← キリキアのシンプリキオス

アリストテレス『天界について』注解

§11.31-12.34

天体の永遠性の証明と自然運動に関する六つの前提

シンプリキオスは、アリストテレスが天体の永遠性を論証するために導入する自然的運動に関する六つの前提を整理し、天体を四元素と区別する発想がプロティノスやプラトン、クセノクラテスにも共有されていることを示している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.6#1

" Πάντα γὰρ τὰ φυσικὰ σώματα ἕως τοῦ αἴτιον δέ, ὅτι καὶ τὰ μεγέθη ταῦτα ἁπλᾶ μόνον ἥ τε εὐθεῖα καὶ ἡ περιφερής." Ἀρχόμενος τοῦ περὶ τοῦ οὐρανίου σώματος λόγου καὶ βουλόμενος δεῖξαι, ὅτι ἀΐδιόν ἐστι, πρῶτον κατασκευάζει, ὅτι ἕτερον παρὰ τὰ τέσσαρα στοιχεῖα. τὴν δὲ τούτου κατασκευὴν ἐκ τῶν κινήσεων ποιεῖται τῶν φυσικῶν. εἰ γὰρ τοῖς φυσικοῖς τὸ εἶναι φυσικοῖς ἐστιν ἐν τῷ φύσιν ἔχειν, ἡ δὲ φύσις ἀρχὴ κινήσεως, ἡ ἀπὸ τῆς φυσικῆς κινήσεως ἀπόδειξις ἅμα μὲν ἐκ τῶν ἐναργεστέρων ἐστὶν ὡς ἀπὸ ἐνεργειῶν· προφανέστεραι γὰρ τῶν οὐσιῶν αἱ ἐνέργειαι· ἅμα δὲ ἐκ τῶν κυριωτέρων ὡς ἐξ αἰτίων.1 πρὸς δὲ τὴν κατασκευὴν τὴν ἀπὸ τῶν κινήσεων ἕξ τινα προλαμβάνει τάδε, ὅτι δύο εἰσὶν αἱ ἁπλαῖ κινήσεις ἥ τε κύκλῳ καὶ ἡ ἐπ’ εὐθείας, ὅτι ἡ ἁπλῆ κίνησις ἁπλοῦ σώματος, καὶ ὅτι τοῦ ἁπλοῦ σώματος ἁπλῆ ἡ κίνησις, καὶ ὅτι μία ἑνὸς κίνησις κατὰ φύσιν, καὶ ὅτι ἓν ἑνὶ ἐναντίον, καὶ ὅτι ὁ οὐρανὸς κύκλῳ κινεῖται, ὡς ἡ αἴσθησις ὑπαγορεύει. τούτων δὲ τῶν ὑποθέσεων καὶ Πλωτῖνος ἐν τῷ Περὶ κόσμου ἐμνημόνευσε· βουληθεὶς γὰρ κατὰ Πλάτωνα ἀποδεῖξαι τὴν τοῦ οὐρανοῦ ἀιδιότητά φησιν· “Ἀριστοτέλει μὲν γὰρ οὐδὲν ἂν πρᾶγμα εἴη, εἴ τις αὐτοῦ τὰς ὑποθέσεις τοῦ πέμπτου παραδέξαιτο σώματος”, ταύτας λέγων, ὅτι τούτων οὕτως ἐχουσῶν ἕπεται ἡ ἀιδιότης ἡ κατ’ ἀριθμόν.2 καὶ Πλάτων δὲ ἄλλην ἔοικεν οὐσίαν ἀποδιδόναι τῷ οὐρανῷ· εἰ γὰρ εἰδοποιὰ τὰ πέντε σχήματα τῶν πέντε σωμάτων νομίζει καὶ τῷ δωδεκαέδρῳ διεζωγραφῆσθαι κατὰ τὸν οὐρανὸν ὡρισμένον τὸ πᾶν φησιν ἄλλῳ παρὰ τὴν πυραμίδα καὶ τὸ ὀκτάεδρον καὶ τὸ εἰκοσάεδρον καὶ τὸν κύβον, δῆλον, ὅτι καὶ κατ’ αὐτὸν ἄλλο τὴν οὐσίαν ἐστί. καὶ ὅτι καὶ Πλάτων πέντε εἶναι τὰ ἁπλᾶ σώματα νομίζει κατὰ τὰ πέντε σχήματα, ἀρκεῖ Ξενοκράτης ὁ γνησιώτατος αὐτοῦ τῶν ἀκροατῶν ἐν τῷ Περὶ τοῦ Πλάτωνος βίου τάδε γράφων· “τὰ μὲν οὖν ζῷα οὕτω διῃρεῖτο εἰς ἰδέας τε καὶ μέρη πάντα τρόπον διαιρῶν, ἕως εἰς τὰ πέντε στοιχεῖα ἀφίκετο τῶν ζῴων, ἃ δὴ πέντε σχήματα καὶ σώματα ὠνόμαζεν, εἰς αἰθέρα καὶ πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα”. ὥστε καὶ τὸ δωδεκάεδρον ἁπλοῦ σώματος ἦν σχῆμα κατ’ αὐτὸν τοῦ οὐρανοῦ, ὃν αἰθέρα καλεῖ. εἰ δὲ ἐκ πυρὸς τὸν οὐρανόν φησιν, ὡς ἐκ φωτὸς λέγει· καὶ τὸ φῶς γὰρ πυρὸς εἶδός φησι· τὰ δὲ ἄστρα ἐκ τῶν τεσσάρων, οὐ τῶν ἐν γενέσει, ἀλλὰ τοῦ μὲν πυρὸς κατὰ τὸ φωτεινόν, τῆς δὲ γῆς κατὰ τὸ ἀντιτυποῦν τῇ αἰσθήσει, κἀκ τῶν μεταξὺ κατὰ τὰ μέσα. εἰ οὖν καὶ Ἀριστοτέλης ὁμολογεῖ τὸ ὁρατὸν αὐτῶν καὶ ἁπτόν, οὐδ’ ἂν αὐτὸς ἀπαξιώσαι ἐκ τούτων τῶν ἀκροτήτων συνεστάναι τὰ οὐράνια, ἐν αἷς καὶ ἡ τελειότης ἐστὶ τῶν στοιχείων· βούλεται γὰρ αὐτὸν πανταχοῦ τῶν ὑπὸ σελήνην καὶ εὐθυφορουμένων καὶ ἀτελῶν τεσσάρων ἐξῃρῆσθαι.3

