← キリキアのシンプリキオス

アリストテレス『天界について』注解

§144.5-145.9

単純体の数が五つに限定される論拠

アリストテレスが『天体論』270b26において単純体の数が5つより多くなりえないことを論証するにあたり、天の不滅性と円運動の無反対性をめぐる先行議論を総括し、単純運動(3種)と単純体(5種)の対応関係およびその相違の理由を解明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.30

" Φανερὸν δὲ ἐκ τῶν εἰρημένων, καὶ διότι τὸν ἀριθμὸν ἀδύνατον εἶναι πλείω τὸν τῶν λεγομένων σωμάτων ἁπλῶν." Δείξας, ὅτι ἀγένητος καὶ ἄφθαρτός ἐστιν ὁ οὐρανός, καὶ ἐκ τούτου, ὅτι καὶ ἀναυξὴς καὶ ἀμείωτος καὶ ἀναλλοίωτος, καὶ προσχρησάμενος ἐν τῇ δείξει δυσὶν προτάσεσιν τῇ τε λεγούσῃ, ὅτι τὸ γινόμενον ἐξ ἐναντίου γίνεται, ἧς τὴν ἀπόδειξιν ἀνέπεμψεν εἰς τὰ πρῶτα τῆς Φυσικῆς ἀκροάσεως, καὶ ἑτέρᾳ, ὅτι τῷ κυκλοφορητικῷ σώματι οὐκ ἔστι τι ἐναντίον,1 καὶ τοῦτο δείξας ἐκ τοῦ, εἰ τῷ κυκλοφορητικῷ σώματι ἔστι τι ἐναντίον, καὶ τῇ κυκλοφορίᾳ εἶναι πάντως ἐναντίαν φοράν, καὶ τὸ συνημμένον τοῦτο παραμυθησάμενος διὰ τοῦ “τῶν δὲ ἐναντίων καὶ αἱ φοραὶ ἐναντίαι” ἔχει διὰ τῆς ἀντιστροφῆς, ὅτι, εἰ μὴ ἔστι τῇ κύκλῳ ἄλλη ἐναντία φορά, οὐδὲ τῷ κυκλοφορητικῷ σώματι ἔστι τι ἐναντίον· ὥστε τὴν πᾶσαν ἀπόδειξιν ἠρτῆσθαι λοιπὸν τοῦ τῇ κύκλῳ φορᾷ μὴ εἶναι ἐναντίαν ἄλλην φοράν.2 ταύτην οὖν ἀποδεῖξαι βουλόμενος τὴν πρότασιν ὑπομιμνήσκει πάλιν τῶν τε ἁπλῶν σωμάτων καὶ τῶν ἁπλῶν κινήσεων· ἔδει γὰρ ταύτας ὑπ’ ὄψιν προθεῖναι, διότι ἁπλῆ οὖσα ἡ κύκλῳ κίνησις, εἴπερ εἶχέ τινα κίνησιν ἐναντίαν, μίαν 〈ἄν〉 τινα τῶν ἁπλῶν εἶχεν· τῶν δὲ ἁπλῶν σωμάτων ὑπέμνησε, διότι, εἴπερ εἶχέ τι ἐναντίον τὸ κυκλοφορητικὸν σῶμα ἁπλοῦν ὄν, τούτων ἄν τι τῶν ἁπλῶν εἶχεν. ἔστιν δὲ καὶ ἀλλήλων ταῦτα κατασκευαστικά· εἰ γὰρ ἁπλᾶ σώματά ἐστι τὰ τὰς ἁπλᾶς κινήσεις κινούμενα, εἰ ταῦτα μόνα τὰ πέντε ἐστὶν ἁπλᾶ, καὶ αἱ κινήσεις αἱ τρεῖς αὗται μόναι ἁπλαῖ κινήσεις, καὶ ταῦτα μόνα ἁπλᾶ σώματα τὰ πέντε τριῶν οὐσῶν τῶν κινήσεων τῆς τε κύκλῳ καὶ τῆς ἄνω καὶ τῆς κάτω.3 ἵνα οὖν μὴ ἐν ἀορίστοις ζητῶμεν τὴν ἐναντίωσιν τοῦ τε κυκλοφορητικοῦ σώματος καὶ τῆς κύκλῳ κινήσεως, ἀλλ’ ἐν ὡρισμένοις τοῖς ἁπλοῖς, διὰ τοῦτο ταῦτα πάλιν προστέθεικεν. αἴτιον δὲ τοῦ τὰς μὲν ἁπλᾶς κινήσεις τρεῖς εἶναι, τὰ δὲ ἁπλᾶ σώματα πέντε, ὅτι ἐπὶ μὲν τῶν ἐπ’ εὐθείας κινουμένων ἔστι τι τὸ μὲν ἁπλῶς βαρύ, τὸ δὲ ἁπλῶς κοῦφον, ἐναντία ἀλλήλοις, ἔστι δὲ καὶ δύο μέσα ἀμφοτέρων μὲν μετέχοντα, ἀλλ’ ἑκάτερον μᾶλλον θατέρου. ταῦτα τοίνυν κινεῖται μὲν τὴν αὐτὴν κίνησιν ἐκείνοις, ὧν μᾶλλον μετέχει· κινεῖται γὰρ κατὰ τὸ ἐπικρατοῦν· ἀλλ’ οὐχ ὁμοίως ἐκείνοις· γῆ μὲν γὰρ μέχρι τοῦ κέντρου καὶ πῦρ ἕως οὐρανοῦ, τὰ δὲ μέσα μέχρι τῶν ἄκρων στοιχείων, διότι οὔτε κοῦφος ἄκρως ὁ ἀὴρ οὐδὲ βαρὺ ἄκρως τὸ ὕδωρ, ὥστε δυνατὸν ἦν καὶ τὰς κινήσεις εἰς πέντε διελεῖν. ἐὰν δὲ δειχθῇ, ὅτι τῇ κύκλῳ κινήσει οὐκ ἔστιν ἐναντία, εἰκότως ἡ κύκλῳ κίνησις ἀδιαίρετος ἔμεινεν· οὐ γὰρ ἔστι τι ἧττον κυκλοφορητικόν, ὡς ἧττον κοῦφον καὶ ἧττον βαρύ· τὸ γὰρ ἧττον τούτοις διὰ τὴν τοῦ ἐναντίου μίξιν συνέβη.

