← キリキアのシンプリキオス

アリストテレス『天界について』注解

§100.15-102.12

基底の存続と生成の原理としての欠如

シンプリキオスは月下のあらゆる変化(生成・消滅・増減・変異・場所移動)において基底にあるものが存続することを論じ、実体には反対の形相がないという論点から、生成の共通原理として形相と基底に加えて「欠如」が導入される必然性を解明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.22#6

αὐτῶν μὲν οὖν τῶν ποιοτήτων αἱ μὲν φθείρονται, αἱ δὲ γίνονται, τὸ δὲ ὑποκείμενον κατ’ αὐτὰς μεταβάλλει, καὶ οὐ μόνον ἐπὶ τῆς γενέσεως οὕτως ἔχει καὶ τῆς ἀλλοιώσεως· εἴρηται γὰρ καὶ περὶ ταύτης, ὅτι, ὅταν μὴ τελέα γένηται τοῦ πάσχοντος κατὰ τὰς ἐναντίας ποιότητας μεταβολή, ἀλλὰ παράχρωσις μόνον τῶν ἑτέρων ἀπὸ τῶν ἑτέρων, ὡς τοῦ θερμαινομένου ὕδατος, τότε ἄλλο μὲν οὐ γίνεται τὸ πάσχον, ἀλλοῖον δὲ μόνον· οὐ μόνον οὖν ἐπὶ τούτων, ὡς εἶπον, ἀλλὰ καὶ ἐπὶ τῆς αὐξήσεως καὶ μειώσεως τῆς φυσικῆς. τὸ γὰρ αὐξανόμενον φυσικῶς, οἷον τὸ τρεφόμενον, μεταβαλὸν τῆς τροφῆς τὰς ἐναντίας πρὸς ἑαυτὸ διαθέσεις καὶ ἐξομοιώσαν αὐτὴν οὕτως ἑαυτῷ προσφύει καὶ αὔξεται· καὶ κἂν ἔχῃ τι ψυχικὸν ἡ θρεπτικὴ δύναμις, ἀλλὰ κατὰ τὰς φυσικὰς μεταβολὰς οὕτως ἐπιτελεῖται. ἀλλὰ καὶ τὰ κατὰ τόπον κινούμενα μεταβάλλει τόπον ἐκ τόπου τοῦ κινουμένου μένοντος, ὥστε πᾶσα ἡ ὑπὸ σελήνην τροπὴ μεταβολή ἐστι μένοντος κατά τι τοῦ μεταβαλλομένου· διὸ οὐκ ἐκ τοῦ μὴ ὄντος, ἀλλ’ ἐξ ὄντος γίνεται τὰ κατὰ χρόνον γινόμενα. ὥσπερ γὰρ τοῦ χρόνου, καθ’ ὃν ταῦτα γίνεται, προϋπάρχει τις ἄλλος χρόνος, μεθ’ ὃν οὗτός ἐστιν, οὕτως καὶ τοῦ γινομένου προϋπάρχει τι ἄλλο, μεθ’ ὃ καὶ ἐξ οὗ γέγονε τὸ γενόμενον. εἰκότως οὖν καὶ Ἀριστοτέλης τὴν μεταβολὴν ὡς γένος ἔθετο πάσης τῆς ὑπὸ σελήνην τροπῆς ἐν τοῖς Φυσικοῖς· εἰκότως δὲ καὶ ἀίδιός ἐστιν αὕτη ἡ μεταβολή, οὐ μόνον ὅτι ὑπὸ ἀιδίου τῆς ἐν τῷ οὐρανῷ μεταβολῆς τῆς κατὰ τὴν τοπικὴν κίνησιν καὶ τοὺς διαφόρους σχηματισμοὺς ὑφίσταται, ἀλλ’ ὅτι καὶ ἡ ἄλλου φθορὰ ἄλλου πάντως ἐστὶ γένεσις· εἰκότως δὲ τὰ ἐνταῦθα ἁπλᾶ σώματα ταῖς μὲν ὁλότησι ταῖς ἑαυτῶν ἀίδια μένει, κατὰ μέρη δὲ τὴν γένεσιν ὑπομένει καὶ τὴν φθοράν. εἰ γὰρ καὶ ἡ τῶν συνεστώτων μεταβολὴ κατὰ ταῦτα γίνεται πρώτως, καὶ διαλυόμενα φέρεται εἰς τοὺς οἰκείους τόπους φυσικῶς καὶ τὰς οἰκείας ὁλότητας, μένουσιν ἐκεῖναι μέρη ἑαυτῶν πέμπουσαι καὶ πάλιν μέρη δεχόμεναι, καὶ τοῦτο ἀεὶ διὰ τὴν ἀιδιότητα τῆς μεταβολῆς· εἰκότως δὲ μεταβολῆς οὔσης τῆς γενέσεως τά τε γινόμενα καὶ τὰ φθειρόμενα καὶ τὰ αὐξόμενα καὶ μειούμενα καὶ τὰ ἀλλοιούμενα