「なぜならすべての自然的物体は」から「その原因は、これらの大きさ、すなわち直線と円周だけが単純であることにある」まで。 天体の物体についての議論を始め、それが永遠であることを示そうとして、彼はまず、それが四元素とは異なる別のものであることを論証する。そしてこれの論証を自然的運動に基づいて行う。なぜなら、もし自然的物体にとって自然的であるということが自然をもつことのうちにあり、自然とは運動の原理であるならば、自然的運動からの論証は、一方で現実態からの[論証]としてより明瞭なものに基づくものであり――というのも諸実体よりも現実態のほうがより顕著だからである――、他方で原因からの[論証]としてより支配的なものに基づくものでもあるからである。そして、運動からの論証に向けて、彼はあらかじめ次の六つのことを前提として置く。すなわち、単純な運動とは円運動と直線上の運動の二つであること、単純な運動は単純な物体の運動であること、単純な物体の運動は単純であること、一つのものに対して本性に従う運動は一つであること、一つのものに対立するものは一つであること、そして感覚が告げるように天は円運動すること、である。これらの前提についてはプロティノスも『宇宙について』の中で言及した。というのも彼は、プラトンに従って天の永遠性を論証しようとして、「なぜならアリストテレスにとっては、誰かが彼の第五の物体についての諸前提を受け入れるならば、何の問題もないであろう」と述べており、これらの[前提]を指して、これらがこのようにあるなら数において同一である永遠性が帰結するからだ、と言っているのである。そしてプラトンもまた天に別の実体を割り当てているように思われる。なぜなら、もし彼が五つの立体図形を五つの物体の形相を形成するものと考え、正十二面体によって天に従って規定された全体が彩られたと述べているならば――ピラミッド(正四面体)や正八面体や正二十面体や立方体とは異なる[図形]によって――、彼にとっても[天が]実体において別のものであることは明らかだからである。そしてプラトンもまた五つの図形に従って単純な物体は五つあると考えていることについては、彼の最も純正な聴講者であるクセノクラテスが『プラトンの生涯について』の中で次のように書いていることで十分である。「それゆえ彼は、動物の五つの元素、すなわち彼がまさに五つの図形であり物体であると名づけたもの、エーテルと火と水と土と空気に至るまで、あらゆる仕方で分割しながら、このように動物たちを類想と部分へと分割していた」。したがって正十二面体も、彼によれば単純な物体、すなわち彼がエーテルと呼ぶ天の図形であったのである。もし彼が天は火からなると述べるとしても、光からなると言っているのである。というのも光もまた火の一種だと彼は言うからである。また天体は四元素からなる[と言うとしても]、生成の中にある元素からではなく、火からは光輝に従って、土からは感覚に対する抵抗性に従って、中間の二つからは中間的な性質に従って[成るのである]。それゆえ、もしアリストテレスも天体の可視性と可触性を認めているならば、彼自身も天上のものがこれらの極致――そのうちに諸元素の完全性もある――から構成されていると認めることを拒まないであろう。なぜなら彼は、それ(天)が月下にあって直線運動をし不完全である四元素からいたるところで超越していることを意図しているからである。

