で、もう一方の試みの後にその原因を、『というのも、もし[それらが]等しかったならば、それらの運動は存在しなかったであろうから』と付言する句を通じて与えている。これらは他方が無駄であろうことを示すものだからである」。もっとも、「それらの運動は存在しなかったであろう」ということは両方が無駄になるであろうということを意味しており、またアリストテレスは、「他方の物体が無駄であったであろう」ということを、一方が打ち勝ち他方が打ち負かされるという別の仮定において付け加え、共通のものとして「しかし神と自然は何ひとつ無駄には作らない」を付け加えたのである。「これら文言の間にあるものは」とアレクサンドロスは言う、「何か別の議論の試みであろう。実際、いくつかの写本においては『円運動するものが〔…することは〕必然的であること』という風には伝わっておらず、むしろ彼が既に述べられたことに何か別のものを付け加えているかのように『さらに、円運動するものが〔…することは〕必然的である』と伝わっているからである。そして付け加えられている事柄は、もし同一の円上で何らかの反対の諸運動が生じるならば、円の中の場所に関するすべての反対性を通過することが必然である、ということであろう。そして彼は諸場所の反対性が何であるかを付け加えた。したがって、円周の上に場所に関する諸々の反対性が存在することが必然となる。というのも、円の上の反対の運動は」と彼は言う、「直線上の運動のように反対のものへ向かって運動することによるか、あるいはもしそうでないなら、円運動が仮に反対性をもつならばもつであろうところの、反対の諸場所を通過することによるかのいずれかだからである。[円運動は]同じものへと向かう以上、反対の諸場所へと向かうことはもたないからである。そして彼はこれを述べた後で」と彼[アレクサンドロス]は言う、「単一で連続的な円の円周の上に反対の諸場所が、一方は上であり他方は下であるとか、その他の対立、あるいはそのすべてが存在すると言うことが不合理である、ということをもはや付け加えることはせず、むしろ[前の議論を]再開して、いかにして自分が以前『他方は無駄である』と述べたのかを示したのである」。アレクサンドロスはこのように述べている。しかし、おそらく「さらに必然的である」と書いた者は、議論が単一のものであるという連続性に気づかず、またこのような倒置を用いることがアリストテレスの慣行に反することにも気づかなかったのではなかろうか。また、彼[アレクサンドロス]はどのようにして「仮に同じものへと向かうなら、円運動は反対の諸場所へと向かうことをもたない」と言うのか。というのも、概して円が反対の場所をもつと仮定されるならば、反対の諸場所を通過する運動は完全に、反対の場所へと向かう運動でもあると私は思うからである。他方、アレクサンドロスは彼が言うように自らの師アリストテレスにしたがって、円運動にはいかなる反対の運動も存在せず、円運動する物体にも反対のものはないということの論証を要約して次のように提示した。「というのも」と彼[アレクサンドロス]は言う、「もし円運動に反対の運動が存在するなら、それは直線運動であるか円運動であるかのいずれかである。しかし示されるようにどちらでもない。したがって存在しさえもしない。まず直線運動は円運動に反対ではない。というのも、直線運動のどれが円運動に反対となるのであろうか、またなぜ一方が他方よりもいっそうそうなのであろうか。さらに、直線運動は互いに反対であり、一なるものには一なるものが反対である。もし直線運動のいずれも円運動に反対であることをわれわれが示しえないならば、直線運動が全体として円運動に反対であることもありえないであろう。しかし円運動も[円運動に]反対ではない。なぜなら、反対の運動とは反対のものから反対のものへと生じるものだからである。移動運動の反対性は諸場所の反対性にしたがって生じるのであり、円環状に、かつ円の上を運動する諸々のものは、たとえ互いに逆向きに運動しようとも、同一のものから同一のものへと運動するのであって、それ自身にとって反対であるものは何ひとつないからである。したがって、円の諸運動が互いに反対であることはないであろう。このように互いに逆向きに運動する諸々のものは何らかの準反対的な状態を被るが、それらの運動が反対であるわけではない。反対のものの定義を受け入れないからである。そして、もし直線運動も円の上の運動も円運動に反対の運動でないならば、本性にしたがって円運動するものにも反対のものは何ひとつないであろう。そして半円の上の諸々のものが円の上と同様には運動するとは言われないことは、円運動する諸々のものは同一のものから同一のものへと連続的に運動するのに対し、直径の上の諸運動は連続的ではないことから明らかである。運動するものは折り返さねばならず、折り返すものはまず停止することが必然だからである」。

構文注3 件
  1. 1.36τεκμαίρομαι δὲ ἐκ τοῦ τὸ μὲν ἄτοπον τοῦτο τῷ εἶναι τοὺς ἐναντίους τόπους ἀκολουθεῖν, αὐτὸν δὲ προσχρήσασθαι τῷ τὸ κινούμενον

    前置詞 ἐκ の目的語となる冠詞付き不定詞句 ἐκ τοῦ...ἀκολουθεῖν...προσχρήσασθαι... において、μέν と δέ によって二つの対格不定詞構文(τὸ μὲν ἄτοπον τοῦτο...ἀκολουθεῖν と αὐτὸν δὲ προσχρήσασθαι...)が並列されている。前者の意味上の主語は τὸ ἄτοπον τοῦτο、後者の主語は αὐτόν(アリストテレスを指す)。

  2. 1.36οὐχ οὕτως φέρεται ἡ γραφή· ὅτι ἀνάγκη τὸ κύκλῳ φερόμενον, ἀλλ’ οὕτως· ἔτι ἀνάγκη τὸ κύκλῳ φερόμενον

    写本の異読の報告。ὅτι ἀνάγκη(…であることは必然である)と ἔτι ἀνάγκη(さらに…は必然である)の文字の類似(ὅτι / ἔτι)によるテキストの相違をめぐり、アレクサンドロスが後者を採用して独立した第二の論証とみなしたのに対し、シンプリキオスは文脈の単一性とアリストテレスの文体を根拠に前者の読みと連続した論述を支持している。

  3. 1.36ὃ ἔχοι ἄν ἡ κύκλῳ, εἰ ἔχοι ἐναντίωσιν, ἐπεὶ μὴ τὸ ἐπ’ ἐναντίους γίνεσθαι τόπους ἔχει, εἴ γε ἐπὶ ταὐτόν

    関係代名詞 ὃ の先行詞は直前の前置詞句の内容(τῷ δι’ ἐναντίων γίνεσθαι τόπων「反対の諸場所を通過すること」)。ἔχοι ἄν は条件節 εἰ ἔχοι ἐναντίωσιν を伴う潜在表現。これに理由節 ἐπεὶ μὴ... ἔχει が続き、その中にさらに付加的条件文 εἴ γε ἐπὶ ταὐτόν(動詞 κινεῖται の省略)が含まれている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:152.18-154.5