καὶ τὰ κατὰ τόπον τρεπόμενα καὶ ὅλως τὸ τὴν μεταβολὴν ὑπομένον ἐξ ἐναντίας ἕξεως εἰς τὴν ἐναντίαν ὑπὸ τοῦ ἐναντίου ἑαυτῷ αἰτίου μεταβάλλεται· διόπερ ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως ὁ Ἀριστοτέλης τὰς ἀρχὰς τῶν ἐν γενέσει καὶ φθορᾷ φυσικῶν ζητῶν τὰ ἐναντία φησὶ καὶ τὸ τοῖς ἐναντίοις ὑποκείμενον. καὶ δῆλον, ὅτι τὰ μὲν κατὰ ποιότητας γινόμενα ἢ φθειρόμενα, οἷον κατὰ θερμότητα ἢ ξηρότητα, ἐναντίας ἔχοντα ποιότητας ἐξ ἐκείνων μεταβάλλει, τὰ δὲ κατ’ οὐσίαν μεταβάλλοντα, οἷον τὸ πῦρ καθὸ πῦρ ἢ ἄνθρωπος καθὸ ἄνθρωπος, καὶ αὐτὰ μὲν μεταβάλλει κατὰ τὴν τῶν ποιοτήτων εἰς ἀλλήλας μεταβολήν, καθὸ δὲ πῦρ ἢ καθὸ ἄνθρωπος οὐσίαι εἰσίν, τῇ δὲ οὐσίᾳ οὐκ ἔστιν ἐναντίον εἶδος· ἐκ τίνος οὖν, οὐχ ὡς θερμὸν ἢ ψυχρόν, ἀλλ’ ὡς ἄνθρωπος γίνεται; δῆλον, ὅτι ἐκ τοῦ μὴ ἀνθρώπου μέν, πεφυκότος δὲ γίνεσθαι ἀνθρώπου. τοιοῦτον δὲ τὸ σπέρμα καὶ τὸ καταμήνιον, οὐ καθὸ σπέρμα ἁπλῶς οὐδὲ καθὸ καταμήνιον, ἀλλὰ καθὸ μὴ ὂν ἄνθρωπος πέφυκεν ἄνθρωπος γίνεσθαι. οὔτε γὰρ ἄνθρωπος ὂν γένοιτο ἂν ἄνθρωπος· τὸ γὰρ ὂν οὐ γίνεται, ὅπερ ἐστίν· οὔτε μὴ ὂν ἄνθρωπος μηδὲ πεφυκὸς γίνεσθαι γένοιτο ἂν ἄνθρωπος. τί ποτε οὖν τοῦτο καλοῦμεν κοινῷ ὀνόματι, καθὸ μὴ ὄν τι πέφυκε γίνεσθαι τοῦτο; στέρησιν ἔθος καλεῖν αὐτὸ καὶ ἐστερῆσθαι τὸ μὴ ἔχον μὲν ἐκεῖνο τὸ εἶδος, οὗ λέγεται ἐστερῆσθαι, πεφυκὸς δὲ ἔχειν αὐτό. οὕτως τὸ νεογενὲς σκυλάκιον ἐστέρηται ὀφθαλμῶν, ὅτι πέφυκεν ἔχειν, τὸ μέντοι τελέως ἐκτυφλωθὲν κατ’ ἄλλην στέρησιν καὶ οὐ κατὰ ταύτην στερηθῆναι λέγεται τῶν ὀφθαλμῶν· οὐ γὰρ ἀνακάμπτει αὕτη, ἡ δὲ γενεσιουργὸς στέρησις, ἀφ’ ἧς εἰς τὸ εἶδος μεταβάλλει τὰ λεγόμενα γίνεσθαι, ἀνακάμπτει εἰς τὸ εἶδος, ἐπειδὴ οὖν, καὶ ὅταν ἀπὸ θερμοῦ τι γίνηται ψυχρόν, ἀπὸ τοῦ μὴ ψυχροῦ πεφυκότος δὲ γίνεσθαι ψυχροῦ γίνεται καὶ διὰ τοῦτο ἐκ θερμοῦ· τὸ γὰρ ξηρὸν οὐ πέφυκε μεταβάλλειν ὑπὸ τοῦ ψυχροῦ εἰς αὐτό, διότι συνυπάρχειν αὐτῷ δύναται· εἰ οὖν τὸ μὲν ἐκ τοῦ ἐναντίου εἴδους γίνεσθαι τὸ γινόμενον τοῦ τῷ ὑποκειμένῳ τέως συνόντος1 [τὸ ἐναντίον] οἷον ἐκ ψυχροῦ γίνεσθαι θερμόν, οὐ πᾶσιν ὑπάρχει τοῖς γινομένοις· οὐ γὰρ δὴ πρώτως καὶ ταῖς οὐσίαις· οὐ γὰρ ἔστιν οὐσίᾳ ἐναντίον· τὸ δὲ ἐκ μὴ τοιούτου πεφυκότος δὲ2 πᾶσιν ὑπάρχει καὶ τοῖς ἐξ ἐναντίων εἰδῶν μεταβάλλουσιν, εἰκότως κοινὰς τῆς γενέσεως ἀρχὰς εἶδος καὶ στέρησιν καὶ τὸ ὑποκείμενον εἶπεν Ἀριστοτέλης.