「また、いわゆる単純体の数がこれより多くなりえないことも、言われた事柄から明らかである。」 天が不生にして不滅であること、またこのことから、天が増大もせず減少もせず変質もしないことを示したのち、[アリストテレスは]その証明において二つの命題、すなわち、生じるものは反対のものから生じるという命題(その証明については『自然学講義』の初期の巻に委ねた)と、円運動する物体には何ら反対のものがないというもう一つの命題を用い、また後者を、もし円運動する物体に何らかの反対のものがあるならば、円運動にも必ず反対の移動運動があるという前提から示し、そして「反対のものたちの運動もまた反対である」という句によってこの仮言命題を論拠づけたうえで、対偶を通じて、もし円運動に他の反対の移動運動がないならば、円運動する物体にも何ら反対のものはない、という結論を得ている。したがって、全体の証明は、円運動に対して他のいかなる移動運動も反対ではないという命題に最終的に依存している。それゆえ、この命題を証明しようと欲して、彼は単純体と単純運動を改めて想起させているのである。というのも、円運動は単純である以上、もし反対の運動をもつとすれば単純運動のうちのいずれか一つをもつであろうから、それらの運動を目の前に提示する必要があったからであり、また単純体について想起させたのは、単純体である円運動する物体がもし何らかの反対のものをもつとすれば、それらの単純体のうちのいずれかをもつであろうからである。さらに、これらは互いを基礎づけるものでもある。なぜなら、単純運動を行なうものが単純体であるとすれば、これら五つだけが単純体であるなら、これら三つの運動だけが単純運動であり、また運動が円運動・上方への運動・下方への運動の三つであるなら、これら五つだけが単純体であるからである。したがって、私たちが円運動する物体と円運動の反対対立を不定のものにおいてではなく、限定された単純なものたちにおいて探求するように、このために彼はこれらを再び付け加えたのである。単純運動が三つであるのに対して単純体が五つである理由は、直線的に運動するものにおいては、一方に端的に重いものがあり、他方に端的に軽いものがあって互いに反対であるが、両方を分有しつつもそれぞれがいずれか一方をより多く分有している二つの中間的なものもあるからである。したがって、これら[中間的なもの]は、より多く分有しているそれらのものと同じ運動を行なう(というのも支配的なものにしたがって運動するからである)。しかし、それらと同じようにではない。なぜなら、土は中心に至るまで、火は天に至るまでであるのに対し、中間的なものは両端の元素に至るまで動くのであり、それは空気が極端に軽いわけでも、水が極端に重いわけでもないからであって、したがって運動をも五つに区分することは可能であった。だが、もし円運動には反対のものがないと示されるならば、当然のことながら円運動は分割されないまま留まった。というのも、より少なく軽いものやより少なく重いものがあるようには、より少なく円運動的なものなど存在しないからである。それら[重いものと軽いもの]において「より少なく」が生じたのは、反対のものの混合によるのである。