構文注3 件
  1. 1.6ἅμα μὲν ἐκ τῶν ἐναργεστέρων ἐστὶν ὡς ἀπὸ ἐνεργειῶν· προφανέστεραι γὰρ τῶν οὐσιῶν αἱ ἐνέργειαι· ἅμα δὲ ἐκ τῶν κυριωτέρων ὡς ἐξ αἰτίων

    ἅμα μέν... ἅμα δέ の対句構造であり、それぞれ前置詞 ἐκ と名詞化した中性複数属格の比較級形容詞からなる前置詞句 ἐκ τῶν ἐναργεστέρων と ἐκ τῶν κυριωτέρων が ἐστίν の述語句となる。ὡς ἀπὸ ἐνεργειῶν と ὡς ἐξ αἰτίων は理由や根拠の観点を示す前置詞句(「〜からの[論証]として」)であり、後続の προφανέστεραι γὰρ τῶν οὐσιῶν αἱ ἐνέργειαι が現実態からの論証が明白である理由を補足している。

  2. 1.6ταύτας λέγων, ὅτι τούτων οὕτως ἐχουσῶν ἕπεται ἡ ἀιδιότης ἡ κατ’ ἀριθμόν

    ταύτας λέγων の ταύτας は直前の引用中にある τὰς ὑποθέσεις を受け、「これら[の前提]を意味して」と解される。後続の ὅτι は λέγων の直接目的語節ではなく、「なぜなら…だから」という理由を表す接続詞(または ταύτας λέγων 全体の説明)として機能しており、独立属格 τούτων οὕτως ἐχουσῶν を伴って結果が導かれる論理的帰結を示している。

  3. 1.6βούλεται γὰρ αὐτὸν πανταχοῦ τῶν ὑπὸ σελήνην καὶ εὐθυφορουμένων καὶ ἀτελῶν τεσσάρων ἐξῃρῆσθαι

    動詞 βούλεται の主語はアリストテレスであり、対格不定詞構文における不定詞 ἐξῃρῆσθαι(完了受動不定詞「超越させられている、別格とされている」)の意味上の主語は代名詞 αὐτόν である。この αὐτόν は既出の「天(ὁ οὐρανός)」を指す男性単数対格代名詞である。支配される属格 τῶν... τεσσάρων は分離の属格である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:11.31-12.34