それゆえ、諸性質そのものについては、あるものは消滅し、あるものは生じるが、基底にあるものはそれら諸性質に従って変化するのであり、このことは生成や変異においてのみ成り立つのではない。変異についても既に述べられたように、作用を受けるものの変化が反対の諸性質に従って完全なものとならず、温められる水のように、一方の性質から他方の性質への単なる着色[程度の変化]にすぎないとき、そのとき作用を受けるものは別のものになるのではなく、ただ異なる状態になるだけだからである。それゆえ、私が言ったように、これらの場合においてのみならず、自然本性的な増大および減少においても同様である。実際、自然本性的に増大するもの、例えば養われるものは、栄養の自らに対する反対の性向を変化させてそれを自らと同化させた上で、このようにして自らに合着させて増大するからである。そして、たとえ栄養摂取能力が何らかの魂的なものを持つとしても、それは自然本性的な諸変化に従ってこのように成就されるのである。さらに場所に従って動かされるものどもも、動かされるものがとどまる中で場所から場所へと変化するのであり、その結果、月下の転換はすべて、変化するものが何らかの点においてとどまる変化である。それゆえ、時間に従って生じるものどもは、非存在から生じるのではなく、存在するものから生じるのである。実際、それらが生じる時間より前に、その時間の後にこの時間があるような何か別の時間が既に存在するのと同様に、生じるものより前にも、生じたものがそのものの後に、またそれから生じたところの、何か別のものが既に存在するからである。 したがって、アリストテレスが『自然学』において変化を月下のあらゆる転換の類として置いたのは理にかなっている。また、この変化が永遠であるのも理にかなっているのであり、それは単に、天における場所的運動および種々の配置に従う永遠の変化によって支えられているからというだけでなく、一方の消滅が必然的に他方の生成でもあるからである。また、当地の単純物体がそれら自身の全体としては永遠にとどまり、部分に従って生成と消滅を被るのも理にかなっている。なぜなら、複合した物体どもの変化も第一義的にはこれらに従って生じ、それらが分解されると自然本性的に固有の場所へと、また固有の全体へと運ばれるとしても、かの全体は自らの部分を送り出し、また部分を受け入れながらとどまるのであり、このことは変化の永遠性のゆえに常にそうであるからである。 また、生成が変化である以上、生成するものも、消滅するものも、増大するものも、減少するものも、変異するものも、場所に従って転換するものも、要するに変化を被るものはすべて、反対の状態から反対の状態へと、自らにとって反対の原因によって変化するのも理にかなっている。それゆえアリストテレスは『自然学』第1巻において、生成と消滅のうちにある自然的事物どもの原理を探求して、反対のものどもと、反対のものどもにとって基底にあるものとを[原理として]語っているのである。そして明らかなように、諸性質に従って生じたり消滅したりするもの、例えば熱さや乾きに従って生滅するものは、反対の諸性質を持つがゆえにそれらから変化するのに対し、実体に従って変化するもの、例えば火としての火や人間としての人間は、それら自身もまた諸性質の互いへの変化に従って変化するものの、火である限りにおいて、あるいは人間である限りにおいては実体なのであって、実体には反対の形相が存在しない。では、熱いものや冷たいものとしてではなく人間として生じるものは、何から生じるのであろうか。