構文注3 件
  1. 1.30Δείξας, ὅτι ἀγένητος καὶ ἄφθαρτός ἐστιν ὁ οὐρανός, καὶ ἐκ τούτου, ὅτι καὶ ἀναυξὴς καὶ ἀμείωτος καὶ ἀναλλοίωτος, καὶ προσχρησάμενος ἐν τῇ δείξει δυσὶν προτάσεσιν τῇ τε λεγούσῃ, ὅτι τὸ γινόμενον ἐξ ἐναντίου γίνεται, ἧς τὴν ἀπόδειξιν ἀνέπεμψεν εἰς τὰ πρῶτα τῆς Φυσικῆς ἀκροάσεως, καὶ ἑτέρᾳ, ὅτι τῷ κυκλοφορητικῷ σώματι οὐκ ἔστι τι ἐναντίον, καὶ τοῦτο δείξας ἐκ τοῦ, εἰ τῷ κυκλοφορητικῷ σώματι ἔστι τι ἐναντίον, καὶ τῇ κυκλοφορίᾳ εἶναι πάντως ἐναντίαν φοράν, καὶ τὸ συνημμένον τοῦτο παραμυθησάμενος διὰ τοῦ “τῶν δὲ ἐναντίων καὶ αἱ φοραὶ ἐναντίαι” ἔχει διὰ τῆς ἀντιστροφῆς, ὅτι, εἰ μὴ ἔστι τῇ κύκλῳ ἄλλη ἐναντία φορά, οὐδὲ τῷ κυκλοφορητικῷ σώματι ἔστι τι ἐναντίον·

    文頭から続く複数の分詞節(Δείξας、προσχρησάμενος、δείξας、παραμυθησάμενος)を従えた長大な構文の主動詞は ἔχει である。主語は省略されたアリストテレス。ἔχει は「(対偶の論理操作を通じて)…という帰結を得ている/保持している」の意。続く ὅτι 節が ἔχει の目的語となる。

  2. 1.30ἠρτῆσθαι λοιπὸν τοῦ τῇ κύκλῳ φορᾷ μὴ εἶναι ἐναντίαν ἄλλην φοράν

    動詞 ἀρτάω の受動完了不定詞 ἠρτῆσθαι に、依存先を表す属格句 τοῦ ... μὴ εἶναι(定冠詞中性単数属格+不定詞)が結びついている構文。全体の意味は「証明全体が最終的に、円運動に対立する他の運動が存在しないということに依存している」。

  3. 1.30ἔστιν δὲ καὶ ἀλλήλων ταῦτα κατασκευαστικά· εἰ γὰρ ἁπλᾶ σώματά ἐστι τὰ τὰς ἁπλᾶς κινήσεις κινούμενα, εἰ ταῦτα μόνα τὰ πέντε ἐστὶν ἁπλᾶ, καὶ αἱ κινήσεις αἱ τρεῖς αὗται μόναι ἁπλαῖ κινήσεις, καὶ ταῦτα μόνα ἁπλᾶ σώματα τὰ πέντε τριῶν οὐσῶν τῶν κινήσεων τῆς τε κύκλῳ καὶ τῆς ἄνω καὶ τῆς κάτω.

    相互の基礎づけを説明する文。冒頭の条件節「単純な運動をするものが単純体であるならば」(εἰ γὰρ ἁπλᾶ σώματά ἐστι τὰ τὰς ἁπλᾶς κινήσεις κινούμενα)を大前提として、「もし(物体として)これら五つのみが単純なら、三つの運動のみが単純運動であり(前半の帰結)、また[逆に]運動が円運動・上昇・下降の三つであるならば、これら五つのみが単純体である(後半の帰結)」という二方向の条件関係が並置されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:144.5-145.9