- 底本
- John of Damascus. Barlaam and Ioasaph. Woodward, George Ratcliffe; Mattingly, Harold, editors. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1914.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:39.356-39.358
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
バルラアムはヨアサフに聖体機密を授けて最後の訓戒を与え、夜通し語り合ったのち、夜明けに神への感謝とヨアサフのための執り成しの祈りを捧げ、平安のうちに帰天する。
μεταδοὺς δὲ καὶ τῷ Ἰωάσαφ τῶν ἀχράντων τοῦ Χριστοῦ μυστηρίων, ἠγαλλιάσατο τῷ Πνεύματι. καὶ τῆς συνήθους μεταλαβόντες τροφῆς, ψυχωφελέσι λόγοις τὴν ψυχὴν αὖθις ἔτρεφε τοῦ Ἰωάσαφ, Οὐκ ἔτι, λέγων, ἡμᾶς, ὦ φίλτατε υἱέ, συναγάγῃ ἐν τῷ βίῳ τούτῳ εἰς ἓν ἑστία καὶ τράπεζα· πορεύομαι γὰρ ἤδη τὴν τελευταίαν ὁδὸν τῶν πατέρων μου. χρὴ οὖν σε τὸ πρὸς ἐμὲ φίλτρον διὰ τῆς φυλακῆς τῶν τοῦ Θεοῦ ἐντολῶν, καὶ τῆς ἐν τῷδε τῷ τόπῳ μέχρι τέλους καρτερίας, ἐπιδείξασθαι, πολιτευόμενος καθὼς ἔμαθες καὶ ἐδιδάχθης, καὶ μεμνημένος διὰ παντὸς τῆς ταπεινῆς καὶ ῥᾳθύμου μου ψυχῆς. χαρᾷ οὖν χαῖρε, καὶ τῇ ἐν Χριστῷ ἀγαλλιάσει εὐφραίνου, ὅτι τῶν ἐπιγείων καὶ φθαρτῶν ἀντηλλάξω1 τὰ αἰώνιά τε καὶ ἄφθαρτα, καὶ ὅτι ἐγγίζει ὁ μισθὸς τῶν ἔργων σου, καὶ ὁ μισθαποδότης ἤδη πάρεστιν, ὃς ἥξει τὸν ἀμπελῶνα ἰδεῖν ὃν ἐγεώργησας καὶ πλουσίως σοι τὸν μισθὸν τῆς γεωργίας παρέξει. Πιστὸς γὰρ ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, καθὼς ὁ θεσπέσιος βοᾷ Παῦλος· Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν βασιλείαν τὴν αἰώνιον καὶ ἀτελεύτητον, τῷ φωτὶ καταλαμπόμενοι τῷ ἀπροσίτῳ, καὶ τῆς ἐλλάμψεως καταξιούμενοι τῆς μακαρίας ὄντως καὶ ζωαρχικῆς Τριάδος. Τοιαῦτα μὲν ὁ Βαρλαὰμ ἕως ἑσπέρας καὶ παῤ ὅλην τὴν νύκτα τῷ Ἰωάσαφ ὡμίλει, ἀκατασχέτοις δάκρυσιν ὀδυρομένῳ καὶ τὸν χωρισμὸν μὴ φέροντι. ἄρτι δὲ τῆς ἡμέρας διαφαυούσης, τὴν πρὸς αὐτὸν ὁμιλίαν διαπεράνας, ἦρεν εἰς οὐρανὸν χεῖράς τε καὶ ὄμματα, καὶ εὐχαριστίαν ἀναπέμψας τῷ Θεῷ, ἔφη. Κύριε, ὁ Θεός μου, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, εὐχαριστῶ σοι, ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου καὶ ἐν τῇ ὀρθοδόξῳ σου ὁμολογίᾳ καὶ ἐν ὁδῷ τῶν ἐντολῶν σου ἠξίωσας τὸν δρόμον τελέσαι με τῆς ἐνθάδε παροικίας μου. καὶ νῦν, φιλάγαθε Δέσποτα καὶ πανοικτίρμον, δέξαι με εἰς τὰς αἰωνίους σου σκηνάς, καὶ μὴ μνησθῇς ὅσα σοι ἥμαρτον ἐν γνώσει τε καὶ ἀγνοίᾳ. φύλαξον δὲ καὶ τὸν πιστόν σου δοῦλον τοῦτον, οὗπερ προστῆναί με τὸν ἀχρεῖόν σου ἠξίωσας οἰκέτην·2