それは人間ではないが人間になる自然本性を有するものから生じることは明らかである。そして種子や月経血がそのようなものであり、それは単に種子である限りにおいてでもなく、単に月経血である限りにおいてでもなく、人間ではないが人間になる自然本性を有する限りにおいてそうなのである。実際、人間でありながら人間になることはありえないであろう。存在するものは、自らがまさにそうであるところのものにはならないからである。また、人間ではなく、〔人間に〕なる自然本性をも有しないものが人間になることもありえないであろう。 では、あるものとして非存在でありながらそれになる自然本性を有するというこの事態を、私たちは共通の名称でいったい何と呼ぶのであろうか。それを欠如と呼ぶのが慣行であり、欠如していると言われるその形相を持ってはいないが、それを持つ自然本性を有するものが欠如していると言われる。このように、生まれたばかりの子犬は〔目を〕持つ自然本性を有するがゆえに目の欠如を被っているのである。これに対し、完全に失明したものは別の欠如に従って目の欠如を被ったと言われるのであり、この欠如に従ってではない。なぜなら、それ〔失明の欠如〕は元に戻らないが、生じると言われるものどもがそれから形相へと変化するところの、生成をもたらす欠如は形相へと立ち戻るからである。 それゆえ、熱いものから何かが冷たいものになるときにも、冷たくないが冷たいものになる自然本性を有するものから生じるのであり、まさにこのことによって熱いものから生じるのである。実際、乾いたものは冷たいものによってそれ〔冷たいもの〕へと変化する自然本性を持たないからであり、それは冷たいものと共存しうるからである。それゆえ、もし生じるものが反対の形相から、すなわちそれまで基底にあるものと共在していた[反対のもの]から生じるということ、例えば冷たいものから熱いものが生じるということが、生じるすべてのものに属するのではないとすれば――実際、実体には第一義的には属さないのであり、実体には反対のものが存在しないからである――、これに対して、そのようなものではないが[それになる]自然本性を有するものから[生じるということ]は、反対の形相から変化するものどもをも含めてすべてのものに属するのであるから、アリストテレスが形相、欠如、および基底にあるものを生成の共通の原理と呼んだのは理にかなっているのである。

構文注2 件
  1. 1.22τοῦ τῷ ὑποκειμένῳ τέως συνόντος

    属格分詞句で、先行する τοῦ ἐναντίου εἴδους(反対の形相)を同格的あるいは記述的に限定修飾している。「それまで基底にあるものに伴っていた[反対の形相]」を意味する。

  2. 1.22τὸ δὲ ἐκ μὴ τοιούτου πεφυκότος δέ

    先行する τὸ μὲν ἐκ τοῦ ἐναντίου εἴδους γίνεσθαι τὸ γινόμενον... οὐ πᾶσιν ὑπάρχει との対比構文。主語となる不定詞句のうち γίνεσθαι が省略されており、また πεφυκότος の後には τοιούτου γίνεσθαι ないし εἶναι が含意されている。「そのようなものではないが、[そのようなものに]なる自然本性を有するものから生じること」という骨格である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:100.15-102.12