そしてヨアサフにもキリストの汚れなき秘儀を分け与えると、霊において大いに歓喜した。そしていつもの食事を共にしたのち、魂に益となる言葉によって再びヨアサフの魂を養い、こう言った。「愛する子よ、この世において炉火と食卓がわれらを一つに集めることはもはやない。私はすでに父祖たちの最後の道を歩んでいるからだ。それゆえ、神の掟を守ること、そしてこの場所で最後まで耐え忍ぶことを通して、私への愛を示し、学び教えられた通りに生を営み、私の卑しく怠惰な魂を常に記憶していなければならない。だから大いなる喜びをもって喜び、キリストにおける歓喜に心躍らせなさい。あなたは地上の朽ちるものの代わりに永遠の朽ちないものを手に入れ、あなたの働きの報いが近づいており、報いをお与えになる方がすでに臨んでおられ、あなたが耕した葡萄園を見に来られて、耕作の報いをあなたに豊かに与えてくださるからである。聖なるパウロが叫んでいるように、『この言葉は真実であり、そのまま受け入れるに値する。もしわれらが共に死んだなら、共に生きるであろう。もし耐え忍ぶなら、近寄りがたい光に照らされ、まことに至福にして命の源である三位一体の輝きに浴するにふさわしい者とされ、永遠にして終わりのない王国において共に支配するであろう』。」バルラアムは夕方まで、また夜通し、止めどない涙で嘆き悲しみ別れに耐えかねているヨアサフにこのような話をした。夜が明け初めると、彼への語りかけを終え、手と目を天に差し上げ、神に感謝を捧げて言った。「主よ、わが神、至る所に現存し、万物を満たされる方よ、あなたは私の卑小さを顧み、あなたの正統な信仰告白のうちに、またあなたの掟の道において、この世における私の寄留の歩みを終えるにふさわしい者としてくださったゆえに、あなたに感謝を捧げます。そして今、善を愛される主宰者、憐れみ深き方よ、私をあなたの永遠の天幕に迎え入れ、知りつつであれ知らずにであれ私があなたに対して犯した罪の数々を思い起こさないでください。また、あなたの役に立たぬ僕である私に導きをお委ねくださった、このあなたの忠実な僕をもお守りください。
ῥῦσαι αὐτὸν ἀπὸ πάσης ματαιότητος καὶ ἐπηρείας τοῦ ἀντικειμένου, καὶ ὑψηλότερον αὐτὸν ποίησον τῶν πολυπλόκων παγίδων, ὧν εἰς σκάνδαλον ἥπλωσεν ὁ πονηρὸς πάντων τῶν θελόντων σωθῆναι. ἀφάνισον, παντοδύναμε, πᾶσαν τὴν δύναμιν τοῦ ἀπατεῶνος ἀπὸ προσώπου τοῦ δούλου σου, καὶ δὸς αὐτῷ ἐξουσίαν πατεῖν τὴν ὀλεθροτόκον κάραν τοῦ πολεμίου τῶν ἡμετέρων ψυχῶν. κατάπεμψον ἐξ ὕψους τὴν χάριν τοῦ Ἁγίου σου Πνεύματος. καὶ ἐνίσχυσον αὐτὸν πρὸς τὰς ἀοράτους παρατάξεις, ἵνα τὸν τῆς νίκης ἀξιωθῇ παρὰ σοῦ στέφανον δέξασθαι, καὶ δοξασθῇ ἐν αὐτῷ τὸ ὄνομά σου, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, ὅτι σοὶ πρέπει δόξα καὶ αἴνεσις εἰς τοὺς αἰῶνας. ἀμήν. Ταῦτα εὐξάμενος, καὶ τὸν Ἰωάσαφ πατρικῶς περιπτυξάμενος, καὶ ἀσπασμὸν αὐτῷ δοὺς ἐν φιλήματι ἁγίῳ, τῷ τύπῳ τε τοῦ σταυροῦ ἑαυτὸν ἐπισφραγισάμενος, καὶ τοὺς πόδας ἐξάρας,3 καὶ λίαν περιχαρὴς γενόμενος, ὥσπερ τινῶν ἐπιδημησάντων φίλων, πρὸς τὴν μακαρίαν ἀπῆλθε πορείαν, πρὸς τὴν ἐκεῖθεν διελθὼν γεροδοσίαν,4 πρεσβύτης ὢν καὶ πλήρης ἡμερῶν τῶν τοῦ πνεύματος.
彼をあらゆる空しさと敵対者の加害から救い出し、救いを望むすべての者の躓きのために邪悪な者が張り巡らした複雑な罠よりも高く彼を引き上げてください。全能の方よ、あなたの僕の前から詐欺師のすべての力を打ち滅ぼし、われらの魂の敵たる者の破滅を生む頭を踏み砕く権能を彼にお与えください。いと高きところからあなたの聖霊の恵みを注ぎ下ろしてください。そして、彼があなたから勝利の冠を受けるにふさわしい者とされ、彼において、父と子と聖霊であるあなたの御名が栄光を受けますよう、目に見えぬ敵陣に対して彼を強めてください。栄光と賛美は世々限りなくあなたにこそふさわしいからです。アーメン」。こう祈りを捧げ、父のようにヨアサフを抱擁し、聖なる口づけをもって挨拶を交わし、十字架の印で自らを封印し、両足を引きそろえて横たえると、あたかも親しい友らが訪ねてきたかのようにこの上なく満ち足りた喜びのうちに、霊の諸日に満ちた老練の者として、かの地での報いへと赴き、至福の旅路へと去っていった。
- 39.356ἀντηλλάξω
交換を表す動詞 ἀνταλλάσσομαι の直説法アオリスト中道相2人称単数形。手放す対象が属格 τῶν ἐπιγείων καὶ φθαρτῶν、代わりに獲得する対象が対格 τὰ αἰώνιά τε καὶ ἄφθαρτα で示されている。
- 39.357οὗπερ προστῆναί με τὸν ἀχρεῖόν σου ἠξίωσας οἰκέτην
関係代名詞 οὗπερ は直前の τὸν πιστόν σου δοῦλον τοῦτον を先行詞とし、前置詞合成動詞 προΐστημι(率いる、世話をする)が属格支配であるために属格形をとる。με τὸν ἀχρεῖόν σου ... οἰκέτην は不定詞 προστῆναι の意味上の主語を表す対格。
- 39.358τοὺς πόδας ἐξάρας
創世記49章33節(ヤコブの臨終の描写)を踏まえた聖書的表現で、床の上で両足を揃えて引き上げる仕草を指し、敬虔で穏やかな帰天・死を意味する定型句的表現。
- 39.358γεροδοσίαν
γῆρας(老年)と δόσις(授与・給付)から成る語で、本来は老齢期における扶養や手当・報償を意味するが、ここでは生涯を修道に捧げた霊的な老兵が来世において神から受ける永遠の安息・報償の比喩として用いられている。
